← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§259.23-260.20

哲学、辩证术与智术的区别

注解亚里士多德《形而上学》1004b17,阐明哲学、辩证术与智术虽都以“存在”为共同对象,却凭借能力样式(证明性还是检验性)与生活抉择(真知还是外象)而彼此区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Σημεῖον δέ· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφισταί "Καὶ διὰ τούτου δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἡ περὶ τῶν προειρημένων θεωρία, τοῦ ἴσου ὁμοίου ἀνίσου ἀνομοίου ἑτέρου ἐναντίου τῶν ἄλλων οἷα προείρηται· οἱ γὰρ σοφισταὶ καὶ οἱ διαλεκτικοὶ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα, καὶ περὶ ὧν οἱ φιλόσοφοι πραγματεύονται πειρώμενοι λέγειν, περὶ τούτων τὸν λόγον ποιοῦνται, δῆλον ὡς οἰκείων ὄντων τῷ φιλοσόφῳ. εἰπὼν δὲ τοὺς σοφιστὰς καὶ τοὺς διαλεκτικοὺς περὶ τούτων λέγειν ἃ οἰκεῖά ἐστι τοῖς φιλοσόφοις, τῷ ὑποδύεσθαι τὸ φιλοσοφίας ὄνομα, ἑξῆς πῶς τε ὑποδύονται καὶ κατὰ τί καὶ τίνι διαφέρουσι τοῦ τε φιλοσόφου καὶ ἀλλήλων λέγει. περὶ μὲν γὰρ τὸ αὐτὸ γένος στρέφεται καὶ ἡ σοφιστικὴ καὶ ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ· οὐ γὰρ ἴδιόν τι ἀφωρισμένον ἔχουσιν, ὡς ἡ γεωμετρία ἢ ἡ μουσική, ἀλλὰ περὶ τὸ ὂν πᾶσιν αὐτοῖς ἡ πραγματεία· ἀλλὰ διαφέρει τῆς μὲν τῷ τρόπῳ τῆς δυνάμεως, τῆς δὲ τοῦ βίου τῇ προαιρέσει. τὴν φιλοσοφίαν λέγει τῆς μὲν διαλεκτικῆς διαφέρειν τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι μὲν γὰρ περὶ τὸ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα, καὶ ἀμφότεραι συλλογιστικαί, ἀλλ’ ἡ μὲν τὴν δύναμιν ταύτην τὴν συλλογιστικὴν ἀποδεικτικὴν ἔχει τῶν ἀληθῶν, ἡ δὲ διαλεκτικὴ πειραστικὴ περὶ τῶν ἀληθῶν καὶ τοῦ ἐνδόξου συλλογιστική· διὸ καὶ εἰς ἑκάτερον ὁ διαλεκτικὸς ἐπιχειρεῖ, καὶ ἔστι περὶ ὧν ὁ φιλόσοφος ἀποδεικτικός τε καὶ ἐπιστήμων, περὶ τούτων ὁ διαλεκτικὸς πειραστικός, τουτέστι πεῖραν λαμβάνων τῶν προσποιουμένων αὐτὰ εἰδέναι, οὐκ εἰδότων δέ, ἥτις πεῖρα διὰ τῶν ἑπομένων τοῖς κατὰ τὰς ἐπιστήμας γινομένη, ἃ ἐνδέχεται εἰδέναι καὶ τοὺς οὐκ ἔχοντας αὐτῶν τὴν ἐπιστήμην, οὐκ ἤδη δείκνυσιν ἐπιστήμονα τὸν χρώμενον αὐτῇ.1 τῇ δὲ προαιρέσει οὐκ ἂν διαφέροι ὁ διαλεκτικὸς τοῦ φιλοσόφου, ἐφ’ ὅσον καὶ οὗτος ἐπ’ ὠφελείᾳ τῶν συνόντων τοὺς λόγους δοκεῖ ποιεῖσθαι, γυμνασίας χάριν πεῖραν αὐτῶν λαμβάνων, εἴτε ἐπιστήμην ἔχουσιν ὧν λέγουσιν εἴτε καὶ μή. τῆς δέ γε σοφιστικῆς τὴν φιλοσοφίαν διαφέρειν φησὶ τοῦ βίου τῇ προαιρέσει· τῷ μὲν γὰρ φιλοσόφῳ τὸ εἶναι ἐπιστήμονι τούτων ἃ οἰκεῖά ἐστιν αὐτῷ πρόκειται, τῷ δὲ σοφιστῇ τὸ φαίνεσθαι· φαινομένη γάρ τις σοφία ἡ σοφιστικὴ ἀλλ’ οὐκ οὖσα. ἕπεται δὲ αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει τὸ καὶ τῷ τρόπῳ τῆς δυνάμεως διαφέρειν αὐτῆς τε καὶ τῆς διαλεκτικῆς.2 οὐδὲ γὰρ συλλογιστικὸς οὗτος, ἀλλὰ καὶ ἐν τούτοις τὸ φαίνεσθαι μᾶλλον τοῦ ἀληθοῦς μέτεισιν.

“而证据是:因为辩证家们和智者们”而且通过这一点,他表明对于前述事项的观照——即对于相等、相似、不相等、不相似、相异、相反以及如前所述的其他诸如此类事物的观照——属于哲学家。因为智者们与辩证家们冒用哲学家的名号,并试图谈论哲学家们所探讨的事项,因而针对这些事物展开论述,显然是因为它们对于哲学家是特有的。 在说明了智者们与辩证家们通过冒用哲学的名号来谈论属于哲学家的这些事物之后,他接下来论述了他们是如何冒用的、在何种方面,以及凭借什么而既区别于哲学家又彼此相异。 因为智术与辩证术确实都与哲学围绕着同一属旋转;因为它们不像几何学或音乐那样具有某种限定的特有对象,相反,对于他们所有人而言,探讨都是关于存在的;但[哲学]与一方在能力的样式上不同,与另一方在生活的抉择上不同。他说哲学与辩证术在能力的样式上不同。 因为二者都关于存在及属于它的属性,且二者都是推论性的,但前者将这种推论能力作为对真理之物的证明性能力而具备,而辩证术对于真理之物则是检验性的,且是推论通念的。因此辩证家亦向[肯定与否定的]两方进行论难;关于哲学家具有证明性且具备科学知识的事项,关于这些事项辩证家是检验性的,即考察那些声称知道这些事物却并不真正知道的人;这种检验是通过伴随诸学问之下事物的情状而产生的,即使不具备这些学问的人亦有可能了解这些情状,它并不立即表明使用它的人具备科学知识。 然而在抉择上,辩证家不会区别于哲学家,只要他看起来也是为了同伴的益处而展开论述,为了锻炼而考察他们是否对自己所说的事物具有科学知识。 但是他说,哲学与智术在生活的抉择上不同;因为对于哲学家而言,旨在成为对其特有之物的科学知识具备者,而对于智者而言,则旨在显得如此;因为智术是一种显现出的智慧,而非真实的智慧。随其在生活的抉择上相异而来的是,它与[哲学]本身及辩证术在能力的样式上亦有所不同。因为智者甚至不是推论性的,而在这些方面亦追求显现而非真理。

语法注2 条
  1. 4.18ἥτις πεῖρα διὰ τῶν ἑπομένων τοῖς κατὰ τὰς ἐπιστήμας γινομένη, ἃ ἐνδέχεται εἰδέναι καὶ τοὺς οὐκ ἔχοντας αὐτῶν τὴν ἐπιστήμην, οὐκ ἤδη δείκνυσιν ἐπιστήμονα τὸν χρώμενον αὐτῇ.

    ἥτις πεῖρα 作为主语,主要动词为 οὐκ ἤδη δείκνυσιν。中间插入的关系从句 ἣ ἐνδέχεται... 可以按文意理解为指向前面的 διὰ τῶν ἑπομένων(中性复数,关系代词受阴性名词 πεῖρα 吸引变为阴性单数),或指涉检验本身。句子骨架为:“这一通过诸科学伴随情状而产生的检验……并不直接表明使用它的人具有科学知识”。

  2. 4.18ἕπεται δὲ αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει τὸ καὶ τῷ τρόπῳ τῆς δυνάμεως διαφέρειν αὐτῆς τε καὶ τῆς διαλεκτικῆς.

    动词 ἕπεται 的语法主语是带冠词不定式短语 τὸ ... διαφέρειν,而与格短语 αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει 是其补足语。与格代词 αὐτῇ 指前一句中的智术(ἡ σοφιστική),而不定式短语内部的属格 αὐτῆς 则指作为比较主体的哲学(ἡ φιλοσοφία)。全句意为:“随智术在生活抉择上相异而来的是,它在能力样式上亦不同于哲学本身与辩证术”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:259.23-260.20