- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:257.17-258.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德在1004b1提出的质问,论证了考察实体及其偶性、同一性与相反性等普遍规定并不属于任何个别学科(如几何学或物理学),而完全特属于探讨作为存在的存在与一的第一哲学(普遍哲学)。
" Εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἐστιν ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος." Ὅτι τοῦ φιλοσόφου ἥ τε περὶ τῆς οὐσίας θεωρία καὶ περὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ὁμοίως δὲ καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὅσα καθόλου περὶ ἐναντίων ζητεῖται, δείκνυσι καὶ ἐκ τοῦ μηδεμιᾶς ἄλλης ἐπιστήμης οἰκεῖον εἶναι τὸν περὶ τούτων λόγον· οὐδὲ γὰρ γεωμέτρου οὔτε μουσικοῦ οὔτ’ ἄλλου τινὸς ἐπιστήμην ἔχοντός τινα ἄλλην παρὰ τὴν τοῦ ὄντος ᾗ ὄν, τὸ διαλαβεῖν καὶ ἰδεῖν1 πότερον ταὐτόν ἐστιν ἡ οὐσία ἁπλῶς λαμβανομένη καὶ μετά τινος συμβεβηκότος ἢ ἕτερον, οἷον ὁ Σωκράτης αὐτός τε καθ’ αὑτὸν ληφθεὶς καὶ μετά τινος τῶν συμβεβηκότων, οἷον τοῦ καθῆσθαι· οὐ γὰρ ἁπλῶς ταὐτόν, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, κατὰ δὲ τὸν λόγον οὐ ταὐτόν. ἀλλ’ οὐδὲ τὸ εἰδέναι ὅτι ἓν ἑνί ἐστιν ἐναντίον ἄλλης ἐπιστήμης ἐστὶν ἴδιον. ἀλλ’ οὐδὲ τί ποτέ ἐστι τὸ ἐναντίον, καὶ πότερον ἐν ποιότητι μόνῃ ἢ καὶ ἐν οὐσίᾳ ἐστὶν ἡ ἐναντιότης καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν· ἀλλ’ οὐδὲ τίνες τοῦ ἐναντίου διαφοραί, ὅτι φέρε εἰπεῖν τὰ μὲν ἄμεσα αὐτῶν τὰ δὲ ἔμμεσα, καὶ ὅτι τὸ μεταξὺ μίξει τῶν ἄκρων, καὶ ὅτι τῶν μεταξὺ τὰ μὲν ὠνόμασται τὰ δὲ τῇ τῶν ἄκρων ἀποφάσει δηλοῦται, καὶ τίνι διαφέρει τῶν ἄλλων ἀντικειμένων τὰ ἐναντία. ὁμοίως δὲ οὐδὲ τὰ ἀντικείμενα ποσαχῶς λέγεται τὸ διελέσθαι ἄλλου τινός ἐστι παρὰ τὸν φιλόσοφον. δείξας δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ περὶ τούτων τε καὶ τῶν τοιούτων θεωρεῖν, ἑξῆς ἐπήνεγκε λέγων ἐπεὶ οὖν τοῦ ἑνὸς ᾗ ἓν καὶ τοῦ ὄντος ᾗ ὂν ταῦτα καθ’ αὑτά ἐστι πάθη, ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἢ γραμμαὶ ἢ πῦρ, δῆλον ὡς ἐκείνης τῆς ἐπιστήμης καὶ τί ἐστι γνωρίσαι καὶ τὰ συμβεβηκότα αὐτοῖς, δεικνὺς διὰ τούτων ὅτι οὐκ ἄλλης μὲν ἡ περὶ τοῦ ἑνός τε καὶ ὄντος καὶ τῶν ὑπ’ αὐτὰ θεωρία, τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἄλλης δὲ περὶ τῶν τούτοις καθ’ αὑτὰ ὑπαρχόντων ἀποδεικνύναι περὶ ὧν προειρήκαμεν· τῆς γὰρ αὐτῆς ὥσπερ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν τό τε ὑποκείμενον γνωρίζειν καὶ τίνα ἐστὶν αὐτῷ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνύναι, οὕτω καὶ ἐπὶ τῆς τοῦ ὄντος. κεῖται γὰρ ὅτι τοῦ φιλοσόφου ἐστὶν ἡ περὶ τοῦ ὄντος ᾗ ὂν γνῶσις καὶ τῶν τούτῳ ὑπαρχόντων καθ’ αὑτό, ἐδείχθη δὲ καὶ τὸ ἓν ταὐτὸν ὂν τῷ ὄντι· καὶ ἡ περὶ τοῦ ἑνὸς οὖν θεωρία καὶ τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων ὁμοίως τοῦ φιλοσόφου ὡς καὶ ἡ περὶ τοῦ ὄντος. τὰ δὲ προειρημένα ὅτι καθ’ αὑτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη, ἔδειξε διὰ τοῦ εἰπεῖν ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἢ γραμμαὶ ἢ πῦρ· εἰ γάρ τινι τούτων καθ’ αὑτὸ ὑπῆρχέ τι τούτων,2 κατὰ συμβεβηκός τε ἂν ἦν τῷ ὄντι ὑπάρχον, καὶ οὐκ ἂν ἄλλῳ τινὶ ὑπῆρχεν οὐδὲ κοινῶς· διὸ οὐκέτ’ ἂν τοῦ φιλοσόφου οἰκεία ἡ περὶ αὐτῶν ἦν θεωρία, ἀλλ’ εἰ μὲν τοῖς ἀριθμοῖς ὑπῆρχε, τῆς ἀριθμητικῆς, εἰ δὲ γραμμαῖς, γεωμετρίας, εἰ δὲ πυρί, τῆς φυσικῆς. ἐπεὶ δὲ μηδενὶ ἀφωρισμένως τῶν ὄντων, τῷ ὄντι ἂν ᾗ ὂν ὑπάρχοι καθ’ αὑτό, ὥστε τῆς περὶ τὸ ὂν πραγματευομένης ἐπιστήμης καὶ ἡ τούτων γνῶσις οἰκεία καὶ τῶν τούτοις συμβεβηκότων, ὡς τοῖς ἐναντίοις τὸ ἔμμεσον τὸ ἄμεσον. ἔστι δὲ αὕτη ἡ καθόλου τε καὶ κοινὴ φιλοσοφία.
“因为如果不属于哲学家,那么谁是将考察苏格拉底与坐着的苏格拉底是否为同一的那个人呢?” 关于实体的观照以及关于实体的偶性的观照,同样关于同一与他者以及凡普遍地关于相反者所探讨的事项,都属于哲学家,这一点他亦从“关于这些事项的论述并不属于任何其他知识所特有”这一事实中指明。因为既不属于几何学家,亦不属于音乐家,也不属于拥有除了作为存在的存在的知识之外的某种其他知识的任何其他人去区分并辨明:单纯被把握的实体与连同某种偶性[一起被把握的实体]究竟是同一还是他者——例如就苏格拉底自身而言被把握的苏格拉底,与连同其偶性之一(例如坐着)[一起被把握的苏格拉底](因为它们并非单纯同一,而是就基质而言为同一,就定义而言却非同一)。然而知道一个事物与一个事物相反,亦非其他知识所特有。而且相反者究竟是什么,以及相反性是仅存在于性质中,还是亦存在于实体中以及其他诸属的每一项中[,知道这些亦非其他知识所特有]。此外,相反者的诸差异是什么——例如可以说它们之中有些是无中介的,有些是有中介的,以及中介者乃是由于两极端的混合,在中介者之中有些已被命名,有些则通过两极端的否定而被表明,以及相反者以何区别于其他对立者[,知道这些亦非其他知识所特有]。同样,区分对立者按多少种方式被述说,亦不属于哲学家之外的任何其他人。在指明了观照这些以及诸如此类的事项属于哲学家之后,他接着补充道:“既然这些事物是作为一的一以及作为存在的存在的自身情状,而不是作为数或线或火,显然,认识它们是什么以及属于它们的偶性,亦属于那一门知识”,从而通过这些话指明:关于一与存在以及它们之下的诸事物(它们之中的每一项究竟是什么)的观照属于一门知识,而就属于这些事物的自身属性进行论证(关于这些我们前文已经谈过)属于另一门知识,这种情况并不存在;因为正如在其他诸门知识中,认识基质并论证哪些是属于它的自身属性乃属于同一门知识,在关于存在的知识中亦是如此。因为既已设定,关于作为存在的存在以及自身属于该事物的诸属性的知识属于哲学家,而且一亦已被证明与存在是同一的;因此,关于一以及自身属于它的诸属性的观照,正如关于存在的观照一样,同样属于哲学家。至于前述的事项乃是作为存在的存在的自身情状,他通过说“而不是作为数或线或火”而指明了这一点。因为如果这些[情状]之中的某物自身属于那些[特定事物]之中的某物,它就会是偶性地属于存在,且不会属于任何其他事物,亦不会共通地属于;因此关于它们的观照就将不再特属于哲学家,而是如果属于数,就将特属于算术,如果属于线,就特属于几何学,如果属于火,就特属于自然学。然而既然它并不限定性地属于存在者中的任何一个,它就应当自身属于作为存在的存在;因此关于这些事物的知识,以及关于属于这些事物的偶性(例如对于相反者而言的中介者与无中介者)的知识,都特属于探讨存在的那门知识。而这就是普遍且共通的哲学。
- 4.15οὐδὲ γὰρ γεωμέτρου οὔτε μουσικοῦ οὔτ’ ἄλλου τινὸς ἐπιστήμην ἔχοντός τινα ἄλλην παρὰ τὴν τοῦ ὄντος ᾗ ὄν, τὸ διαλαβεῖν καὶ ἰδεῖν
此处为属格表从属/本分的述谓属格结构(γεωμέτρου 等词省略了系动词 ἐστίν,意为“属于……的职分”),冠词引导的不定式短语 τὸ διαλαβεῖν καὶ ἰδεῖν 作句子的真正主语。其后由 ἀλλ’ οὐδὲ τὸ εἰδέναι 和 ἀλλ’ οὐδὲ τί ποτέ ἐστι... 引出的各从属成分亦平行地充当主语要素,承接同一谓语结构(“不特属于其他学科”)。
- 4.15εἰ γάρ τινι τούτων καθ’ αὑτὸ ὑπῆρχέ τι τούτων
辨析同一从句中两次出现的指示代词属格 τούτων 的不同指涉是理解关键:前一个(τινι τούτων,“在这些[特定事物]之中的某物”)指代前文紧接提及的“数、线或火”(具体的特定存在者),而后一个(τι τούτων,“这些[情状]之中的某物”)则指代所探讨的“相反性、同一性等普遍情状”。
