← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§252.1-253.16

对立者知识的统一点与否定及缺失的区别

亚历山大指出,由于考察对立物属于同一门知识,因此与一者相对立的多数以及相反者的系列亦属于第一哲学,随后论述了否定与缺失的认识为何属于同一门知识并讨论了二者的种差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10

" Ἐπεὶ δὲ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι, τῷ δ’ ἑνὶ ἀντίκειται τὸ πλῆθος." Εἴη ἂν αὕτη ἡ λέξις πᾶσα συνάπτουσα τῇ “τεθεωρήσθω δὲ τοῦτο ἡμῖν ἐν τῇ Ἐκλογῇ τῶν ἐναντίων.” δείξας γὰρ τῆς περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμης ὂν καὶ τὸ περὶ τῶν ὑπὸ τὸ ἓν διαλαμβάνειν, νῦν δείκνυσιν ὅτι καὶ περὶ τῶν ὑπὸ τὰ πολλά. εἰπὼν γὰρ ἀνάγεσθαι πάσας τὰς ἐναντιώσεις ὡς ἐπὶ ἀρχὴν τὸ ἓν καὶ τὸ τούτῳ ἀντικείμενον, ὑφ’ ὃ ἡ ἑτέρα τῶν ἐναντίων ὑπάγεται συστοιχία, λέγει καὶ δείκνυσιν ὅτι ἅμα τοῦ λέγοντος περὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ τούτου ἐστὶ τὸ λέγειν καὶ περὶ τοῦ τῷ ἑνὶ ἀντικειμένου· μιᾶς γὰρ ἐπιστήμης ἡ περὶ τῶν ἀντικειμένων θεωρία. εἰ δὲ περὶ τούτων μιᾶς, πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα, περὶ πάντων τῶν ἐναντίων μιᾶς εἶναι τὸ θεωρεῖν, ἐπειδὴ ἧς περὶ τοῦ καθόλου, ταύτης καὶ περὶ τῶν ὑπ’ αὐτό·1 αὕτη δέ ἐστιν ἡ περὶ τοῦ ὄντος ᾗ ὄν. ἧς γὰρ περὶ τοῦ ὄντος, ταύτης περὶ τοῦ ἑνός· ἧς δὲ περὶ τοῦ ἑνός, ταύτης καὶ περὶ τοῦ τούτῳ ἀντικειμένου· ἧς δὲ τὸ περὶ τούτων, ταύτης καὶ περὶ τῶν ὑπὸ ταῦτα. πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα.

“但是既然考察对立物属于一门[知识],而与一者相对立的是多数。” 这整句话当连结于“并且这件事在我们那里当已被考察于《对立物选集》之中”。因为在表明了探讨归属于一者之下的事物亦属于关于作为是者的是者的知识之后,他现在表明探讨归属于多数之下的事物亦是如此。因为在说明了一切相反对立都作为本原归结为一者以及与此相对立者——相反者的另一系列便归摄于其下——之后,他说并表明,谈论一者的这同一个人,亦同时当谈论与一者相对立者;因为关于对立物的考察属于同一门知识。而如果关于这些事物的考察属于一门,且一切相反者都在这些事物之下,那么考察一切相反者亦属于一门[知识],因为关于普遍者的知识,亦是关于其统摄之下的事物的知识;而这正是关于作为是者的是者的知识。因为关于是者的知识正是关于一者的知识;而关于一者的知识亦是关于与此相对立者的知识;以关于这些事物为任务的知识,亦是关于这些事物统摄之下的事物的知识。而一切相反者都在这些事物之下。

§4.11#1

"Ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστι θεωρῆσαι." Εἰπὼν ἀντικεῖσθαι τῷ ἑνὶ τὸ πλῆθος, μιᾶς δὲ τὰ ἀντικείμενα, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς λέγεται (καὶ γὰρ ὡς ἕξις καὶ στέρησις καὶ ὡς κατάφασις καὶ ἀπόφασις καὶ ὡς τὰ ἐναντία καὶ τὰ πρός τι), ἐπεὶ τὰ πολλὰ στέρησις ἑνὸς εἶναι δοκεῖ, ἔστι δὲ καὶ ἀποφάσει πως ἡ στέρησις ἐοικυῖα, διαφορὰν ἔχουσα ἣν ἐρεῖ, δείκνυσι κατὰ τί τῆς αὐτῆς ἐστι περί τε τοῦ ἑνὸς καὶ τῶν πολλῶν θεωρεῖν· τῆς γὰρ αὐτῆς ἐστι τό τε στέρησίν τινος εἰδέναι καὶ τὸ οὗ στέρησις, καὶ τὴν ἀπόφασίν τε καὶ τὸ οὗ ἀπόφασις· διὰ γὰρ τούτων ἀμφοτέρων, καὶ διὰ τῆς ἀποφάσεως καὶ διὰ τῆς στερήσεως, ἐκείνου γίγνεσθαι τὴν θεωρίαν οὗ ἐστιν ἡ ἀπόφασις ἢ ἡ στέρησις. διὰ τοῦτο τῆς αὐτῆς φύσεώς ἐστιν ἡ ἀμφοτέρων γνῶσις· οὔτε γὰρ τὴν στέρησίν τινος οἷόν τε εἰδέναι ἀγνοοῦντα τὸ οὗ ἡ στέρησις, οὔτε τὴν ἀπόφασιν· ἄρνησις γάρ τις καὶ ἀναίρεσις καὶ ἀπουσία ἀμφότερα ἐκείνου· ἧς γὰρ τὸ τόδε τι θεωρῆσαι, ταύτης καὶ τὴν ἀπουσίαν τὴν ἐκείνου. εἰπὼν δὲ κοινῶς ἀπόφασιν καὶ στέρησιν μιᾶς εἶναι θεωρῆσαι, καὶ δι’ ἃ προσθείς, τῷ ἑνὶ καὶ τοῖς πολλοῖς προσάγει τὸν λόγον περὶ ὧν αὐτῷ πρόκειται λέγειν· ἀμφοτέρως γάρ φησι τοῦ τὸ ἓν θεωροῦντος, τοῦ αὐτοῦ καὶ τὰ πολλὰ θεωρῆσαι, ἄντε τὰ πολλὰ ὡς ἀπόφασίν τις λέγοι τῷ ἑνὶ ἀντικεῖσθαι σημαινόμενα ὑπὸ τοῦ οὐχὶ ἕν, ἄντε ὡς στέρησιν· καὶ γὰρ ἐν τῷ οὐχ ἑνὶ περιέχεται τὸ ἕν, οὗ ἡ ἀπόφασις, καὶ ἡ τινὸς δὲ στέρησις ἔχει ἐν αὑτῇ περιεχόμενον καὶ τὸ οὗ ἡ στέρησις. ἑξῆς δὲ ᾧ διαφέρει στέρησις ἀποφάσεως προστίθησιν· ἢ γὰρ ἁπλῶς, φησί, λέγομεν ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἤ τινι γένει. καὶ τί τούτων ἑκάτερον σημαίνει δεικνὺς ἐπιφέρει· ἡ μὲν γὰρ ἁπλῶς λέγουσα ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἀπόφασίς ἐστιν· ἡ γὰρ ἁπλῶς τῷ ἑνὶ τὴν διαφορὰν ἔχουσα προσκειμένην τὴν ἀναιρετικὴν ἀπόφασίς ἐστιν αὐτοῦ κατὰ πάντων ἁπλῶς λεγομένη τε καὶ ἀληθευομένη ἄνευ τοῦ ᾧ πρόσκειται τὸ ἀποφατικόν· τὸ γὰρ οὐχ ἓν κατὰ πάντων ἀληθὲς χωρὶς τοῦ ἑνὸς τοῦ ἐν τῇ ἀποφάσει, ᾧ πρόσκειται τὸ ἀποφατικόν· ὁμοίως καὶ τὸ οὐκ ἄνθρωπος χωρὶς τοῦ ἀνθρώπου, ᾧ πρόσκειται ἡ ἀπόφασις, κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται. βραχέως δὲ καὶ ἐλλιπῶς εἶπε· διὸ καὶ ἀσαφῶς τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἓν τῇ ἀποφάσει.2 ἐπεὶ γὰρ παρὰ τὸ ἐν τῇ ἀποφάσει ἀληθεύεται κατὰ πάντων (παρὰ μόνον γὰρ ἐκεῖνο ᾧ ἡ διαφορὰ ἡ ἀποφατικὴ ἐν τῇ ἀποφάσει πρόσκειται), κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται ἡ ἀπόφασις· καὶ τὴν αἰτίαν τοῦ κατὰ πάντων αὐτὴν τῶν ἄλλων ἀληθεύεσθαι παρὰ τὸ οὗ ἐστιν ἀπόφασις προσέθηκεν εἰπὼν ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστίν.

“考察否定与缺失属于一门[知识]。” 在说明了多数与一者相对立,且对立物属于一门[知识]之后,鉴于对立物是在多种意义上被述说的(因为实际上既作为具备与缺失,亦作为肯定与否定,亦作为相反者,亦作为相关者),既然多数似乎是一者的缺失,而且缺失在某种程度上亦类似于否定,具有他即将阐述的种差,他便指明根据什么考察一者与多数属于同一门[知识];因为认识某物的缺失与认识缺失的对象,以及认识否定与认识否定的对象,都属于同一门[知识];因为通过这两者,无论通过否定还是通过缺失,都生成了对否定或缺失所针对之对象的考察。为此,对两者的认识都属于同一种本性;因为既不可能在不知道缺失之对象的情况下去认识某物的缺失,亦不可能如此去认识否定;因为两者都是针对那一对象的某种否认、消除与缺席;因为考察某个特定事物属于哪一门[知识],考察那一对象的缺席亦属于同一门[知识]。在普遍地说明了考察否定与缺失属于一门[知识]并补充了其缘由之后,他将论述引导至一者与多数,即他打算谈论的论题;因为他说,无论是有人说多数作为被“非一”所表示的否定而与一者相对立,还是作为缺失而相对立,在这两种方式下,考察多数亦属于考察一者的同一个人;因为在“非一”之中包含着作为否定对象的一者,而某物的缺失亦在自身中包含着缺失的对象。随后他补充了缺失与否定在何处不同;因为他说:“因为我们要么断言那个事物全然不存在,要么断言其对于某个属不存在。”在指明这两者各自意味着什么时,他接着说:断言那个事物全然不存在的,是否定;因为全然在一者上附加了消除性种差的,便是一者的否定,它除了否定词所附加于的那个对象之外,被全然述说并被证真于一切事物之上;因为“非一”除了否定之中否定词所附加的一者之外,对于一切事物都是真的;同样,“非人”除了否定词所附加的人之外,亦对于一切其他事物被证真。但他表达得简短且有省略,因而亦显晦涩:“故而在否定之中,除了一者之外,种差附加于一者”。因为既然除了否定表达式中的对象之外它被证真于一切事物(因为仅仅除去了在否定中被附加了否定性种差的那一对象),否定便被证真于一切其他事物;而他说“因为否定是那一对象的缺席”,从而补充了为何否定除了其所否定的对象之外对于一切其他事物都被证真的原因。

语法注2 条
  1. 4.10ἧς γὰρ περὶ τοῦ καθόλου, ταύτης καὶ περὶ τῶν ὑπ’ αὐτό

    关系代词 ἧς 与指示代词 ταύτης 皆为所属属格,依前文语境补充阴性名词 ἐπιστήμης。此处省略了谓语动词及不定词 ἐστὶ τὸ θεωρεῖν,基本结构为“考察普遍者属于哪门[知识],考察其统摄之下的事物亦属于它”。随后的 ἧς γὰρ περὶ τοῦ ὄντος, ταύτης περὶ τοῦ ἑνός 等句亦具完全相同的省略结构。

  2. 4.11παρὰ τὸ ἓν τῇ ἀποφάσει

    引述并阐释亚里士多德原文(1004a13–14)之处。介词 παρὰ 支配宾格 τὸ ἓν,表示排除或例外(“除了一者之外”)。τῇ ἀποφάσει 为范围/限制与格(“在否定中”),整句结构为“在否定中,除了被排除的一者之外,[消除性]种差附加于一者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:252.1-253.16