← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§264.28-265.30

公理的探讨与第一哲学的职责

亚历山大注释亚里士多德《形而上学》Gamma卷第3章(1005a19),论证了探讨公理属于第一哲学。尽管数学等具体科学仅在各自限定的属(如大小或数)中使用公理,但由于公理普遍属于作为存在者的存在,因而唯独哲学家才能探讨其本质与真理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.23#1

" Λεκτέον δὲ πότερον μιᾶς ἐπιστήμης ἢ ἑτέρας περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς οὐσίας. φανερὸν δὴ ὅτι μιᾶς καὶ τῆς αὐτῆς." Τῶν ἐν τῷ δευτέρῳ κειμένων ἀποριῶν1 μέμνηται νῦν· ἔστι δὲ αὕτη, πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης τῆς προκειμένης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, ἃ ἀξιώματά εἰσιν· περὶ ὧν ζητεῖ νῦν εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περί τε τῆς οὐσίας θεωρεῖν καὶ περὶ ἐκείνων. ἔστι δὲ τὰ ἀξιώματα ἀρχαὶ κοιναὶ καὶ ἀναπόδεικτοι πρὸς τὰ κατὰ πάσας τὰς ἐπιστήμας δεικνύμενα χρήσιμοι, οἷον τὸ ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα, καὶ τὰ τούτοις ὅμοια. εἶπε δὲ περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων, ὡς τῶν μαθηματικῶν, οἳ καὶ μάλιστα αὐτοῖς προσχρῶνται τῷ καὶ ἀποδείξει χρῆσθαι μάλιστα,2 οὕτω καλούντων αὐτά. λέγει δὲ μιᾶς καὶ τῆς αὐτῆς εἶναι ἐπιστήμης τήν τε περὶ οὐσίας τε καὶ τοῦ ὄντος θεωρίαν καὶ τὴν περὶ τῶν ἀξιωμάτων· αὕτη δέ ἐστιν ἡ πρώτη φιλοσοφία· καὶ ὅτι τῆς αὐτῆς ἐστι δείκνυσι διὰ τοῦ πᾶσιν αὐτὰ τοῖς οὖσιν ὑπάρχειν, ἀλλ’ οὐκ ἀφωρισμένῳ τινὶ τοῦ ὄντος γένει. διὰ τοῦτο γὰρ καὶ πᾶσαι αἱ ἐπιστῆμαι αὐτοῖς χρῶνται· ὅτι γὰρ πᾶσιν ἐνυπάρχει. τῷ γὰρ τῷ ὄντι αὐτὰ ὑπάρχειν ᾗ ὄν, ἑκάστην δὲ ἐπιστήμην περί τι καταγίνεσθαι γένος, ὅ ἐστιν ὄν, ταύτῃ καὶ τούτοις ὑπάρχει,3 καὶ χρῶνται αὐτοῖς οἱ καθ’ ἑκάστην ἐπιστήμην, προσοικειοῦντες αὐτὰ καὶ προσάγοντες τῷ ὑποκειμένῳ αὐταῖς γένει· ἕκαστον γὰρ τῶν γενῶν, περὶ ἃ αἱ ἐπιστῆμαι, ὄν, καὶ τοῦτο αὐτοὶ ἀπὸ τοῦ κοινοῦ ἀποτεμόμενοι, εἰς ὅσον αὐτοῖς ἐστι καὶ χρήσιμον, χρῶνται αὐτοῖς, ὁ μὲν γεωμέτρης ἐπὶ τὰ μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαβὼν ἀξίωμα τὸ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ἐστίν’ προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει πάλιν. τοῦτο γὰρ λέγει διὰ τοῦ ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφ’ ὅσον αὐτοῖς ἱκανόν, τουτέστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις. πάντες οὖν διὰ τοῦτο αὐτοῖς χρῶνται, ὅτι καθὸ ὄντα ἐστὶ περὶ ἃ πραγματεύονται, κατὰ τοῦτο αὐτοῖς ὑπάρχει· πᾶσι γὰρ αὐτοῖς τὸ ὂν κοινόν. καὶ οὐδεμία τῶν κατὰ μέρος ἐπιστημῶν ἐπιχειρεῖ περὶ αὐτῶν λέγειν ὅτι ἀληθῆ ἢ οὐκ ἀληθῆ· οὔτε γὰρ γεωμέτρης, καίτοι χρώμενος αὐτοῖς, οὔτε ἀριθμητικὸς οὔτε τῶν ἄλλων τις, ἰατρὸς ἢ ἀστρολόγος ἢ μουσικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι. καὶ διὰ τούτου συνίστησι τὸ εἶναι ταῦτα τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα.

“应当说明,探讨在数学中被称为公理的事物与探讨实体,究竟属于同一门科学还是不同的科学。显然,这属于同一门科学。” 他现在回忆起在第二卷[《形而上学》B卷]中所列出的难题;而这一难题是:唯独考察实体的第一原理属于我们当前讨论的科学,还是探讨所有人赖以进行证明的原理——即公理——亦属于此科学;关于这些原理,他现在探讨观照实体与观照那些原理是否属于同一门科学。公理是共通且不可证明的原理,对于在所有科学中所证明的事情都是有用的,例如“对于一切事物而言,非肯定即否定”,“与同一事物相等的事物彼此亦相等”,“若从相等者中减去相等者,余数亦相等”,以及诸如此类的事物。而他之所以说“在数学中被称为公理的事物”,是因为数学家们由于最多地运用证明,从而亦最多地附加使用公理,故而数学家们是这样称呼它们的。他说,观照实体与存在以及观照诸公理属于同一门科学;而这门科学便是第一哲学;且他通过公理属于一切存在者而非属于存在的某个划定之属这一点,证明了这属于同一门科学。因为正因如此,所有科学亦都使用它们,即因为它们内在于一切事物之中。也就是说,由于公理属于作为存在者的存在,而各门科学都探讨某个属——而此属本身就是存在者——,因此在这一层面上公理亦属于这些属,从事各门科学的人亦使用它们,使它们适应并应用于从属于各自科学的基底之属;因为诸科学所关涉的各个属都是存在者,他们从共通者中切出这部分存在,在对他们有用的范围内使用公理,几何学家将公理引向大小[图形]并在这一范围内使用它们,算术学家则将其引向数;而这是因为公理属于一切事物且并不为任何个别事物所特有。因为几何学家接受了“与同一事物相等者彼此亦相等”这一公理后,会加上“大小”;因为几何学家的探讨关涉大小;而算术学家则又将其转移至数上。因为他通过“他们使用公理的程度以对他们充分为限”,即“以他们提出证明所关涉的属所涵盖的范围为限”,表达了这一点。因此,所有人之所以都使用公理,乃是因为就他们所探讨的对象是存在者而言,公理便依此属于它们;因为存在对于它们所有而言都是共通的。且没有任何一门具体的科学试图说明关于公理是真还是不真;因为几何学家虽使用公理却不作此企图,算术学家亦然,其他如医生、天文学家或音乐理论家亦然,唯有自然哲学家中的某些人曾作此尝试。通过这一点,他确立了这些公理是属于作为存在者的存在的属性。

语法注3 条
  1. 4.23Τῶν ἐν τῷ δευτέρῳ κειμένων ἀποριῶν

    指“在第二卷[即《形而上学》B卷]中所列出的难题”。由于作为动词 μέμνηται 的补足语而使用属格。

  2. 4.23τῷ καὶ ἀποδείξει χρῆσθαι μάλιστα

    定冠词加不定式 τῷ... χρῆσθαι 作原因与格,用以说明关系从句 οἳ καὶ μάλιστα αὐτοῖς προσχρῶνται 的理由(“由于最多地运用证明”)。

  3. 4.23τῷ γὰρ τῷ ὄντι αὐτὰ ὑπάρχειν ᾗ ὄν, ἑκάστην δὲ ἐπιστήμην περί τι καταγίνεσθαι γένος, ὅ ἐστιν ὄν, ταύτῃ καὶ τούτοις ὑπάρχει

    骨干结构由表原因的定冠词不定式结构 τῷ... ὑπάρχειν... καταγίνεσθαι(“由于……事实”)统摄,修饰主句 ταύτῃ καὶ τούτοις ὑπάρχει(“在这一层面上公理亦属于这些属”)。在单个 τῷ 的管辖下,两个并列的“带对格的不定式”短语(αὐτὰ ὑπάρχειν 与 ἑκάστην δὲ ἐπιστήμην... καταγίνεσθαι)形成对比,其结论由副词 ταύτῃ 承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:264.28-265.30