- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:260.21-261.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》卷伽马第2章(1004b25–27),论述辩证术的检验性与智术的表象性,继而通过分析所有对立物均可归约为存在与一(形式)以及非存在与多(缺乏),阐明研究全部对立物属于哲学家的固有职责。
" Ἔστι δὲ ἡ διαλεκτικὴ πειραστική." Περὶ ὧν, φησίν, ἡ φιλοσοφία ἐπιστήμην τε ἔχει καὶ γνῶσιν, περὶ τούτων τὴν διαλεκτικὴν πειραστικὴν καὶ δι’ ἐνδόξων ἐπιχειρητικὴν εἶναι· διὰ τοιούτων γὰρ ἡ πεῖρα· καὶ γὰρ πρὸς τὸ διελέγξαι πολλάκις τἀληθῆ χρῶνται τῇ πειραστικῇ, ὃ οὐ γίνεται δι’ ἀληθῶν τε καὶ ἀποδεικτικῶν, ἀλλὰ διὰ πιθανῶν τε καὶ ἐνδόξων. τὴν δὲ σοφιστικὴν φαινομένην φησίν, οὖσαν δὲ οὔ, ἤτοι διαλεκτικὴν φαινομένην, ὅτι ἐκ φαινομένων ἐνδόξων, ἢ φαινομένην σοφίαν, οὖσαν δ’ οὔ, εἴ γε ἐστὶν ἀπὸ φαινομένης σοφίας χρηματιστική.
“而辩证术是检验性的。” 他说,哲学对其拥有科学知识和认识的那些事项,辩证术对于它们则是检验性的,并且是通过通念来进行论难的;因为检验确实是通过此类事物进行的。因为事实上,为了反驳真实的事理,他们常常使用检验术,而这并不是通过真实且证明性的事物、而是通过具说服力且属通念的事物来实现的。并且他说,智术是表象的而非真实的;即要么是表象的辩证术,因为它出自表象的通念;要么是表象的智慧而非真实的智慧,倘若它确实是从表象的智慧中营利的。
"Ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις, καὶ ἅπαντα ἀνάγεται εἰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ εἰς τὸ ἓν καὶ πλῆθος." Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖός ἐστι τῷ φιλοσόφῳ· εἰ γὰρ πάντων τῶν ἐναντίων στέρησις ἡ ἑτέρα συστοιχία, ἡ δὲ ἑτέρα εἶδος (ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἰς τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις), οὗ περὶ τοῦ μὴ ὄντος, ὅ ἐστι στέρησις τοῦ ὄντος, καὶ περὶ τοῦ οὐχ ἑνὸς καὶ πλήθους, ὅ ἐστι στέρησις τοῦ ἑνός, θεωρεῖν, τούτου καὶ περὶ τῶν ἄλλων ἐναντίων.1 τοῦ μὲν οὖν τοῦ αὐτοῦ εἶναι τὸ περὶ τῶν ἐναντίων λέγειν δεικτικὸν τὸ στέρησιν2 εἶναι τὸ ἕτερον τῶν ἐναντίων, οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν, τοῦ δὲ περὶ πάντων τῶν ἐναντίων καθόλου τὸν φιλόσοφον ἐρεῖν δεικτικὸν πάλιν τὸ πάντα τὰ ἐναντία ἀνάγεσθαι εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· ὃ καὶ αὐτὸ ἅμα δεικτικόν ἐστι τοῦ τὸ ἕτερον τῶν ἐναντίων εἶναι στέρησιν. ὡς γὰρ ἀμφοτέρων τούτων δεικτικῷ ἐχρήσατο, τοῦ περὶ πάντων τῶν ἐναντίων ἐρεῖν τὸν φιλόσοφον καὶ τοῦ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι. δύνανται δὲ καὶ δύο ἐπιχειρήσεις τὸ εἰρημένον εἶναι τῶν αὐτῶν δεικτικαί, πρώτη μὲν ἡ ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις· εἰ γὰρ τοῦ αὐτοῦ αὐτά τε εἰδέναι καὶ τὰς στερήσεις αὐτῶν, οὗ περὶ τοῦ ἑτέρου μέρους τῶν ἐναντίων θεωρῆσαι τοῦ ὑπὸ τὸ ἕν, τούτου ἔσται καὶ τὸ περὶ τοῦ ἑτέρου, εἴ γε στέρησις ταῦτα ἐκείνων. δευτέρα δ’ ἂν ἐπιχείρησις εἴη καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· εἰ γὰρ πάντα τὰ ἐναντία ὑπὸ ταῦτα, οὗ περὶ τούτων, τούτου καὶ περὶ πάντων τῶν ἐναντίων θεωρεῖν.
“此外,对立物之中的一个系列是缺乏,且所有事物都被归约为存在与非存在,以及一与多。” 通过这些,他进一步确立了关于对立物的论述属于哲学家。因为如果在所有对立物中,一个系列是缺乏,而另一个系列是形式(因为所有对立物都被归在存在与非存在、以及一与多之下,在它们之中非存在与多是缺乏),那么观照非存在(它是存在的缺乏)以及非一和多(它是一的缺乏)属于谁的职责,观照其他对立物亦属于此人的职责。因此,表明谈论对立物属于同一个人的是对立物之一为缺乏这一事实(而认识固有状态属于谁,认识缺乏亦属于此人);另一方面,再次表明哲学家普遍地谈论所有对立物的是所有对立物都被归约为存在与非存在、以及一与多这一事实——这本身同时也表明了对立物之一是缺乏。因为他将此作为这两者的证明:即哲学家谈论所有的对立物,以及对立物之一是缺乏。并且所说的话也可以是表明相同结论的两个论证:第一个是“此外,对立物之中的一个系列是缺乏”;因为如果认识事物本身及其缺乏属于同一个人,那么观照对立物中处于一之下的那一部分属于谁,观照另一部分亦将属于此人,倘若这些确实是那些的缺乏。而第二个论证则是“且所有事物都被归约为存在与非存在,以及一与多”;因为如果所有的对立物都在这些之下,那么观照这些属于谁,观照所有的对立物亦属于此人。
- 4.20οὗ περὶ τοῦ μὴ ὄντος, ὅ ἐστι στέρησις τοῦ ὄντος, καὶ περὶ τοῦ οὐχ ἑνὸς καὶ πλήθους, ὅ ἐστι στέρησις τοῦ ἑνός, θεωρεῖν, τούτου καὶ περὶ τῶν ἄλλων ἐναντίων.
关系代名词属格 οὗ 与指示代名词属格 τούτου 构成呼应结构,省略了表示职责或分工的属格非人称结构中的系词 ἐστί(即“属于某人的职责/任务”)。应补充理解为:οὗ[ἐστι]θεωρεῖν ..., τούτου[ἐστὶ]καὶ περὶ τῶν ἄλλων ἐναντίων[θεωρεῖν]。后文中的“οὗ περὶ τούτων, τούτου καὶ περὶ πάντων τῶν ἐναντίων θεωρεῖν”亦为此种省略结构的平行重复。
- 4.20τοῦ μὲν οὖν τοῦ αὐτοῦ εἶναι τὸ περὶ τῶν ἐναντίων λέγειν δεικτικὸν τὸ στέρησιν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν
该句的骨干为倒置结构:“τὸ στέρησιν εἶναι τὸ ἕτερον τῶν ἐναντίων[主语带冠词不定式短语]δεικτικόν[表语形容词]τοῦ τοῦ αὐτοῦ εἶναι τὸ περὶ τῶν ἐναντίων λέγειν[所支配的属格带冠词不定式短语]”。句末的“οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν”是一个高度省略的插入分句,作为上述论证的前提,意为“认识固有状态(ἕξις)属于谁的职责,认识缺乏亦[属于此人]”。
