- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:266.29-268.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》1005b2–1005b5的内容;亚里士多德在其中批判了因缺乏分析学教养而妄求公理证明的做法,并得出考察推论与证明的始原属于第一哲学家的结论,亚历山大同时就该文本的编排次序提出了调整建议。
" Ὅσα δ’ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας, ὃν τρόπον δεῖ ἀποδέχεσθαι, δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν τοῦτο δρῶσιν." Ὅτι περὶ τὰ ἀξιώματα λέγων εἶναι τὸν πρῶτον φιλόσοφον, οὐχ ὡς ἀποδεικνύντα αὐτὸν λέγει ἀλλ’ ὡς δεικνύντα ὅτι ἀρχαὶ ἀποδείξεως, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, δηλοῖ δι’ ὧν ἄρτι λέγει πρὸς τοὺς οἰομένους πάντων ἀπόδειξιν εἶναι, καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ἀληθὲς εἶναι ἄνευ ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἂν ὅλως ἀπόδειξις εἴη, εἰ περὶ πάντων ζητοίη τις. πᾶσα γὰρ διδασκαλία, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους1 ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει, ὡς ταῦτα δεῖ προεπίστασθαί τε καὶ γνωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν αὐτὰ ζητεῖν περὶ αὐτῶν εἴτε οὕτως ἔχει εἴτε μὴ οὕτως· ἢ ὅτι δεῖ καθόλου προεπίστασθαί τε καὶ γνωρίζειν ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀποδεικνύντας ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς τὸ ὑπὸ Πλάτωνος ἐν τῷ Ἀλκιβιάδῃ λεγόμενον, ὅτι ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὔτε μαθόντες οὔτε ζητήσαντες. δοκεῖ δέ μοι αὕτη ἡ λέξις δι’ ἧς λέγει ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, ἕως τοῦ ἀλλὰ μὴ ἀκούοντας ζητεῖν, τὴν τάξιν ἔχειν μετὰ τὴν ἐφεξῆς κειμένην τὴν “ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκε καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐστιν ἐπισκέψασθαι, δῆλον.” αὕτη τε γὰρ μᾶλλον τοῖς προειρημένοις ἀκολουθεῖ, καὶ ἡ ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, περὶ ἧς προειρήκαμεν νῦν, οἰκείως ἂν προτάσσοιτο τῆς “προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα.”
“至于某些论述真理的人所企图说明的应当以何种方式接受真理,他们这样做是由于缺乏分析学的教养。” 他说第一哲学家关涉公理,并非指他去证明公理,而是指他指明它们是证明的始原,而始原是不可证明的;这一点通过他方才针对那些认为一切皆有证明、并要求不接受任何未经证明的言论为真的人所说的话显明了出来——关于这些人,他在《后分析篇》中亦已谈及;因为他说,这些人之所以说出这番话,是由于缺乏分析学的教养。因为在那部著作中已经证明,必须存在证明的始原,且此始原必须是不可证明的。因为如果有人对一切都寻求证明,那么根本就不会有任何证明。因为正如在那部著作中所言,一切教学和一切理智的学习都是由预先存在的知识产生的,而这些预先存在的知识正是被称为公理的东西。 而“因为人们应当在预先知晓这些事情的情况下来听讲”这句话,要么是关于公理而言的,意指应当预先知晓并认识它们,而不是在听闻它们的同时去探究它们究竟如此还是不如此;要么是指应当普遍地预先知晓并认识到并非一切事物皆可证明,而不是在进行证明的同时又去探究这一点。 而且所说的这句话亦可针对柏拉图在《阿尔喀比亚德篇》中所说的观点,即“凡人所知晓的事物,要么是由于学得,要么是由于发现而知晓,而发现者是首先探究者”;因为某些事物我们既未经学习亦未经探究而知晓。 在我看来,他说“至于某些人关于真理所企图的一切”直至“而不是在听闻时去探究”的这一段文句,其原有的编排次序应当位于紧接其后的文句——即“因此显而易见,考察推论的始原亦属于哲学家以及就其自然本性观照全部实体的人”——之后。因为后一段文句更连贯地承接前文,而我们方才所讨论的“至于某些人关于真理所企图的一切”这一句,则理应恰当地置于“而对于最充分认识事物的人而言是合宜的”之前。
" Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκεν." Ἤτοι περὶ πάσης οὐσίας εἶπεν ἀντὶ τοῦ περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ἢ καὶ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας ἐστὶ μάλιστα· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τἆλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον ἐστὶ τῷ καθόλου περὶ οὐσίας ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας, ἢ τίς ἡ φύσις ἑκάστης οὐσίας· οὐ γὰρ τῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δέ γε σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγέννητοι αἱ δὲ ἐν γενέσει, καὶ αἱ μὲν ἔμψυχοι αἱ δὲ ἄψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδεικτικάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. αἱ γὰρ καθ’ ἑκάστην ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ προτάσεις τοῦ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ, καὶ τούτων τὸ ταύτας εἰδέναι·2 ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοῦ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου τό τε πῶς ἐκ τῶν ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ χρὴ τὰς ἀποδεικτικὰς λαμβάνειν προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν, καὶ τὰ ἄλλα ὅσα ἐν τοῖς Περὶ ἀποδείξεως λέγεται. τὰ δὲ ἀξιώματα κοιναὶ πάσης ἀποδείξεως ἀρχαί.
“因此,属于哲学家以及就其自然本性观照全部实体的人”他说“关于全部实体”,要么是用以替代“关于作为存在者的全体存在”,要么甚至说“关于全部实体”是因为关于存在的科学最主要地就是关于实体的科学;因为正如前文所说,在存在者中实体是最具支配地位的,其他事物皆关联于它。而“关于全部实体”等同于“普遍地关于实体,而非关于这一个或那一个实体”。而“就其自然本性”可能意味着:要么观照实体的普遍本性为何,要么观照每一实体的本性为何——因为既然有些实体是无形体的而另一些是有形体的,有些是无运动的而另一些处于运动之中,有些是未生成的而另一些处于生成之中,有些是有灵魂的而另一些是无灵魂的,且这两类实体中各自又有更多的差异,那么并非所有实体都具有同一种本性。 而通过这一文句表明,考察推论的始原亦属于哲学家。他所说的推论始原是指证明的始原;因为诸公理是诸证明的普遍始原。因为在每一门科学中固属于被证明事物的诸始原与前提,属于每一门科学的证明者,而知晓它们则是这些学者的职分;他们各自通过从身兼证明者与哲学家的学者那里接受关于应当如何从属于被证明事物的属性中提取证明前提、如何将它们相互结合、以及在《论证明》中所论及的其他一切规则,来完成这一工作。然而诸公理则是属于一切证明的共通始原。
- 4.24τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους
亚历山大通过 ἤτοι ... ἢ ... 对亚里士多德此处的文句(1005b3–4)给出了两种解释:第一种将 περὶ τούτων(关于这些事情)理解为指代公理本身,即人们必须预先知晓公理;第二种则理解为人们应当普遍预先知晓“并非一切事物皆可证明”这一原则。
- 4.25καὶ τούτων τὸ ταύτας εἰδέναι
此处省略了系动词 ἐστί,构成了表示职责与所有的属格句式。代词 τούτων(这些论证者的[职责])与前文的 τοῦ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ(属于各门科学的论证者)相并列作为表语,而名词化的不定式短语 τὸ ταύτας εἰδέναι(知晓它们[这些始原与前提])则充当主语。
