- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:261.17-262.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》卷4第2章(1004b29)中“几乎所有人都同意实体由对立物组成”这一命题,亚历山大阐明了该论证的纲要(表明对存在的研究属于一门科学),结合早期思想家(毕达哥拉斯学派、巴门尼德、恩培多克勒等)的实例,疏解该论断如何与前述“归约为一与多”相结合来确立哲学家的研究职责。
" Τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι." Διὰ ταύτης τῆς ἐπιχειρήσεως ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐπιστήμης ἐστὶ τὸ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἂν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐναντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων· πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι· μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. καὶ τοῦτο μὲν τὸ τῆς ἐπιχειρήσεως κεφάλαιον. τὰ δὲ πρὸς τὴν λέξιν,1 τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσι σχεδὸν ἅπαντες ἐξ ἐναντίων συγκεῖσθαι, δεικτικὸν καὶ τοῦτό ἐστι τοῦ τῷ φιλοσόφῳ ἀνακεῖσθαι τὴν περὶ τῶν ἐναντίων θεωρίαν· οὐ μὴν ταὐτόν ἐστι τοῖς εἰρημένοις πρὸ αὐτοῦ πάντῃ, ἀλλ’ εἴη ἂν τὸ λεγόμενον νῦν ἤτοι ὅτι ἐπεὶ τοῦ φιλοσόφου ἡ περὶ τῆς οὐσίας θεωρία, ἥτις περιέχει καὶ τὸν περὶ τῶν ἀρχῶν λόγον, ἀρχαὶ δὲ τῆς οὐσίας καὶ στοιχεῖα ὑπὸ πάντων ὁμολογεῖται τὰ ἐναντία, εἴη ἂν καὶ διὰ τοῦτο ἀναγκαῖος ὁ περὶ τῶν ἐναντίων λόγος τῷ φιλοσόφῳ· εἰ γὰρ τὰ ὄντα ἐξ ἐναντίων σύγκειται, τὰ δὲ ἐναντία ἀνάγεται εἴς τε τὸ ἓν καὶ τὸ πλῆθος, τοῦ περὶ ἑνὸς καὶ πλήθους λέγοντος εἴη ἂν τὸ καὶ περὶ τῶν ἐναντίων λέγειν· λέγων γὰρ περὶ ἐναντίων λέγοι ἂν περὶ τῶν τοῦ ὄντος ἀρχῶν, εἰ δὲ περὶ τούτων, καὶ τοῦ ὄντος. ἢ δεικτικὸν τὸ λεγόμενον τοῦ τὸν περὶ τοῦ ὄντος θεωροῦντα καὶ περὶ τῶν ἐναντίων θεωρεῖν, εἴ γε δεῖ μὲν τὸν περὶ τοῦ ὄντος διαλαμβάνοντα περὶ τῶν στοιχείων τοῦ ὄντος διαλαμβάνειν, ἔστι δὲ αὐτοῦ στοιχεῖα τὰ ἐναντία. κατασκευάζων δὲ τοῦτο παρατίθεται τὰς τούτων δόξας οἳ τὰς ἀρχὰς ἐναντίας ἔθεντο· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, ὡς οἱ Πυθαγορικοί, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὡς οἱ μανώσει καὶ πυκνώσει τἆλλα γεννῶντες, ἢ ὡς Παρμενίδης πῦρ καὶ γῆν στοιχεῖα ποιῶν, οἱ δὲ πέρας καὶ ἄπειρον (εἶεν δ’ ἂν οὗτοι οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς θέμενοι), οἱ δὲ φιλίαν καὶ νεῖκος, ὡς Ἐμπεδοκλῆς. διά τε οὖν τὸ ἀρχὰς τῆς οὐσίας εἶναι τὰ ἐναντία καὶ διὰ τὸ πάντα μὲν τὰ ἐναντία ἀνάγεσθαι ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, φανερώτατα δὲ ταῦτα ἐν ταῖς ἀρχαῖς τίθεσθαι, προσήκοι ἂν τῷ φιλοσόφῳ ὁ περὶ αὐτῶν λόγος· τὸ μὲν γὰρ περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία. δύναται τὸ τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες ὡς ἑπόμενον ὂν τῷ καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος εἰρηκέναι·2 δεικτικὸν γὰρ τούτου τὸ καὶ πάντας τοὺς τὰ ὄντα καὶ τὴν οὐσίαν ἐξ ἐναντίων συγκεῖσθαι λέγοντας φανερῶς τοιαῦτα λαβεῖν ἐναντία ἃ ὑπὸ τὸ ἕν τε καὶ τὸ πλῆθός ἐστιν. διὰ δὲ τοῦ εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ Β Περὶ τἀγαθοῦ δεδειγμένα.
“而几乎所有人都一致同意,存在的事物与实体是由对立物组成的。” 通过这一论证,他一方面表明哲学家将谈论所有的对立物,因为一切都在一与多之下;另一方面,正如他通过随后补充的内容所说的那样,他也将确立观照作为存在的存在属于一门科学。因为如果如大多数人所认为的那样,存在的事物与诸实体是由对立物组成的,那么存在的事物的诸本原就将是对立的,而由它们产生的事物则由对立物组成;因此,所有的存在事物要么是对立物,要么由对立物组成。然而,认识对立物以及由它们产生的事物属于同一门科学;因此,对存在事物的普遍观照亦属于同一门科学。这是该论证的纲领。另一方面,就文句而言,“而几乎所有人都一致同意,存在的事物与实体是由对立物组成的”这一说法,也表明了关于对立物的观照归属于哲学家。当然,这与此前所说的话并非完全相同,而现在所说的可能意味着:要么是由于哲学家的观照关乎实体,而这种观照也包含关于诸本原的论述,且对立物被所有人一致承认为实体的本原与元素,所以正因如此,关于对立物的论述对哲学家而言也是必然的。因为如果存在的事物由对立物组成,而对立物又被归约为一与多,那么谈论一与多之人的职责,亦将是谈论对立物;因为他在谈论对立物时,谈论的将是存在的诸本原,而若谈论这些本原,谈论的也就是存在。要么现在所说的话表明了观照存在的人也观照对立物,倘若探讨存在的人确实必须探讨存在的元素,而它的元素正是对立物。在确立这一点时,他引证了那些将诸本原设定为对立物之人的学说:有些人设定了奇与偶,如毕达哥拉斯学派;另一些人设定了热与冷,如通过稀疏与凝聚产生其余事物的人,或如将火与土作为元素的巴门尼德;另一些人设定了定限与无定(这些人当是将一与不定双数置于诸本原之中的人);还有一些人设定了爱与争斗,如恩培多克勒。因此,既由于对立物是实体的本原,又由于一切对立物都被归在一与多之下,且这些最明显地被置于诸本原之中,关于它们的论述应当属于哲学家;因为奇、热、定限与爱处于一之下,而与这些相反的事物则处于多之下。也可以将“而几乎所有人都一致同意,存在的事物与实体是由对立物组成的”理解为是他紧随“且所有事物都被归约为存在与非存在,以及一与多”之后所说的话;因为所有主张存在的事物与实体由对立物组成的人,显然都采用了归在一与多之下的此类对立物,这一事实构成了对此的证明。而通过“因为对我们来说,假定这种归约已经确立”,他又将我们引回在《论善》第二卷中所证明的事项。
- 4.21τὰ δὲ πρὸς τὴν λέξιν
与前文“论证的纲领”(τὸ τῆς ἐπιχειρήσεως κεφάλαιον)相对比的副词性宾格(或省略结构)。它标志着在总结了整体论证骨架之后,转向对引文具体文句(λέξις)的细致考察。
- 4.21δύναται τὸ τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες ὡς ἑπόμενον ὂν τῷ καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος εἰρηκέναι
动词 δύναται 支配完成时不定词 εἰρηκέναι(可以非人称地理解为“可能[他]说了……”,或以亚里士多德为δύναται 的隐含主语)。带冠词的引用短语 τὸ "τὰ δ’ ὄντα..." 作 εἰρηκέναι 的直接宾语,分词短语 ὡς ἑπόμενον ὂν 则在性数格(中性单数宾格)上与其保持一致,表示“作为……的后续”。
