← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§262.20-263.22

向第一者的归属与存在科学的单一性

针对亚里士多德在1005a2中关于作为存在的存在的科学为单一科学的结论,亚历山大阐明了通过对立物归约于一与多以及焦点一义性(虽有多种意义但统摄于第一者)展开的论证结构,并解释了否定理念论式分离实体的保留语气的意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22#1

" Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρῆσαι." Εἰπὼν ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ Β Περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος, λαβὼν δὲ ὅτι καὶ τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοὶ (ἢ γὰρ ἀρχαὶ ἢ ἐκ τῶν ἀρχῶν, ὧν αἱ μὲν ἀρχαὶ ἐναντίαι, τὰ δὲ ἄλλα ἐκ τῶν ἀρχῶν), πάντα δὲ τὰ ἐναντία ἀνάγεται ὑπὸ τὸ ἓν καὶ τὰ πολλά, μιᾶς δὲ τὸ περὶ τούτων θεωρεῖν (ἡ γὰρ αὐτὴ τῶν ἀντικειμένων), μιᾶς ἂν εἴη καὶ περὶ πάντων τῶν ὄντων ἡ θεωρία· κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ἡ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἔστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἔστι γνώσει εἴη ἂν ἡ γνῶσις τούτων.1 τῶν δὲ ἐναντίων ἀρχαὶ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ τοῦ ἑνὸς καὶ πλήθους θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπ’ αὐτά. ταῦτα δ’ ἐστὶ πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. μιᾶς δέ φησιν ἐπιστήμης εἶναι τὴν περὶ ἑνὸς καὶ πλήθους θεωρίαν, ἄντε ᾖ ταῦτα καθ’ ἓν λεγόμενον ἑκάτερον αὐτῶν, τουτέστιν ἕνα λόγον ἔχοντα καὶ μίαν φύσιν καὶ ὡς γένη τῶν ἄλλων τῶν ὑπ’ αὐτὰ κατηγορούμενα, ἄντε καὶ μὴ οὕτως ἔχῃ ἀλλ’ ᾖ τῶν πολλαχῶς λεγομένων, ὥσπερ προείρηταί τε καὶ ἀληθές ἐστιν. καὶ γὰρ εἰ πολλαχῶς τὸ ἓν λέγεται καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγόμενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶτον ὂν ἡ οὐσία, καὶ πλῆθος δὲ πρῶτον ἐν οὐσίᾳ. εἰπὼν δὲ περὶ τοῦ ἑνὸς ὅτι εἰ καὶ πολλαχῶς λέγεται, ὁμοίως φησὶ καὶ τὰ τῷ ἑνὶ πολλαχῶς λεγομένῳ ἐναντία ἕξειν· καὶ γὰρ ἐν τούτοις πρὸς τὸ πρῶτον τἆλλα ῥηθήσεται. διὰ γὰρ τὸ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν αὐτῶν εἶναι καὶ ἀφ’ ἑνὸς λέγεσθαι καὶ πρὸς ἕν τι συντείνειν, ἡ μία ἐστὶν αὐτῶν ἐπιστήμη τοῦ τε ὄντος καὶ τοῦ ἑνός, εἰ καὶ μή ἐστι γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε, οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει (ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς ἰδέας εἰσάγουσιν.2 οὐ γὰρ μόνων τῶν τοιούτων τῶν καθ’ ἓν οὕτω λεγομένων μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα φύσιν τό τε ὂν καὶ τὸ ἕν, τὸ ἴσως προσθείς, ἐπεὶ μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύναι, μηδέ τι πρὸς τὴν τοῦ προκειμένου κατασκευὴν συντελεῖ αὐτῷ τὸ μετὰ διατάσεως λαμβάνειν ὅτι ἔστι χωριστά.3

“因此,从这些情况来看,观照作为存在的存在显然亦属于一门科学。” 在说明了一切对立物在某种方式上被归约为一与多,并通过在《论善》第二卷中所作的将对立物归约于此的过程确证了这一点,并假定了对立物既是存在的事物的元素也是实体的元素之后,他说,从这些情况来看,关于作为存在的存在的观照显然亦属于一门科学。因为既然如自然哲学家们所说,一切存在的事物要么是对立物,要么由对立物构成(因为它们要么是诸本原,要么由诸本原产生,其中诸本原是对立物,其余事物由诸本原产生),而一切对立物又被归在一与多之下,且观照这些属于同一门科学(因为关于对立面的科学是同一的),那么关于一切存在事物的观照亦当属于一门科学;因为即使有些事物不具有对立物,正如实体所表现的那样,但它是从对立物构成的,那么由于对每一事物的认识取决于对其由之构成的事物的认识,对这些事物的认识就当存在于对其由之构成的对立物的认识之中。而对立物的诸本原是一与多;因此,凡观照一与多属于谁的职责,观照它们之下的一切事物亦属于此人的职责。而这些就是一切存在的事物;因为一切存在的事物要么是对立物,要么由对立物构成,且一切对立物都在一与多之下。并且他说,关于一与多的观照属于一门科学,无论它们之中的每一者是依单一意义而言的——即具有一个定义与单一本性,并作为它们之下其余事物的属而被述说——,抑或情况并非如此,而是如前所述且属实的那样,属于依多种方式而言的事物。因为即使一依多种方式而言而非依据单一本性,多亦同样如此,但无论如何其余的事物都关联于被首要且严格称为一者。而第一的一正如第一的存在一样是实体,第一的多亦在实体之中。在谈及一即使依多种方式而言之后,他说与依多种方式而言的一相对立的事物亦将处于同样的情况;因为在这些事物中,其余的事物亦将关联于首要之物而被述说。因为由于它们的关联指向一个本性,且从一个事物出发被述说,并趋向于某一个事物,存在与一的科学乃是一门的,即使它们既非属亦非同样普遍地述说一切存在的事物,另一方面亦非脱离此处事物的某种分离的本性、独立自存,正如那些引入理念的人所认为的那样,并不像属在它们所述说的事物中具有其存在那样(因为属不可脱离它们作为属的那些事物)。因为一门科学不仅属于以这种方式依单一意义而言的事物,而且亦属于依我们所言的方式依多种方式而言的事物。至于他在说存在与一或许并非某种分离的本性时加上了“或许”,是因为指明这一点并非他当前的论题,且以坚决的口吻主张它们是分离的,对其当前论题的论证也毫无助益。

语法注3 条
  1. 4.22κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ἡ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἔστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἔστι γνώσει εἴη ἂν ἡ γνῶσις τούτων.

    在κἂν γὰρ μὴ ἔχῃ... ἡ δὲ ἐξ ἐναντίων中,让步从句(“即使有些事物不具有对立物”)所附的比较分句 ὥσπερ δοκεῖ ἡ οὐσία 之后紧接阴性单数主格 ἡ δέ,回指 ἡ οὐσία 并省略系词(“但它[实体]是由对立物构成的”)。随后的定冠词与格不定词短语 τῷ... ἠρτῆσθαι 作原因状语,修饰主句的潜能希求语气谓语 εἴη ἂν ἡ γνῶσις τούτων。

  2. 4.22οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει (ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς ἰδέας εἰσάγουσιν.

    οὐχ ὥσπερ... ἀλλʼ... 构成了否定与肯定的对比结构,用以补充说明前文的 μηδὲ φύσεις τινὲς κεχωρισμέναι。它将理念论者所主张的分离界定为“并非如属在其所述说之物中具有存在(οὐχ ὥσπερ...),而是自身独立自存(ἀλλʼ αὐτὰ καθʼ αὑτὰ... ἔχοντα)”。分词 ἔχοντα 为中性复数主格,与主语(τό τε ὂν καὶ τὸ ἕν)一致。

  3. 4.22τὸ ἴσως προσθείς, ἐπεὶ μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύναι, μηδέ τι πρὸς τὴν τοῦ προκειμένου κατασκευὴν συντελεῖ αὐτῷ τὸ μετὰ διατάσεως λαμβάνειν ὅτι ἔστι χωριστά.

    τὸ ἴσως 是将副词用作引语性名词的宾格(“加上‘或许’这一用词”)。在由 ἐπεὶ 引导的原因从句中,并列了两个理由:一是 μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύναι(当前并非旨在证明此点),二是通过 μηδέ 连接的 τι... συντελεῖ αὐτῷ τὸ... λαμβάνειν(前述假设毫无助益)。后一分句的主语是冠词不定词短语 τὸ μετὰ διατάσεως λαμβάνειν,其宾语内容由 ὅτι 引导(ὅτι ἔστι χωριστά)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:262.20-263.22