- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:255.3-256.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德在1004a22处的论述——既然一者是以多种方式被述说的,其从属的种(同一、同等、相等)亦是以多种方式被述说的——进行注解,解释了尽管这些概念具有多义性,但由于它们皆朝向实体这一核心(πρὸς ἕν)而具有参照关系,因而统一归属于单一门知识(第一哲学)。
" Ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, καὶ ταῦτα πολλαχῶς μὲν λεχθήσεται." Τὰ εἴδη, φησί, τοῦ1 ἑνός, τουτέστι τὰ ὑπὸ τὸ ἕν (ἦν δὲ ταῦτα τὸ ταὐτὸν καὶ τὸ ὅμοιον, τὸ ἴσον καὶ ὅσα τοιαῦτα), πολλαχῶς ῥηθήσεται, ὥσπερ καὶ τὸ ἓν ᾧ ὑποτέτακται. ἓν γὰρ καὶ τούτων ἕκαστον (καὶ γὰρ ἕν τι γένος ἕξει), τὸ δὲ ἓν τοσαυταχῶς ὁσαχῶς καὶ τὸ ὄν· καὶ τούτων δὴ ἕκαστόν φησι πολλαχῶς λέγεσθαι, ὡς καὶ τὸ ἕν. οὐ μὴν ἐπεὶ πολλαχῶς λέγεται, καὶ τὸ μὲν κυρίως ταὐτὸν ἐν οὐσίᾳ καὶ τὸ κυρίως ὅμοιον καὶ τὸ κυρίως ἴσον, ἔστι δὲ ἕκαστον αὐτῶν καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης τὸ καθ’ ἕκαστον αὐτῶν γένος τοῦ ὄντος θεωρεῖν, ἀλλὰ μιᾶς·2 οὐ γὰρ πάντα τὰ πολλαχῶς λεγόμενα ὑπὸ ἑτέρας καὶ διαφόρους ἐπιστήμας τέτακται, ἀλλὰ ταῦτα μόνα τῶν πολλαχῶς λεγομένων, ὅσων μήτε ἀφ’ ἑνός τινος ἠρτημένοι εἰσὶν οἱ λόγοι μήτε ἐπί τι ἓν ἀναφέρονται, ἀφ’ ἑνὸς μέν, ὡς ἐπὶ τῶν ἰατρικῶν ἐδείχθη (ἀπὸ γὰρ τῆς τοῦ ἰατρικοῦ χρήσεως τὰ ἰατρικά), πρὸς ἓν δὲ τὰ ὑγιεινά· ἐπὶ γὰρ τὸν τῆς ὑγιείας λόγον πάντων τῶν ὑγιεινῶν ἡ ἀναφορά, διὸ καὶ ἔστι μιᾶς ἐπιστήμης ἡ γνῶσις αὐτῶν. δύναταί τις ἀκούειν τοῦ ἀλλ’ εἰ μήτε καθ’ ἓν ὡς εἰρημένου, ἀλλ’ εἰ μήτε ὑφ’ ἓν γένος καὶ μίαν φύσιν μήτε πρὸς ἕν, ἀλλ’ ὡς τὰ ὁμώνυμα,3 καὶ τὰ γένη κοινότερον λέγων πολλαχῶς λέγεσθαι, ὡς καὶ ἐν Κατηγορίαις περὶ ποιότητος λέγων εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων”. ὡς δὲ ἐπὶ τούτων μιᾶς ἐπιστήμης, οὕτω καὶ ἐπὶ τῶν προκειμένων, περὶ ὧν ὁ λόγος, ταὐτοῦ ὁμοίου ἴσου, μιᾶς ἐπιστήμης θεωρεῖν· πάντα γὰρ ταῦτα πρὸς ἕν τι τὴν ἀναφορὰν ἔχει. τὸ γὰρ πρῶτον καὶ κυρίως τοιοῦτον τῶν καθ’ ὧν κατηγορεῖται, οἷον πάντα καθ’ ὧν τὸ ὂν πρὸς τὸ πρῶτον τῶν ὄντων, τοῦτο δέ ἐστιν ἡ οὐσία· καὶ πάντα καθ’ ὧν τὸ ἓν πρὸς τὸ πρῶτον ἓν καὶ κυρίως ἕν, ὅ ἐστιν ἡ οὐσία. ὁμοίως καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου· καὶ γὰρ καθ’ ὧν ταῦτα, καὶ τούτοις ἡ ἀναφορὰ ἐπὶ τὴν οὐσίαν· ἐν ἐκείνῃ γὰρ κυρίως τὸ ταὐτὸν καὶ τὸ ἕτερον. εἰπὼν δὲ περὶ ταὐτοῦ καὶ ἑτέρου προσέθηκε τὸ καὶ τῶν ἐναντίων, ἴσον λέγων τῷ καὶ τῶν ἄλλων ἐναντίων, παραιτούμενος ἐξαρίθμησιν πάντων τῶν ἐναντίων ποιεῖσθαι τῶν ὑπὸ τὸ ἕν· ταῦτα δὲ ἦν ὅμοιον ἀνόμοιον, ἴσον ἄνισον, τἆλλα ὅσα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. ὥστε ἐπεὶ καὶ ταῦτα τῷ ὄντι ὁμοίως τῶν πλεοναχῶς λεγομένων, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, χρὴ διαιρουμένους καὶ λαμβάνοντας καθ’ ἕκαστον αὐτῶν τὸ κυρίως τοιοῦτον τἆλλα δεικνύναι κατὰ τί ἀπ’ ἐκείνου καὶ ταῦτα οὕτω λέγεται, οἷον καθ’ ὅσων τὸ ταὐτὸν κατηγορεῖται λαβόντας πρὸς τὸ κυρίως ταὐτόν, τουτέστι τὸ ἐν οὐσίᾳ, τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι, δεικνύντας τῷ τί ἐκείνου εἶναι καὶ τούτων ἕκαστον ταὐτὸν λέγεται· πάλιν τὸ ἕτερον, εἶτα τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὰ ἄλλα οὕτως. τὸ δὲ οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται εἶπεν ἀντὶ τοῦ πῶς ἕκαστον τῶν καθ’ ἑκάστην κατηγορίαν οὕτως λεγομένων προσκατηγορούμενον πρὸς τὸ πρῶτον καὶ κυρίως τοιοῦτον λεγόμενον ἔχει, ὅ ἐστι τὸ ἐν τῇ οὐσίᾳ, καὶ πῶς ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ πρῶτον τῶν ὑπὸ ταὐτό, τουτέστι τὸ ἓν τῇ οὐσίᾳ, ἀναφέρεται, καὶ δι’ ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως καὶ ἐπὶ ὁμοίου, ἴσου, τῶν ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἓν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται δείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ γένεσιν ἢ τῷ ἐνέργειαν ἢ τῷ ἄλλο τι, οὕτω φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν.
“因此,既然一者是以多种方式被述说的,这些事物亦将以多种方式被述说。” 他说,一者的诸种,即在一者之下的事物(这些曾是同一者、同等者、相等者以及所有诸如此类的事物),亦将以多种方式被述说,正如它们所从属的一者一样。因为这些事物之中的每一项亦是一(实则它亦将具有某个单一的属),而一者被述说的方式与存在被述说的方式一样多;因此他说,这些事物中的每一项亦如一者那样,是以多种方式被述说的。然而,尽管它们是以多种方式被述说的,且原初意义上的同一者在实体之中,原初意义上的同等者与原初意义上的相等者亦然[在实体之中],而它们之中的每一项亦在其他范畴之中,但这绝非意味着根据存在的各属[范畴]考察它们之中的每一项便立刻属于不同的知识,而是属于单一的一门知识。因为并非所有以多种方式被述说的事物都被归置于不同的、相异的诸门知识之下,而仅有以多种方式被述说的事物之中,凡定义既非悬系于某个单一者亦非参照于某个单一者之物[才被归于不同知识之下]:从单一者而来,正如在医术性事物的情况中所表明的那样(因为医术性事物源于医术性事物的运用),而朝向单一者则正如健康性事物;因为一切健康性事物的参照都朝向健康的定义,故而关于它们的认知亦属于单一的一门知识。人们亦可将“但若既非根据单一者”这一短语理解为被表述为:“但若既非归于单一的属与单一的本性之下,亦非朝向单一者,而是犹如同名异义的事物那样”,这里是以更宽泛的方式说诸属亦是以多种方式被述说的,正如他在《范畴篇》中谈及性质时所说:“性质乃是以多种方式被述说的事物之一”。正如在这些事物上属于单一门知识,在眼前所论述的同一、同等、相等之事上,进行考察亦同样属于单一门知识;因为所有这些事物都朝向某个单一者具有参照关系。因为在它们所被述说的事物之中,〔它们是朝向〕那第一且原初具有此类性质者〔具有参照关系〕,例如存在所被述说的一切事物都朝向诸存在者中的第一者——即实体;而一者所被述说的一切事物亦朝向第一且原初的一者——即实体。在同一者、他者与同等者的情况下亦同样如此;因为在这些所被述说的事物上,对它们而言亦存在着向实体的参照;因为原初意义上的同一与他者正在那一〔实体〕之中。在谈及同一者与他者之后,他又补充了“以及关于相反者”,其含义等同于“以及关于其他相反者”,以此避免对一者之下的所有相反者进行一一列举;而这些曾是同等与不同、相等与不等,以及凡在一者与多数之下的其他一切事物。因此,既然这些事物亦如同存在一样属于以多种方式被述说的事物,作为从单一者而来且朝向单一者,就必须通过区分并在它们之中的每一项上选取原初具有此类性质者,指明其他事物是根据源于那一[第一者]的何种关联而亦被如此述说;例如,在选取了同一者所被述说的一切事物之后,使其他事物向原初意义上的同一者——即在实体之中的同一者——进行参照,指明由于作为那一[第一者]的何种事物,这些事物中的每一项亦被称为同一者;在他者上亦再次如此,继而是同等者与不同者,其余亦皆依此类推。而他所说的“因此应当按照在每一范畴中的第一者,指明它是如何相对那一事物而被述说的”,乃是用来代替下述表述:即在每一范畴中被如此述说的事物之中的每一项,作为附加被述说者,是如何与那被称为第一且原初如此的事物——即在实体之中的事物——相关联的,以及它是如何从那一事物而来被述说的——一者相对于第一且原初的一者,同一者相对于第一且原初的同一者,在其他事物上亦同样如此;也就是说,在区分并选取了其他范畴之中的事物——即同一性的述谓所针对的对象以及同一者所被述说的对象——之后,指明其他事物是如何向同一者之下的第一者——即在实体中为一者——相参照,并且由于那一事物它们自身亦获得了同样的述谓。在同等者、相等者以及其他事物上亦同样如此。因为正如我们在探讨存在时,在选取了原初意义上的存在乃是实体之后,指明存在所被述说的其他事物之中的每一项或者因作为实体的情状、或者因作为生成、或者因作为实现活动、或者因作为其他某种事物而是存在,他说在此类事物上亦必须如此行事。
- 4.13τὸ δὲ οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται εἶπεν ἀντὶ τοῦ
以中性冠词引导的短语 τὸ δὲ ... 作为引语,作主句动词 εἶπεν 的宾语/主题,随后由 ἀντὶ τοῦ(“用来代替……”)引出长篇释义(πῶς ἕκαστον ... ἔχει)。这是古代注疏中用明晰的表达替换并阐释原文简缩或难解语句的固定句型。
- 4.13οὐ μὴν ἐπεὶ πολλαχῶς λέγεται, καὶ τὸ μὲν κυρίως ταὐτὸν ἐν οὐσίᾳ καὶ τὸ κυρίως ὅμοιον καὶ τὸ κυρίως ἴσον, ἔστι δὲ ἕκαστον αὐτῶν καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης τὸ καθ’ ἕκαστον αὐτῶν γένος τοῦ ὄντος θεωρεῖν, ἀλλὰ μιᾶς·
该句骨架为否定推论句式:οὐ μὴν ἐπεὶ ..., ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης ... ἀλλὰ μιᾶς(“然而并非因为……便直接属于不同的知识……而是属于单一门知识”)。在原因从句 ἐπεί 内部嵌套了 καὶ τὸ μὲν ... ἔστι δὲ ... 的并列结构,而 ἤδη καὶ 则表接续推论(“从而就/便直接”)。
- 4.13δύναταί τις ἀκούειν τοῦ ἀλλ’ εἰ μήτε καθ’ ἓν ὡς εἰρημένου, ἀλλ’ εἰ μήτε ὑφ’ ἓν γένος καὶ μίαν φύσιν μήτε πρὸς ἕν, ἀλλ’ ὡς τὰ ὁμώνυμα
此处 ἀκούειν 支配引用语的属格(τοῦ ἀλλ’ εἰ μήτε καθ’ ἓν),意为“理解/解释”。ὡς εἰρημένου 充当属格补充成分,用以引出对该引用短语的意译解释,意为“[可以理解为]表述为……”。
