- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:263.22-264.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助数与实体的次序阐明了“关联于一”与“依相承顺序”的区别,论证了几何学与算术等分科科学仅从假定出发,而观照作为存在的存在的属性(如先后、全部分)以及一般原因乃是哲学家所特有的职能。
δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι,1 ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τὸ ὄν τε καὶ ἕν, ἀλλ’ ὡς ἐπιφέρει τὰ μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα, ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοῦ ἑνὸς οὕτω λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη τὰ ὑγιεινὰ τὰ ἰατρικὰ τὰ ὄντα· τὰ δὲ τῷ ἐφεξῆς κατὰ τοῦτό ἐστι τῶν πολλαχῶς λεγομένων μόνον, ὅτι τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δὲ δεύτερον· οὐ γὰρ τῷ τῇ δυάδι ὑπάρχειν ἢ συντελεῖν τι εἰς δυάδα τὰ τρία καὶ τέσσαρα καὶ οἱ ἐφεξῆς εἰσιν ἀριθμοί· τοὐναντίον γὰρ τὸ οὕτως πρῶτον τοῖς μετ’ αὐτὸ συντελεῖ. διὸ ἐπὶ μὲν τῶν οὕτω πολλαχῶς λεγομένων τὰ ὕστερα τελειότερα, ἐπὶ δὲ τῶν πρὸς ἓν τὸ ἓν πρὸς ὃ τὰ ἄλλα ἀναφέρεται. δύναται τὸ τὰ δὲ τῷ ἐφεξῆς δηλωτικὸν εἶναι τοῦ ἀφ’ ἑνός· διεῖλε γὰρ τὰ οὕτω λεγόμενα πολλαχῶς εἴς τε τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα καὶ τῶν ἐχόντων τὸ πρότερον καὶ ὕστερον (ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς), περὶ ὧν ἡ θεωρία τοῦ φιλοσόφου,2 διὰ τὸ πρὸς τὸ πρῶτον καὶ κυρίως λεγόμενον τἆλλα τὴν ἀναφορὰν ἔχειν, περὶ οὗ τοῦ φιλοσόφου τὸ θεωρεῖν, διὸ καὶ περὶ τούτων (ἔστι γὰρ τὸ πρῶτον ἡ οὐσία) οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆσαι περὶ αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου· τῶν γὰρ ἄλλων ἐπιστημῶν ἑκάστη περί τι μόριον τοῦ ὄντος πραγματεύεται. πρὸς δὲ τοῖς ἐναντίοις καὶ οἷς ἔφθασεν εἰρηκέναι προστίθησι τὰ νῦν, περὶ ὧν καὶ αὐτῶν τοῦ φιλοσόφου διαλαμβάνειν, φησίν, ἀλλ’ οὐκ ἄλλου τινός, διότι καὶ αὐτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη. εἰπὼν δὲ μὴ εἶναι τοῦ γεωμέτρου τὸ περὶ τούτων θεωρῆσαι προσέθηκεν ἀλλ’ ἐξ ὑποθέσεως· τοῦτο δέ ἐστιν ὅτι χρῆται μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος καὶ λαβὼν παρὰ τοῦ φιλοσόφου· οἷον ὑποθέμενος ὅμοια εἶναι μεγέθη ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι, χρῆται, ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. ἀλλὰ καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν εἶναι τὸν πᾶσιν ἴσον τοῖς αὑτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τελείου οὐκ οἶδε· μόνου γὰρ τοῦ φιλοσόφου ἡ τούτων ἐπιστήμη τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει τῇ καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι’.3 πρὸς δὲ τοῖς φθάνουσιν εἰρῆσθαι λαμβάνει, ὡς εἶπον, καὶ ἄλλα τινά, εἰπὼν ταῦτα περὶ ὧν φησιν εἶναι θεωρεῖν καὶ αὐτῶν τοῦ φιλοσόφου· ἔστι δὲ ταῦτα πρότερον ὕστερον, γένος εἶδος, ὅλον μέρος, καὶ τὰ τούτοις ὅμοια· καὶ γὰρ καὶ ταῦτα τοῦ ὄντος ᾗ ὂν πάθη· ἢ γὰρ ἐν οὐσίᾳ ἕκαστον αὐτῶν ἢ ἔν τινι τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἀλλ’ οὐκ ἀφωρισμένου τινὸς γένους. ἐκ δὲ τούτων δῆλον ὅτι εἰ περὶ πάντων τῶν ὄντων τοῦ φιλοσόφου θεωρεῖν, καὶ ὁ περὶ τῶν αἰτίων πάντων καθόλου λόγος οἰκεῖος τῷ φιλοσόφῳ, καὶ οὐ πλειόνων ἐπιστημῶν ἐστι τὰ αἴτια θεωρῆσαι· καὶ γὰρ ταῦτα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. ἦν δὲ ἐν τῷ Β πρῶτον τοῦτο τῶν ἀπορηθέντων.
“正如或许并非如此”这句文句不仅可以理解为针对分离之物而言,亦可理解为针对普遍者与属而言;因为存在与一亦非此类事物,而是如他所补充的那样,有些事物关联于一,有些事物则依相承顺序。依相承顺序的事物与关联于一的事物虽同属依多种方式而言者,但两者有所不同:关联于一的事物之所以如此被述说,乃因它们在某种程度上属于那一者,彼此之间具有某种秩序,正如在健康的事物、医术的事物以及存在的事物中所表明的那样;而依相承顺序的事物之所以属于依多种方式而言者,仅仅在于这一点,即它们之中一者居先而另一者居后。因为三、四以及相承随后的诸数,并不是因从属于二元或对二元有所促成而存在的;相反,这样居先者乃是促成其后之物。因此,在此类依多种方式而言的事物中,后继者更为完满,而在关联于一的事物中,其余事物所关联的那一者[更为完满]。“有些事物则依相承顺序”这句文句亦可表示“从一出发者”;因为他曾将这样依多种方式而言的事物区分为从一出发者与关联于一者。而在说明了这些事物属于被说成从一出发且关联于一者,以及具有先后次序者(因为这些就是依相承顺序的事物)之后——关于这些事物的观照属于哲学家,乃是因为其余事物都关联于首要且严格意义上被述说者,而观照这首要者属于哲学家,从而观照这些事物亦属于哲学家(因为首要者乃是实体)——,他说,观照它们既不属于几何学家,亦不属于任何其他人,而唯独属于哲学家;因为其余各门科学仅仅探讨存在的某一部分。在对立物以及他此前已言及的事物之外,他又补充了当前这些事物;他说探讨这些事物亦属于哲学家而非任何其他人,因为它们自身亦是作为存在的存在的固有属性。在说明了观照这些事物不属于几何学家之后,他补充道“除非出于假定”;其意在于几何学家亦使用它们,但这并不是在证明了它们各自究竟是什么之后,而是假定它们并从哲学家那里接受过来之后使用的;例如,假定对应边成比例的大小[图形]是相似的,他便使用这个由他假定而非证明的前提,对于相等、同一及其余概念亦同样如此。不仅如此,算术学家亦假定与其自身所有部分之和相等的数为完全数,由此观照哪些数具有此属性,但就单纯意义上的完全者本身而言,他并不知晓;因为关于这些事物各自究竟是什么的科学唯独属于哲学家。在“并且不仅是关于诸实体,而且是关于属于……的属性”这一表述中,缺漏了“属于实体与存在”。而在此前已提及的事物之外,如我所说,他亦引入了某些其他事物,列举了他称观照它们亦属于哲学家的这些事物;这些便是先与后、属与种、整体与部分,以及诸如此类的事物;因为这些亦是作为存在的存在的固有属性;因为它们各自要么存在于实体之中,要么存在于实体的某一偶性之中,而并不存在于某一划定的属之中。从这些情况来看显然的是,如果观照一切存在的事物属于哲学家,那么关于一切原因的普遍说明亦属于哲学家所特有,且观照诸原因并不属于多门科学;因为这些原因自身亦要么是对立物,要么由对立物构成。而这正是B卷中所探讨的诸难题中的第一道难题。
- 4.22δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι
主语是带有中性定冠词的引用短语 τὸ ὥσπερ ἴσως οὐκ ἔστιν,动词 δύναται 支配完成时不定词 εἰρῆσθαι 作为补足语:“……这句文句可以理解为针对……而言”。这里对亚里士多德在 1005a9 处的用语提出了另一种阐释范围。
- 4.22εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα ... οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆσαι περὶ αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου
该长句的骨干结构由分词从句 εἰπὼν δὲ ὅτι...(“在说明了……之后”)引至主句 οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆσαι... ἀλλὰ τοῦ φιλοσόφου(“他说观照……既不属于几何学家……而唯独属于哲学家”)。中间插入了关系节(περὶ ὧν)、原因介词短语(διὰ τό + 不定词)以及插入性说明(ἔστι γὰρ...),使得分词与其主导动词 φησίν 之间相隔甚远。
- 4.22λείπει δὲ τῇ λέξει τῇ καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι’.
动词 λείπει 表示“缺漏、省略”,搭配与格 τῇ λέξει τῇ...(“在……这一词句中”)。引号中的 ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι’(“属于实体与存在”)是亚历山大指出的在语境上应当补全的脱漏成分。
