← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§253.16-255.2

否定与缺失的区别及相反性向多数的归结

亚历山大阐明了亚里士多德关于否定与缺失的区别(缺失乃是在可接纳的底层属中的缺席),并解释了相反者(如同一与他、等与不等)如何被归结为一与多数。在注解1004a20时,他进而论述了为何亚里士多德指出归置于他者性与多数之下的是“相反性”本身,而非单独被取的各个“相反者”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11#2

ἢ τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἓν τῇ ἀποφάσει ἴσον ἐστὶ τῷ1 ἔνθα μὲν ἡ διαφορά, τουτέστιν ἡ ἀπόφασις, τῷ ἑνί, ὅπερ ἐστὶ τὸ ἀποφασκόμενον, πρόσκειται, τὰ ἄλλα πάντα δηλοῦται παρὰ τὸ ἀποφασκόμενον [εἶπεν], ἐπεὶ διαφορὰν δηλοῖ τοῦ ἀποφασκομένου πρὸς τὰ ἄλλα πάντα τούτῳ προσκείμενον τῷ ἀποφασκομένῳ. ἐπὶ δὲ τῆς στερήσεως οὐκέτι ἀποφάσεως οὔσης οὐδὲ ἀποφατικῶς λεγομένης οὐχ ἁπλῶς ἀληθὲς τὸ ἀναιρετικὸν καὶ στερητικὸν μετὰ τοῦ ᾧ πρόσκειται κατὰ πάντων χωρὶς τοῦ ᾧ πρόσκειται, ἀλλὰ καὶ ὑποκείμενόν τι γένος ἐστί, καθ’ οὗ ἀληθεύεται μόνου· τοῦτο δέ ἐστι τὸ δεκτικὸν τοῦ ἀποφασκομένου τε καὶ ἀναιρουμένου. ἡ γὰρ στέρησις οὐχ ἁπλῶς ἀπουσία τινός ἐστιν, ὡς ἡ ἀπόφασις, ἀλλ’ ἀπουσία τοῦ πεφυκότος ὑπάρχειν ὅτε πέφυκε. δείξας δὲ τίνι ἀπόφασις καὶ στέρησις διαφέρουσιν, ἐπάνεισιν ἐπὶ τοῦτο οὗ χάριν πάντων τούτων ἐμνημόνευσε, καί φησι τῷ δ’ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις, ὧν ἕκαστον ἦν ὑπὸ τὸ ἕν (ἔστι δὲ ταῦτα τό τε ἕτερον καὶ τὸ ἀνόμοιον καὶ τὸ ἄνισον δηλονότι καὶ τὰ ἄλλα τὰ ἀντικείμενα πάντα τοῖς ὑπὸ τὸ ἓν τεταγμένοις, περὶ ὧν προείρηκε), τοῦ αὐτοῦ γιγνώσκειν ἐστίν, οὐ μόνον ἐκεῖνα, ἃ ἦν τὸ ταὐτὸν καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον· ταῦτα γὰρ ἦν ὑπὸ τὸ ἕν. ὃ δ’ ἑξῆς εἴρηκε τὸ καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθός τε καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν2 ἐπιστήμης, τοιοῦτόν ἐστιν. καὶ ὅσα ἄλλα ἀντίκειται καὶ ὑποτέτακται καὶ ἀνάγεται ἤτοι ὑπὸ τὸ ταὐτὸν δηλονότι καὶ τὸ ἀντικείμενον αὐτῷ θάτερον ὡς γενικώτερα ἀντικείμενα, ἢ ὑπὸ τὸ ἴσον τε καὶ ἄνισον ἢ ὑπὸ τὸ ὅμοιόν τε καὶ ἀνόμοιον, ἢ ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, ἅ ἐστι γενικώτατα, τοῦ φιλοσόφου γνωρίζειν. τοῦτο δὲ εἴρηκεν ὑπὲρ τοῦ δεῖξαι ὅτι περὶ πάντων τῶν ἀντικειμένων ὁ φιλόσοφος διαλαμβάνει, οὐ περὶ ἐνίων. ἐπεὶ γὰρ ἔνια τῶν ἀντικειμένων αὐτόθεν ἀνάγειν καὶ ὑπάγειν τῷ τε ἑνὶ καὶ τῷ πλήθει οὐχ οἷόν τε, τῷ μέντοι ταὐτῷ καὶ ἑτέρῳ ἢ τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ἢ τῷ ἴσῳ καὶ ἀνίσῳ ὑπάγεται, διὰ τοῦτο εἶπε καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθος καὶ τὸ ἕν. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ πλῆθος πῶς ἂν αὐτόθεν ὑπάγοιτο; ὑπὸ μέντοι 〈τὸ〉 ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν γὰρ συγκριτικὰ αὐτῶν, ἅ ἐστι τό τε λευκὸν καὶ τὸ γλυκύ, ὑπὸ τὸ ταὐτόν, τὰ δὲ ἀντικείμενα τούτοις ὄντα διακριτικὰ τῆς θατέρου φύσεως. δείκνυσι δὲ ὅτι τὸ ταὐτόν τε καὶ θάτερον πάλιν ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά, ὥστε κἀκεῖνα διὰ τῆς ἐπὶ τὸ ταὐτόν τε καὶ θάτερον ἀναγωγῆς ἀνάγεται ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά.

或者,“故而在否定之中,除了一者之外,种差附加于一者”等同于:在种差即否定被附加于一者——即被否定的对象——的地方,除被否定的对象之外的一切其他事物都被指明;因为附加于被否定的当之对象,它指明了被否定的对象与一切其他事物之间的种差。但在缺失的情况下,鉴于它不再是否定,亦非以否定方式被述说,消除性且缺失性的用语连同其所附加的对象一起,并非除了它所附加的对象之外对于一切事物都全然为真,而是亦存在某个底层的属,唯独对此属它被证真;而这正是接纳被否定与被消除之物的受体。因为缺失并非像否定那样仅仅是某物的全然缺席,而是在理当具有的时机下,本性上理当具有之物的缺席。在指明了否定与缺失在何处不同之后,他便返回到他提及这一切所为了的目的,并说:“而多数与一者相对立,因此,认识与上述事物——它们之中的每一项都曾在一者之下——相对立的事物”(显然这些是他者、不同者与不等者,以及与归置于一者之下的事物相对立的一切其他事物,关于这些他此前已谈论过),“亦属于同一门[知识]”,而不仅是认识那些曾是同一者、同等者与相等者的事物;因为这些曾在一者之下。而他接下来所说的“并且凡是或者根据这些、或者根据多数与一者而被述说的其他事物,亦属于上述知识去认识”,乃是如此的:认识凡是相对立、被归摄并归结的其他事物——无论是显然归摄于作为更属类的对立物的同一者及其对立的他者之下,还是在相等者与不等者之下,抑或在同等者与不同者之下,还是在作为最属类的一者与多数之下——亦属于哲学家。他说这话是为了表明哲学家探讨一切对立物,而非仅探讨其中的某些。因为既然某些对立物不能直接归结并归摄于一者与多数,而是归摄于同一者与他者,或者同等者与不同者,或者相等者与不等者,为此他说“凡是或者根据这些、或者根据多数与一者而被述说的其他事物”。因为白与黑、甜与苦怎能直接归摄于一者与多数之下呢?然而它们将归摄于同一者与他者之下;因为它们之中具有凝结性的事物,即白与甜,属于同一者之下,而与这些相对立的具有离析性的事物,则属于他者的本性。他表明,同一者与他者反过来又在一者与多数之下,从而那些事物通过向同一者与他者的归结,亦归结在一者与多数之下。

§4.12

"Ὧν ἐστι καὶ ἡ ἐναντιότης." Τῶν ἀναγομένων ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος καὶ τὴν ἐναντιότητά φησιν εἶναι, καὶ πῶς, ἔδειξεν εἰπὼν διαφορὰ γάρ τις ἡ ἐναντιότης, ἡ δὲ διαφορὰ ἑτερότης. ἑτερότης δὲ οὖσα τῷ πλήθει ἂν ὑπάγοιτο, ὥστε καὶ ἡ ἐναντιότης κατὰ τὴν ἐπὶ τὴν ἑτερότητα ἀναφορὰν ὑπάγοιτο ἂν τῷ πλήθει, ἀλλ’ οὐκ αὐτόθεν. ὥστε καὶ κατὰ τοῦτο, οὗ τὸ περὶ ταὐτοῦ θεωρεῖν, τούτου καὶ περὶ τῶν ἐναντίων, εἴ γε τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα· οὗ γὰρ περὶ τῆς ἐναντιώσεως, τούτου καὶ περὶ τῶν ἐναντίων. προσέθηκε δὲ τὴν ἐναντιότητα βουλόμενος προηγουμένως δεῖξαι ὅτι καὶ τὸ περὶ ἐναντιότητος καὶ ἐναντίων εἰπεῖν τοῦ σοφοῦ· ἦν γὰρ δεδειγμένον ὅτι περὶ στερήσεως καὶ ἀποφάσεως τοῦ αὐτοῦ, ἐπεὶ οὕτως ἐδόκει τὰ πολλὰ τῷ ἑνὶ ἀντικεῖσθαι. τὴν δὲ ἐναντιότητα εἶπεν ὑπὸ τὴν ἑτερότητα τετάχθαι, οὐ τὰ ἐναντία, ἐπεὶ οὕτως ἂν ἦν καὶ τὸ ταὐτὸν ὑπὸ τὴν ἑτερότητα τασσόμενον,3 εἴ γε τὰ μὲν ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἐναντίον δὲ τὸ ταὐτὸν τῷ ἑτέρῳ. ὁμοίως καὶ τὸ ἄνισον τῷ ἴσῳ ἐναντίον· ὥστε καὶ τὸ ἴσον ἂν ἦν ἑτερότης. ἀλλ’ οὐ τὰ ἐναντία τῇ ἑτερότητι ὑπάγεται. εἰ δὲ μὴ ταῦτα ἐναντία, ἀλλ’ ἐπὶ τῶν ὁμολογουμένως ἐναντίων ἦν ἄν ἀμφότερα ὡς ἑκάτερον ἰδίᾳ λαμβανόμενον ὑπὸ τὴν ἑτερότητα. οὐ δὴ τὰ ἐναντία ἀλλ’ ἡ ἐναντιότης. ἡ δὲ ἐναντιότης ἐν ἀμφοτέροις ἅμα λαμβανομένοις τοῖς ἐναντίοις ἔσται, ἀλλ’ οὐκ ἐν ἑκατέρῳ αὐτῶν· ὥστε τὸ μὲν ταὐτὸν καὶ θάτερον ἢ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὴν ἑτερότητα ἄμφω λαμβανόμενα ὡς ἐναντία, οὐκέτι μέντοι τὸ ταὐτὸν καθ’ αὑτὸ ἢ τὸ λευκόν.

“在这些事物之中亦有相反性。” 他说在归结于他者性与多数之下的事物之中亦有相反性,并通过说“因为相反性是某种种差,而种差是他者性”指明了是如何如此的。而〔种差〕既然是他者性,便当归摄于多数,从而相反性根据向他者性的参照,亦当归摄于多数,但并非直接地。因此根据这一点,考察同一者的同一门[知识],亦当考察相反者,如果至少相反者是在他者性之下的话;因为考察相反关系的[知识],亦是考察相反者的知识。他补充了相反性,是首先希望表明探讨相反性与相反者亦属于智慧之人;因为鉴于多数曾被认为是以这种方式与一者相对立的,探讨缺失与否定属于同一门[知识]此前已被表明。但他所说归置于他者性之下的乃是相反性,而非相反者,因为如果是那样的话,如果相反者是在他者性之下,且同一者与他者相反,那么同一者亦会被归置于他者性之下。同样,不等者亦与相等者相反;从而相等者亦会是他者性了。然而相反者并不归摄于他者性。而即使这些并非相反者,但在公认的相反者的情况下,两者之中的每一方单独被取时,亦会在他者性之下。故而并非相反者,而是相反性[归摄于他者性之下]。相反性将在两项相反者被一同选取时存在,但不在它们各自之中;因此,当同一者与他者,或者白与黑,两者作为相反者被一同选取时,便在他者性之下,但同一者自身或白自身则不再如此。

语法注3 条
  1. 4.11ἢ τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἓν τῇ ἀποφάσει ἴσον ἐστὶ τῷ

    连词 ἤ 引入了对§4.11#1末尾所讨论的亚里士多德晦涩句子的另一种释义。主语是由中性单数冠词 τὸ 领起的整个引用分句(τὸ ἔνθα ... ἀποφάσει),表语为 ἴσον ἐστὶ τῷ ...(“等同于……”)。

  2. 4.11καὶ ὅσα ἄλλα ἀντίκειται καὶ ὑποτέτακται καὶ ἀνάγεται ἤτοι ὑπὸ τὸ ταὐτὸν δηλονότι καὶ τὸ ἀντικείμενον αὐτῷ θάτερον ὡς γενικώτερα ἀντικείμενα, ἢ ὑπὸ τὸ ἴσον τε καὶ ἄνισον ἢ ὑπὸ τὸ ὅμοιόν τε καὶ ἀνόμοιον, ἢ ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, ἅ ἐστι γενικώτατα, τοῦ φιλοσόφου γνωρίζειν.

    对亚里士多德原文(1004a17-18)的扩展句。不定式短语的受词是由关系代词 ὅσα ἄλλα 引导的长从句(ὅσα ἄλλα ἀντίκειται ... ἅ ἐστι γενικώτατα),骨干结构为主谓属格 τοῦ φιλοσόφου 与不定式 γνωρίζειν(“认识……属于哲学家”)。

  3. 4.12τὴν δὲ ἐναντιότητα εἶπεν ὑπὸ τὴν ἑτερότητα τετάχθαι, οὐ τὰ ἐναντία, ἐπεὶ οὕτως ἂν ἦν καὶ τὸ ταὐτὸν ὑπὸ τὴν ἑτερότητα τασσόμενον

    对格 τὴν ἐναντιότητα 与 οὐ τὰ ἐναντία 构成对比,作为不定式 τετάχθαι 的逻辑主语。其后的 ἐπεὶ οὕτως ἂν ἦν ... 构成与事实相反的条件归结分句(“因为如果是那样的话,同一者亦会被归置于他者性之下……”),以此推导出荒谬结论,从而解释为何亚里士多德使用抽象名词“相反性”而非“相反者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:253.16-255.2