- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:268.7-269.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德在1005b8提出的“最充分认识每一属的人能够陈述该事物的最确定始原”展开评注,论证了哲学家何以必须知晓作为存在者的存在的诸最确定始原,并说明了该始原必然是不可受欺骗的、由其自身即被认识的且非假设性的。
" Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα περὶ ἕκαστον γένος ἔχειν λέγειν τὰς βεβαιοτάτας ἀρχὰς τοῦ πράγματος." Δείκνυσι ζητῶν τίνα τῶν ἀξιωμάτων ἐστὶ γνωριμώτατά τε καὶ κοινότατα· ταῦτα γὰρ δεῖ πρῶτα ἔχειν τὸν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῷ ὄντι ἀποδεικτικόν. καὶ ὅτι ἀναγκαῖον τοῦτο συνίστησι. καθόλου γὰρ τὸν καθ’ ἕκαστον γένος καὶ καθ’ ἑκάστην φύσιν ἐπιστήμονα (οὗτος γὰρ ὁ μάλιστα γνωρίζων) δεῖ ἔχειν τὰς βεβαιοτάτας ἀρχὰς τῶν ἐν ἐκείνῃ τῇ φύσει καὶ εἰδέναι. βεβαιόταται δὲ ἀρχαὶ καθ’ ἕκαστον γένος αἱ γνωριμώταται καὶ σαφέστεραι τῶν ἄλλων καὶ ἀναμφισβητητότεραι τοῖς περὶ ἐκείνου τοῦ γένους διαλαμβάνουσι· πρὸς γὰρ τὸ σημεῖον εἶναι οὗ μέρος οὐθέν, καὶ γραμμὴν τὸ μῆκος ἀπλατὲς καὶ ἐπιφάνειαν τὸ πλάτος καὶ μῆκος μόνον ἔχον εἰ καὶ ἄλλος τις ἀντείποι, ἀλλὰ τῶν γε περὶ ταῦτα πραγματευομένων οὐδείς.1 ὥσπερ οὖν τὸν περὶ ἕκαστον γένος ἐπιστήμονα ἀναγκαῖόν ἐστιν εἰδέναι τὰς ἐκείνου τοῦ γένους βεβαιοτάτας ἀρχάς, τουτέστι τὰς πρώτας καὶ κυριωτάτας, δι’ ἃς καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐν ἐκείνῳ τῷ γένει τὸ εἶναι ἔχει (εἰ γὰρ ἀγνοεῖ τὰς ἀρχὰς τὰς κατὰ τὴν οἰκείαν ἐπιστήμην, οὐδ’ ἂν ἐπιστήμην ἔχοι τοῦ πράγματος), οὕτω, φησί, καὶ τὸν τὴν τοῦ ὄντος ᾗ ὂν καθόλου ἐπιστήμην ἔχοντα ἀνάγκη τὰς πάντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. ἔστι δὲ οὗτος ὁ φιλόσοφός τε καὶ ὁ σοφός· τῷ φιλοσόφῳ ἄρα ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας τε καὶ κυριωτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ τῷ γένει βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τῷ μὴ περί τι ὂν μηδὲ περί τι γένος ἀλλὰ καθόλου περὶ τὸ ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ εἴη τις αὐτῶν βεβαιοτέρα, ἔσται μὲν καὶ αὐτὴ ὄντος· οὕτω δὲ οὐκέτι ἂν ἐκεῖναι εἶεν αἱ τοῦ ὄντος βεβαιόταται· αἱ ἄρα τοῦ ὄντος ἀρχαὶ βεβαιόταται. ἑξῆς δὲ τίς ἐστιν ἡ βεβαιοτάτη ἀρχὴ λέγει· περὶ ἣν γὰρ ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον· οὐκ ἀσάλευτον δὲ ὃ δύναται καὶ οὕτω καὶ μὴ οὕτως ἔχειν ὑποληφθῆναι. καὶ δι’ ἃ αὕτη ἐστὶ βεβαιοτάτη καὶ ἀρχὴ τῶν ὄντων, περὶ ἣν οὐ δυνατὸν διαψευσθῆναι, λέγει. ἀνάγκη γὰρ τὴν τοιαύτην, περὶ ἣν ἀδύνατον διαψευσθῆναι, γνώριμόν τε ἐξ αὑτῆς εἶναι καὶ ἀνυπόθετον. ταῦτα δὲ δεῖ τῇ τῶν ὄντων ἀρχῇ ὑπάρχειν τῇ βεβαιοτάτῃ· γνώριμον γὰρ αὐτὴν δεῖ εἶναι, διότι ἡ ἀπάτη περὶ τὰ ἀγνοούμενα, ἀνυπόθετον δὲ καὶ ἐξ αὑτῆς ἐπιστητήν, ὅτι ἣν δεῖ ἔχειν τὸν ὁτιοῦν τῶν ὄντων γνωρίζοντα ὡς ἀρχὴν οὖσαν ἁπάντων τῶν γνωστῶν, οὐχ ὑπόθεσις αὕτη. εἰ γὰρ ὑπόθεσίς ἐστιν ὃ ἂν ἀποδεικτὸν ὂν χωρὶς ἀποδείξεως λαμβάνηται, οὐκ ἂν εἴη τοιαύτη ἣν ἀναγκαῖον ἔχειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων· οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως.2 δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχή, προστίθησιν ὅτι ὃ γνωρίζειν ἀναγκαῖον τῷ ὁτιοῦν γνωρίζοντί τε καὶ γινώσκοντι τῶν ὄντων, τοῦτο οὐ δι’ ἄλλου μαθεῖν οἷόν τε, εἴ γε πᾶσα μάθησις ἐκ προγινωσκομένου τινός, ὥστε εἰ καὶ ταύτης εἴη μάθησις, προγινώσκοιτο ἂν ταύτης ἕτερά τινα. οὕτω δὲ οὐκέτι ἂν εἴη ἀρχὴ τῶν ὄντων, ἣν ἀναγκαῖον γνωρίζειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. ἧκειν ἄρα ἐξ αὑτοῦ εἰδότα ἀνάγκη τὴν τοιαύτην ἀρχήν·3 ἣν δὲ ἥκει τις ἐξ αὑτοῦ εἰδὼς οὐ δεόμενος δείξεως περὶ αὐτῆς, οὐχ ὑπόθεσις.
“而对于关于每一属最充分认识事物的人而言,能够陈述该事物的最确定始原是合宜的。” 他在探究诸公理中哪些是最为人所知且最为共通的同时,表明了这一点;因为论证属于存在的自身固有属性的人,必须首先具备这些公理。并且他确立了这是必然的。因为普遍而言,关于每一属和每一本性的科学家(因为这就是最充分认识事物的人)必须具备并知晓该本性中事物的最确定始原。而在每一属中,最确定的始原乃是相比其他始原最为人所知、更为清晰,且对于论述该属的人而言最为无可争议的始原;因为即便有其他什么人可能反对“点是无部分者”、“线是无宽度的长度”以及“面是仅具有长和宽者”,但在处理这些课题的人当中绝无人会反对。因此,正如对于关于每一属的科学家而言,知晓该属的最确定始原——亦即最原初、最具支配地位的始原,通过它们该属中的其他每一事物亦获得其存在——是必然的(因为如果他不知晓合于固科学的诸始原,他甚至不可能拥有关于该事物的科学知识),同样地,他说,对于拥有关于作为存在者的存在的普遍科学的人而言,知晓万物的最确定始原亦是必然的。而这就是哲学家和智者;因此,对于哲学家而言,知晓一切存在者的最确定且最具支配地位的诸始原是必然的。 因为如果对于从事某一特定属研究的人而言,知晓该属的且在该属中最确定的始原是必然的,那么对于研究并非关于某一特定存在者亦非关于某一特定属、而是普遍关于存在以及最为共通和最属类的主题的人而言,知晓一切存在者的最确定诸始原就是必然的。因为如果存在某个比它们更确定的始原,它自身亦必属于存在;但这样一来,原先那些始原就不再是存在的最确定始原了;因此,存在的诸始原是最确定的。 接着他陈述了最确定的始原究竟是何种始原:凡不可能在其上受欺骗的始原,就是一切始原中最确定的。因为确定者乃是不可动摇的;而凡可被设想为既如此亦不如此者,便非不可动摇。并且他说明了基于何种理由这个不可能在其上受欺骗的始原是最确定的且是一切存在者的始原。因为不可能在其上受欺骗的这样一种始原,必然由于自身即是为人所知的,且是非假设性的。而这些属性必须属于一切存在者的最确定始原:因为既然欺骗是关于未知之物发生的,所以它必须是为人所知的;而由于认识存在者中任何事物的人作为一切可知之物的始原所必须具备的始原并非假设,所以它亦必须是非假设的且由于自身即是可知的。因为如果假设乃是本可证明却未经证明而被采纳之物,那么理解存在者中任何事物的人所必然具备的始原就不可能是这种性质的;因为通过假设被采纳之物,不可能成为证明它的诸前提之知识的始原。 在指明了最确定的始原并非基于假设之后,他进而补充道:对于认识并知晓存在者中任何事物的人而言所必然认识的东西,是不可能通过另一事物习得的,只要一切学习皆源于某种预先已知之物;以至于如果关于这一始原亦存在学习,那么在它之前就当预先已知某些其他事物了。但这样一来,理解存在者中任何事物的人所必然认识的始原,就将不再是一切存在者的始原了。因此,必然是在由自己出发已知这样一种始原的情况下来临的;而一个人由自己出发已知、无需关于它的证明而带来之物,便不是假设。
- 4.26πρὸς γὰρ τὸ σημεῖον εἶναι οὗ μέρος οὐθέν, καὶ γραμμὴν τὸ μῆκος ἀπλατὲς καὶ ἐπιφάνειαν τὸ πλάτος καὶ μῆκος μόνον ἔχον εἰ καὶ ἄλλος τις ἀντείποι, ἀλλὰ τῶν γε περὶ ταῦτα πραγματευομένων οὐδείς
带冠词的不定式短语 πρὸς τὸ σημεῖον εἶναι... 作为动词 ἀντείποι(反对)的介词宾语。在条件句 εἰ καὶ ἄλλος τις ἀντείποι(即使有其他人反对)之后,连词 ἀλλά 引导强烈的转折主句,句中省略了动词(即[绝无人会反对])。
- 4.26τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως
实质化的中性形容词 τῶν δεικτικῶν αὐτοῦ 意为“证明它的诸项/前提”,其中 αὐτοῦ 作 δεικτικῶν 的宾格性属格。整个短语作 γνώσεως 的定语属格,表达了“通过假设被采纳之物,不可能成为证明该假设的前提之知识的始原”这一避免循环论证的逻辑。
- 4.26ἧκειν ἄρα ἐξ αὑτοῦ εἰδότα ἀνάγκη τὴν τοιαύτην ἀρχήν
非人称结构 ἀνάγκη [ἐστί] 支配带宾格的不定式句。不定式 ἥκειν(来到、就位)的逻辑主语是不定代词(“某人”),故分词 εἰδότα 采用阳性单数宾格与之呼应一致。ἐξ αὑτοῦ 意为“由自身/自发地”,τὴν τοιαύτην ἀρχήν 是分词 εἰδότα 的直接宾语。
