← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§256.19-257.16

向第一实体的各种参照方式与难题的解决

注解亚里士多德《形而上学》1004a30,详细解释偶性及相反概念(如同一、他者等)是通过何种方式(内在、实现活动、情状、关系)参照于第一实体,并指出这解决了解释在第二卷(B卷)中提出的关于单一门知识是否考察实体及其偶性的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14

" Τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ κατ’ ἄλλους λέγεται τοιούτους τρόπους." Εὑρόντας φησὶ τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον † μεταλαβεῖν ἐν πόσοις ἐστὶ καὶ ἄλλοις τοῦτο πρὸς τὸ κυρίως λεγόμενον, οὕτως φησὶ χρῆναι δεῖν1 τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι τῶν καθ’ ὧν καὶ αὐτῶν λέγεται. καὶ προσυπογράφει γε ἡμῖν καὶ τὸν τρόπον τῆς εὑρέσεως τῆς κατὰ τὴν διαίρεσιν αὐτῶν· τῶν γὰρ ἄλλων ἕκαστον τὸ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἓν ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι·2 τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβεβηκότων αὐτῇ, ὡς τὸ ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ ἐστίν. οὕτω δὲ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, τό τε ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἐν οὐσίᾳ εἶδος, ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνο ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὑπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τε καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι περί τε τούτων ἃ ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τῆς οὐσίας ἡ πραγματεία τῷ φιλοσόφῳ, καὶ περὶ τούτων ἄρα τοῦ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπορηθεισῶν ἐν τῷ δευτέρῳ, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, καὶ τῶν οἷς εἶπε χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία, ταὐτὸν ἕτερον καὶ τὰ ἄλλα ἃ φθάνομεν εἰρηκότες.

“因为有些事物是由于具有那些事物而被述说的,有些是由于产生,而另一些则是根据其他诸如此类的方式而被述说的。” 他说,在发现了这其中每一项的原初意义之后,把握这一事物相对于原初被述说者存在于多少其他事物之中,应当如此将它们自身亦被述及的其他事物向[原初被述说者]进行参照。而且他还为我们预先描摹了根据它们之区分而进行发现的方式;因为在其他事物之中,每一项或者因具有原初被述说者——无论是存在还是一、同一或是其他某种事物——自身亦被如此述说。“具有”亦可能代替“被具有”而被言说;因为由于被原初意义上的存在与一(即实体)所保持且存在于其中,属于实体的每一偶性都被称为存在与一,例如数量、性质以及凡同样存在于实体之中的事物。而同一与他者、相似与不相似、相等与不等以及其他事物,当被述及它们时,亦将处于同样的状况;因为同一原初是在实体上,同样,同等乃是根据实体中的形式,但它亦将在凡具有对那一事物的相似性的其他事物上被述说。因此,有些事物将因被那一事物所保持而被如此述说,而另一些事物则因作为那一事物的某些实现活动[而被述说];因为实体的诸实现活动之中的每一项都是存在与一,乃由于实体正是产生它们者。同样,其他事物又因作为实体的情状而被述说为存在,另一些事物则因作为关系。正如它们之中的每一项接纳存在那样,〔它〕亦如此〔接纳〕一者以及在一者之下的每一事物。在指明了这些事物是如何作为从单一者而来且朝向单一者而被述说之后,他补充说,拥有关于这些从实体获得其存在的诸事物以及关于实体的知识,乃属于同一门[知识]。然而关于实体的探讨原属于哲学家,因此论及这些事物亦属于哲学家。在说了这些并表明拥有关于一切存在者的知识属于哲学家之后,他指出,通过已被证明的事理,在第二卷中所提出的诸难题之中的一个得到了解决;关于那一难题,他曾困惑于:考察实体与实体的偶性,以及考察他说过辩证法根据通行意见所使用的那些事物——即相反者、同一、他者以及我们前文已经提到的其他事物——究竟属于单一的一门知识还是多门知识。

语法注2 条
  1. 4.14χρῆναι δεῖν

    表示义务的两个无人称动词的不定式 χρῆναι 与 δεῖν 并列出现。这是一种赘语结构(pleonasm),在句法上充当表达“必须/应当”之强义务意义的单一谓词。

  2. 4.14δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι

    这一注释指出主动不定式 τὸ ἔχειν 可以被理解为替代了被动或中间语态的 ἔχεσθαι(“被保持/从属于”)。亚历山大指出,亚里士多德正文中的 τῷ ἔχειν(“由于具有”)不仅可以理解为主语具有实体的主动关系,亦可理解为偶性被实体所保持的被动关系(ἔχεσθαι ὑπὸ τῆς οὐσίας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:256.19-257.16