← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§258.25-259.22

批判智者学派与考察存在的固有情状

亚历山大指出,亚里士多德所批评的智者之所以犯错,是因为他们出于论争目的仅探讨相反性等情状而忽视了实体;接着他阐明,正如算术和几何学等专门科学考察属于其基质的特有情状一样,哲学家考察作为存在的存在的特有情状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16

" Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι." Λέγει δὲ περὶ τῶν σοφιστῶν, οἳ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα περὶ τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν πλεοναχῶς λεγομένων καὶ τῶν συμβεβηκότων καὶ τῶν τοιούτων ἡ πᾶσα αὐτοῖς πραγματεία, οἷς πρὸς τὰ σοφίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρακρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον (οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις, οὓς ὑποδύονται), ἀλλ’ ὅτι1 περὶ μόνων τούτων καὶ προηγουμένως ὁ λόγος αὐτοῖς γίγνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη, παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσοφος καὶ περὶ ἐκείνων λέγει τῷ ταύτης τι αὐτὰ εἶναι,2 οὐδένα λόγον ποιοῦνται οὐδὲ ἴσασί τι περὶ αὐτῆς. διὸ οὐδὲ φιλόσοφοι ἔτι, σοφισταὶ δέ· καὶ γὰρ οὐδὲ οἷόν τε μηδὲν ἐπαΐοντας περὶ τῆς οὐσίας περὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ἐπιστημονικῶς τε καὶ πρὸς ἀλήθειαν λέγειν· διὸ οὕτως λέγουσιν.

“而考察它们的人在此方面并没有错。” 他是关于智者们而言的,这些智者冒用哲学家的名号,却关于实体(关于它,论述对哲学家而言是最为特有且首要的)不做任何论述,而他们的全部探究乃是关于相反者、对立者、多重述说者、偶性及诸如此类的事物,他们将这些用于诡辩和争辩,欺骗与他们对话的人。 他责备他们,并非因为谈论这些事物好像不属于哲学家(因为关于这些事物的论述亦属于他们所冒用的哲学家),而是因为他们的论述仅仅且首要地是关于这些事物,而关于实体——它是第一位的,那些事物亦由于它而具有存在,并且因它,哲学家由于它们是此实体的某种属性而也谈论它们——他们却不做任何论述,对它也一无所知。 因此他们不再是哲学家,而是智者;因为确实,对实体一无所知的人不可能科学地且合乎真理地谈论属于实体的属性;因此他们才以这种方式谈论。

§4.17

"Ἐπεὶ ὥσπερ ἐστὶ καὶ ἀριθμοῦ ᾗ ἀριθμὸς ἴδια πάθη." Ἔτι τὸ αὐτὸ ἐπεξεργάζεται, δεικνὺς ὅτι τῷ φιλοσόφῳ τὸ περὶ τῶν προειρημένων λέγειν οἰκεῖον· οἰκεῖα γὰρ πάθη καὶ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ταῦτα ᾗ ὄν, ἑκάστῃ δὲ ἐπιστήμῃ ἴδιον τὸ τὰ οἰκεῖα καὶ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ γένει, περὶ ὃ ἡ ἐπιστήμη, σκοπεῖν. οὕτως γὰρ ἐπὶ ἀριθμητικῆς μὲν τὸ τὰ ἴδια τῶν ἀριθμῶν πάθη καὶ οἰκεῖα αὐτῶν περὶ ὃ καταγίνεται θεωρεῖν· ταῦτα δέ ἐστι τὸ περιττὸν τὸ ἄρτιον, συμμετρία ἡ ἐν ἀριθμοῖς καὶ ἰσότης, ὑπεροχὴ καὶ ἔλλειψις, ὧν τὰ μὲν καθ’ αὑτοὺς ὑπάρχει τοῖς ἀριθμοῖς, ὡς τὸ περιττὸν καὶ ἄρτιον, τὰ δὲ πρὸς ἀλλήλους, ὡς τὸ ἕτερον τούτων3 (διαφέρουσι γὰρ οἱ ἄρτιοι ἀριθμοὶ τῶν περιττῶν), ἔτι καὶ τὸ σύμμετρον καὶ τὸ ἴσον, ὑπεροχή τε καὶ ἔλλειψις. ὁμοίως καὶ γεωμετρίας τὸ τὰ ταῖς γραμμαῖς ὑπάρχοντα εἰδέναι καὶ τὰ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν· ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα τοῖς στερεοῖς, καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεομετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ καὶ τοῖς βάρος οὐκ ἔχουσιν, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, ἄλλα δὲ τῷ κυκλοφορικῷ τῷ πέμπτῳ σώματι, ὃ κινεῖται μὲν οὔτε δὲ βάρος οὔτε κουφότητα ἔχει. ὡς οὖν τούτων ἑκάστῳ ἔστι τινὰ οἰκείως ὑπάρχοντα, οὕτως ἔστι τινὰ οἰκεῖα καὶ τοῦ ὄντος ᾗ ὄν, οὐκ ἀφωρισμένου τινὸς γένους τῶν ὑπὸ τὸ ὄν, ἀλλ’ ἐν πᾶσιν ὡρισμένα ὄντα τοῖς οὖσι, περὶ ὧν ὁ θεωρητικὸς φιλόσοφος.

“因为正如数作为数亦有其特有的情状。” 他进一步阐述同一论点,指明谈论前述事项对哲学家而言是特有的;因为这些乃是作为存在的存在的特有情状和自身属性,而考察特属于且自身属于该知识所探讨的基质之属的属性,乃是每一门知识的特有之事。 因为在算术中,观照数的特有情状以及它所从事研究之物的固有属性正是如此;这些乃是奇、偶、数中的可通约性与相等、过量与不及,其中有些乃是就其自身而言属于数(例如奇与偶),另一些则是彼此相对而言属于数(例如它们之间的相异性——因为偶数区别于奇数——以及可通约者、相等者、过量与不及)。 同样,在几何学中,认识属于线的事物以及属于平面和图形的事物亦是如此;因为这些亦有其特有的某些属性,而在立体中又有其他属性,在这些之中,有些属于不动之物(立体几何学探讨它们),另一些则属于运动之物(天文学与自然学探讨它们)。 但在运动之物中,有些属于具有重量之物(如土和水),另一些亦属于不具重量之物(正如轻的物体,火与气),还有一些属于作圆周运动的第五种物体(它虽运动,但既无重量亦无轻浮性)。 因此,正如对于这些之中的每一项都有特有地属于它们的某些事物,对于作为存在的存在亦有某些特有属性,它们不属于存在之下的某个特定限定之属,而是在一切存在者中都有所规定的;理论哲学家所探讨的正是这些事物。

语法注3 条
  1. 4.16αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον ... ἀλλ’ ὅτι

    动词 αἰτιᾶται 支配表示人的属格 αὐτῶν,而责备的依据与内容则通过带冠词不定式宾格短语 οὐ τὸ ... λέγειν 与原因从句 ἀλλ' ὅτι ... 形成对比连接。该句式表明,受到责备的并非“谈论这些事物本身”,而是“仅仅谈论它们却忽略了实体”。

  2. 4.16τῷ ταύτης τι αὐτὰ εἶναι

    带有冠词与格 τῷ 的不定式短语 τῷ ... εἶναι 表原因(“因它们是此物的某种属性”)。不定式的逻辑主语是宾格 αὐτά(指前文中的相反者、偶性等),ταύτης(实体)是属格,修饰表语 τι(某种东西),表示所属关系。

  3. 4.17ὡς τὸ ἕτερον τούτων

    短语 τὸ ἕτερον τούτων 指前文“奇与偶”之间的相对情状,意为“这些[奇与偶]的相异性”。紧随其后的原因从句(διαφέρουσι γὰρ οἱ ἄρτιοι ἀριθμοὶ τῶν περιττῶν)解释了其具体内容,以此作为数彼此相对而言所具备的属性的例证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:258.25-259.22