← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§250.21-251.38

实体的多样性与哲学各部分的阶层秩序

亚历山大注释《形而上学》1004a2“实体有多少,哲学的部分就有多少”,阐明正如实体存在多样性与先后次序(第一实体、受动实体、可灭实体),哲学作为一门总科学亦相应地划分为第一哲学等有序分支,并以数学各分支(几何学、天文学、机械学)的次序类比此种层级。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9

" Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι." Ἐπεὶ τοῦ ὄντος τὸ μὲν ἦν κυρίως καὶ καθ’ αὑτὸ ὄν, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τά τε τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δέ, ὡς ἔφαμεν, οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου,1 ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ καὶ τὰ ἄλλα ὄντα λέγεται, ἡ δὲ φιλοσοφία * * * ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν· καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, ἔσται καὶ τῆς ἐπιστήμης τῆς περὶ τὴν οὐσίαν (αὕτη δὲ ἦν ἡ φιλοσοφία), μιᾶς οὔσης τῷ γένει, τοσαῦτα μέρη τε καὶ εἴδη ὅσαι καὶ οὐσίαι. καὶ ὡς τῶν οὐσιῶν αἱ μὲν πρῶται αἱ δὲ δεύτεραι, οὕτως ἡ φιλοσοφία ἡ μέν τις ἔσται πρώτη ἡ δέ τις δευτέρα καὶ μετ’ ἐκείνην, ὡς ἡ τάξις ἡ ἐν αὐταῖς. καὶ εἴη ἂν ἀκόλουθος ἡ λέξις αὕτη τῇ πρὸ ὀλίγου εἰρημένῃ, τῇ “εἰ οὖν τοῦτ’ ἐστὶν ἡ οὐσία, τῶν οὐσιῶν ἂν δέοι τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχειν τὸν φιλόσοφον·” ταύτῃ γὰρ ἀκολουθεῖ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ὅσαι περ αἱ οὐσίαι. διὸ καὶ ἦν ἂν σαφέστερα τὰ λεγόμενα, εἰ ἦν ἡ λέξις αὕτη κειμένη πρὸ τῆς “εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν”, συνάπτουσα τῇ “διὸ καὶ τοῦ ὄντος τὰ εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν·” ἀκόλουθον γὰρ τούτῳ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, ὡς προεῖπον ἤδη, πότερον μία περὶ πάσας οὐσίας εἴη ἢ πλείονές εἰσι, κἂν εἰ πλείονες, πότερον συγγενεῖς. δέδειχε γὰρ ὅτι πλείονες, ἀλλ’ ὡς ὑπὸ μίαν πᾶσαι τῷ γένει τὴν φιλοσοφίαν. τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἓν ἴσον ἐστὶ τῷ2 ἔστι γὰρ καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος γένη τινά, τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυρίως ὂν λαμβάνει, ὁμοίως καὶ ἕν· τοῦτο δέ ἐστιν ἡ οὐσία. εἶναι οὖν φησι ταῖς οὐσίαις γένη τινὰ καὶ διαφοράς, αἷς οὐσίαις, γένεσιν οὔσαις καὶ ἄλλου γένους τινὸς εἴδεσιν, ἑκάστῃ ὑπάρχει καθ’ αὑτὸ καὶ τὸ ὂν καὶ τὸ ἕν· τοῖς μὲν γὰρ συμβεβηκόσιν οὐ καθ’ αὑτὸ οὔτε τὸ ὂν οὔτε τὸ ἓν ὑπάρχει, ταῖς δὲ οὐσίαις. ὥστε εἰ ὁ μὲν φιλόσοφος περὶ τὸ κυρίως ὂν καὶ κυρίως ἓν πραγματεύεται, πλείω δέ ἐστι τὰ οἷς τὸ κυρίως ἕν τε καὶ ὂν ὑπάρχει, διαφέροντα τῷ γένει, πλείω οὖν καὶ μέρη ἔσται φιλοσοφίας· κατὰ γὰρ τὰς τῶν οὐσιῶν διαφορὰς διάφορός τις ἔσται καὶ φιλοσοφία τῷ ἑκάστην αὐτῶν περί τι ἓν γένος ἀφωρισμένον πραγματεύεσθαι. γράφεται καὶ γένη ἔχον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἓν γένος λέγων τὴν οὐσίαν,3 ἀλλὰ καὶ αὐτὴν ἔχειν τὸ πρότερον καὶ ὕστερον. ἢ γένη λέγει ἀντὶ τοῦ φύσεις διαφερούσας ἀλλήλων· εἰσὶ γὰρ τῶν οὐσιῶν διαφοραί. εἰπὼν δὲ ἔσεσθαι τὴν μὲν πρώτην φιλοσοφίαν τὴν δὲ δευτέραν κατὰ τὴν τῶν οὐσιῶν τάξιν πρὸς ἀλλήλας περὶ ἃς καταγίνονται, οὕτως φησὶν εἶναι τὸν φιλόσοφον ὡς τὸν μαθηματικόν. ὡς γὰρ μιᾶς οὔσης τῷ γένει τῆς μαθηματικῆς, κατὰ τὰς διαφορὰς καὶ τάξεις τῶν περὶ ἅ ἐστιν ἡ μαθηματική, τάξις τίς ἐστι καὶ διαφορὰ καὶ τῶν τῆς μαθηματικῆς μερῶν (τῷ γὰρ εἶναι τὰ μέν τινα πρῶτα ἐν τοῖς μαθήμασι τὰ δὲ δεύτερα καὶ τῆς μαθηματικῆς ἡ μέν τίς ἐστι πρώτη ἡ δὲ δευτέρα ἡ δὲ τρίτη, πρώτη μέν, ἂν οὕτω τύχῃ, ἡ περὶ τὰ ἐπίπεδα καταγινομένη, καὶ μετὰ ταῦτα ἡ περὶ τὰ στερεά, εἶτα ἥ τε ἀστρολογική, οὖσα ἡ εἰς στερεὰ κινούμενα, καὶ μετὰ ταῦτα ἡ μηχανική, ἤδη περὶ γιγνόμενά τε καὶ φθειρόμενα πραγματευομένη), οὕτω καὶ περὶ τῶν οὐσιῶν πρῶται μὲν αἱ ἀγένητοί τε καὶ ἄφθαρτοι, ἀσώματοί τε καὶ ἀκίνητοι, περὶ ἃς ἂν εἴη ἡ πρώτη φιλοσοφία· ἡ δὲ περὶ τὰς ἀιδίους μὲν ἐν κινήσει δὲ δευτέρα, τρίτη δὲ ἡ περὶ τὰς οὐσίας τὰς ἐν γενέσει καὶ φθορᾷ, ἐπειδὴ καὶ αὗται τῶν οὐσιῶν τελευταῖαι.

“并且哲学的部分正如实体一样多。” 鉴于是者中有一类是原本且自身的是者,另一类是偶性的是者,原本且自身的是者是实体,而偶性的是者既是属于实体者,亦是通体与实体相关联者;并且正如我们所说,在具有这种秩序的事物中,关于它们的知识在原本意义上都属于在先者,其他事物皆依附于此第一者,且其他事物亦正是因其而被称为是者;而哲学[……]是关于实体的知识(因为实体才是原本意义上的是者);并且既然实体不止一个,那么关于实体的知识(这正是哲学),虽在属上为一,亦将具有正如实体一样多的部分与种。又正如在实体中有第一实体与第二实体,哲学同样亦将根据实体之中的次序,某一部分成为第一哲学,某一部分成为第二哲学并位于其后。这一语句当接续于不久前所说的那句话:“因此,若这就是实体,哲学家就必须掌握实体的本原与原因”;因为“并且哲学的部分正如实体一样多”正是接续于此句之后。因此,若将这一语句置于“如果说,是者与一者是同一的”之前,直接连结于“因此,考察是者的各物种亦属于属上一体的知识,而考察种的物种[亦属于种的知识]”,所说的内容就会更清楚;因为接续于此的正是“并且哲学的部分正如实体一样多”。正如我此前已说过的,这也是此前所提出疑难中的一项,即关于一切实体的知识是一门还是多门,若是多门,它们是否同属同一种类。因为他已表明它们是多门,但都统摄在属上一体的哲学之下。而“因为是者与一者直接就具有诸属”这句话,等同于“因为一者与是者亦具有某些属”,即一者与是者被述说于某些属之上。他把是者理解为原本意义上的是者,同样把一者理解为原本意义上的一者;而这正是实体。因此他是说,实体具有某些属与种差,这些实体既是属又是另某一属的种,对它们每一项而言,是者与一者都是自身具备的;因为对于偶性事物而言,无论是者还是一者都不是自身归属的,而是归属于实体。所以,如果哲学家探究的是原本意义上的是者与原本意义上的一者,而被原本的一者与是者所归属的事物有多个且在属上互异,那么哲学的部分亦将不止一个;因为按照实体的差异,哲学亦将各不相同,原因在于它们各自探讨某一确定的属。亦有抄本作“具有诸属[单数]”;若作此读,他便不会是说实体为一个单一的属,而是说实体自身亦包含在先者与在后者。或者他是用“诸属”来代替“彼此互异的本性”;因为实体之间存在种差。在说明了按照作为探讨对象的实体彼此之间的次序,哲学将有一部分是第一哲学、一部分是第二哲学之后,他说哲学家的情况正如数学家一样。因为正如数学在属上为一,然而根据数学所关于之对象的差异与次序,数学的各部分亦有某种次序与差异(因为由于在数学对象中有某些是在先的,某些是在后的,数学自身亦有一部分是第一、一部分是第二、一部分是第三——例如第一部分是关于平面的,其后是关于立体的,然后是研究运动立体的天文学,其后是业已探讨生成与变灭之物的机械学),同样,关于实体,第一位的是不生不灭、无形体且不动的实体,关于它们的当是第一哲学;而关于永恒却在运动中的实体的则是第二哲学,第三则是关于处于生成与变灭之中的实体的哲学,因为这些亦是实体中最末位的。

语法注3 条
  1. 4.9οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου

    关系代词与格 οἷς 指代具有先后次序的多义事物,充当所属或关系与格(“在具有这种秩序的事物中”)。主句主语为 ἡ περὶ αὐτὰ ἐπιστήμη,系动词 ἐστί 被省略,属格 τοῦ πρώτου 作表语充当宾格性属格,标明知识所指向的对象领域(“在原本意义上属于在先者”)。

  2. 4.9τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἓν ἴσον ἐστὶ τῷ

    引自亚里士多德原文(1004a4–5)的整句 ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἕν 由中性单数冠词 τό 实词化作为主语,与 ἴσον ἐστὶ τῷ...(“等同于……”)构成主谓结构。在引文内部,τὸ ὂν καὶ τὸ ἕν 作主语,中性复数现在分词 ἔχοντα 与主语在性、数、格上一致,充当表语性成分。

  3. 4.9γράφεται καὶ γένη ἔχον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἓν γένος λέγων τὴν οὐσίαν

    在提及异文 γένη ἔχον(中性单数分词)后,紧跟省略的条件从句 εἰ δὲ τοῦτο [εἴη](推测或虚拟条件),其归结句使用了带有 ἄν 和希求法的分词迂回式 οὐκ ἂν εἴη λέγων(“他便不会是在说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:250.21-251.38