- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:265.30-266.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释道,自然哲学家之所以试图探讨公理,是因为错误地认为自然构成了存在的全体,而公理的探讨实则属于涵盖不动实体的第一哲学家。他进一步指出,第一哲学家探讨公理并非为了证明它们,而是为了阐明公理的本性、使用方式以及证明本身的一般特性。
τῶν μὲν γὰρ περί τινος μέρους τοῦ ὄντος λεγόντων οὐδεὶς περὶ αὐτῶν ἐγχειρεῖ λέγειν· τῶν δὲ φυσικῶν τινες, οἳ ᾤοντο πάντα τὰ ὄντα ἐν τοῖς φυσικοῖς εἶναι καὶ μηδὲν τούτων ἔξω, καὶ περὶ τούτων ἐνεχείρουν λέγειν ὡς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων. τῶν γὰρ φυσικῶν τινες ἐπεχείρησαν περὶ αὐτῶν λέγειν, ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος ᾤοντο λέγειν αὐτοί· οὐδὲν γὰρ ἔξω τῶν φυσικῶν ᾤοντο εἶναι. καθ’ ὅσον μὲν οὖν οἰκεῖον ὑπελάμβανον εἶναι τὸν περὶ τούτων λόγον τῷ περὶ παντὸς καθόλου τοῦ ὄντος θεωροῦντι, δεόντως ἐποίουν, διημάρτανον δὲ τῷ μηδὲν ἄλλο ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστιν. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα καὶ πρώτου τῶν ὄντων, ὃ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη. πρώτη δ’ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν τῷ αὐτῆς τι εἶναι ὄντων καὶ αὐτῶν.1 ἀμφοτέρως δὲ ἡ αὐτὴ γίνεται πρώτη· ἥ τε γὰρ περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ περὶ τῶν ἄλλων πάντων θεωρεῖ, οἷς ἐκ τούτων ἤρτηται τὸ εἶναι, ἥ τε κοινῶς περὶ τοῦ ὄντος ᾗ ὂν θεωροῦσα, ἐπεὶ τὸ ὂν τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένων, μάλιστα ἂν περὶ ταύτης τῆς φύσεως θεωροίη, πρὸς ἣν καὶ τὰ ἄλλα περὶ ὧν ποιεῖται τὸν λόγον ἀναφέρεται, καὶ ἀφ’ οὗ τὸ εἶναι ἔχει.2 ὅτι δὲ ἣν ἐν τῷ πρώτῳ σοφίαν ἔλεγε, ταύτην νῦν φιλοσοφίαν κοινήν τε καὶ πρώτην λέγει, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν ἔστι δὲ σοφία τις καὶ ἡ φυσική, ἀλλ’ οὐ πρώτη. ἦν γὰρ τῆς πρώτης σοφίας ἡ περὶ τούτων θεωρία, λέγει δὲ νῦν ταύτην εἶναι τὴν φιλοσοφίαν, τὴν αὐτήν τε φιλοσοφίαν λέγει πρώτην καὶ σοφίαν τὴν πρώτην τε καὶ κυριωτάτην. λέγει δὲ τὸν πρῶτον φιλόσοφον περὶ τῶν ἀξιωμάτων ἐρεῖν οὐχ ὡς ἀποδείξοντά τι αὐτῶν (ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίγνεται καὶ πῶς αὐτοῖς χρηστέον καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς Περὶ ἀποδείξεως πραγματεύεται· ὥσπερ γὰρ ὁ περὶ τῶν ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτω καὶ ὁ περὶ ἀποδείξεως, οὐ περὶ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ πῶς γίνεται. οὐδὲ γὰρ ἡ ἀπόδειξις ἑνί τινι γένει τῶν ὑπὸ τὰς ἐπιστήμας ὑπάρχει, ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἀπόδειξις παρὰ τὰ οἰκεῖα τῆς ἐπιστήμης, καὶ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαμβάνων.
因为在论述存在的某个部分的人当中,没有任何人企图论及公理;但自然哲学家中的某些人,由于认为一切存在者都包含在自然事物之中,且除此之外别无他物,便亦企图论及它们,视其为属于作为存在者的存在。因为自然哲学家中的某些人之所以企图论及公理,是因为他们自以为也是在论述全体存在;因为他们认为在自然事物之外别无他物。因此,就他们认为关于公理的讨论理应属于普遍观照全体存在的人而言,他们的做法是恰当的;但他们在认为除自己所探讨的自然事物之外别无他物这一点上,却犯了根本的错误。因为存在的外延广于自然事物,且在自然事物之外亦存在着某些存在者;因为无形体且不动的实体并非自然实体。因为自然只是存在的某一个属,是在其所内在于的事物中自身即为运动的始原与原因者。因此,关于属于作为存在者的存在之属性的观照,不属于自然哲学家,而属于哲学家——他处于比自然哲学家更高的层次,对作为存在者的全体存在进行观照,并尤其且首要地对存在者中最优先且第一者进行观照,而这诚然是一种实体,却绝非自然实体。因为自然科学固然亦是某种智慧与哲学,却非第一哲学。而第一哲学既当是观照第一实体的那门科学,亦当是普遍观照全体实体以及那些由于是实体的某种属性而自身亦为存在者之事物的那门科学。并且无论从哪种方式来看,同一门科学都成为第一哲学;因为观照第一实体的那门科学,亦观照存在依赖于第一实体的所有其他事物;而普遍观照作为存在者的存在的那门科学,既然存在属于由一者引申且相关于一者而述说的范畴,它就必定最主要地观照这一自然本性——即它所讨论的其他事物所关联并赖以获得其存在的本性。至于他在第一卷中所称的智慧,他如今称之为共通的哲学与第一哲学,从他所说的“自然科学亦是某种智慧,但非第一智慧”这一点来看亦是明白的。因为关于公理的观照本属于第一智慧,而他如今称这门科学为哲学,并将同一门科学既称为第一哲学,又称为第一且最具支配地位的智慧。并且他说,第一哲学家将论述诸公理,并非作为将要证明公理中任何一项的人(正如他所言,证明的始原本身是不可证明的),而是说明它们的本性为何,它们如何在我们之中产生,应当如何使用它们,以及他在《论证明》[《后分析篇》]中所探讨的关于公理的其他一切问题;因为正如关于公理的讨论属于哲学家一样,关于证明的讨论亦然,并非关涉对这个或那个的证明,而是普遍地探讨证明是什么以及证明是如何形成的。因为证明并不单属于从属于各门科学的某一个属,而是在每一门科学中,都结合该科学固有的对象而存在证明,且各学者都是在假定下使用它,并从哲学那里接受应当如何进行证明的规则。
- 4.23τῶν τῷ αὐτῆς τι εἶναι ὄντων καὶ αὐτῶν
带冠词不定式短语 τῷ αὐτῆς τι εἶναι 作原因与根据与格,修饰分词 ὄντων。属格代词 αὐτῆς 指代前文的 οὐσίας(意为“因作为实体的某种属性”)。短语 καὶ αὐτῶν 表示“那些自身亦是存在者之物”,指那些由于依赖于实体而在派生意义上被称为存在者的偶性与范畴事物。
- 4.23ἀφ’ οὗ τὸ εἶναι ἔχει
前一个关系代词 πρὸς ἣν 与先行词 ταύτης τῆς φύσεως 在阴性上保持一致,而由 καί 连接的 ἀφ’ οὗ 却呈现为中性单数属格。这种性的一致性偏离,或是受到前文惯用短语 ἀφ’ ἑνός(“由一者引申”)中中性形式的吸引,或是将作为实体的第一本性概括性地视为中性概念(或直接指涉中心点 ἕν)。
