← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§249.28-250.20

一者的诸种及其对立项向一与多的还原

亚历山大解释道,是者与一者的“物种”(同一、相似、相等)与“属”是在广义而非严格意义上说的;他阐明了考察这些概念及其对立项(相异、不相似、不相等)均属于哲学家,且它们作为本原被还原至一与多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#2

κοινότερον δὲ εἴδη λέγει τοῦ ὄντος καὶ τοῦ ἑνός· οὔτε γὰρ τὸ ὂν καὶ ἓν κυρίως γένος οὔτε τὰ ὑπ’ αὐτὰ εἴδη. ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις τὸ κοινὸν κατ’ αὐτῶν οὐ γένος, τοιαῦτα δὲ τὸ ὂν καὶ τὸ ἕν· οἷον γάρ πως γένος ἐστὶ τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον,1 σῶζον μέν τινα πρὸς γένος ὁμοιότητα, οὐ μὴν ὂν κυρίως γένος. τίνα δὲ εἴδη τοῦ ἑνός ἐστι, τίθεται ἐφεξῆς, ἃ δῆλον ὅτι καὶ τοῦ ὄντος ᾗ ὂν λέγει. λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων. ἓν γὰρ καὶ τὸ ταὐτὸν καθὸ ταὐτόν (ἑνότης γὰρ κατ’ οὐσίαν τὸ ταὐτόν), καὶ τὸ ὅμοιον καθὸ ὅμοιον· ἑνότης γὰρ ἐν ποιότητι· ὁμοίως καὶ τὸ ἴσον· ἑνότης γὰρ καὶ τοῦτο ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τί ἐστιν ἕκαστον τούτων θεωρῆσαι, ὃ καὶ αὐτῷ ἐζητεῖτό τε καὶ ἠπορεῖτο ἐν τῷ πρὸ τούτου. δείξας δὲ ὅτι τοῦ φιλοσόφου τὸ περὶ τῶν τοῦ ὄντος εἰδῶν θεωρῆσαι,2 ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν εἰδῶν τῶν τούτου, ἔτι τε τῶν προειρημένων τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ ὅσα τοιαῦτα ὡς ὑπὸ γένος τι τὸ ἓν ἐστι, λέγει καὶ ὅτι καὶ περὶ τῶν τούτοις ἀντικειμένων ὁμοίως τὸ διαλαβεῖν τοῦ φιλοσόφου. ἀντίκειται δὲ τῷ μὲν ταὐτῷ τὸ ἕτερον, τῷ δὲ ὁμοίῳ τὸ ἀνόμοιον, τῷ δὲ ἴσῳ τὸ ἄνισον. ὅτι μὲν οὖν ἀνωτέρω τὸ ἓν τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ τῶν τοιούτων, δηλοῖ δι’ ὧν λέγει σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύτην. λέγει δὲ ἀρχὴν τὴν ἐναντίωσιν τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον,3 τοῦτο δέ ἐστι τὰ πολλά· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθός τε καὶ ἐν πλήθει. ὁμοίως δὲ καὶ τὸ μὲν ὅμοιον καὶ τὸ ἴσον ὑπὸ τὸ ἕν, τὸ δὲ ἀνόμοιον καὶ τὸ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀναπέμπει δὲ ἡμᾶς περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν Ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ.

但他是在更为宽泛的意义上谈及是者与一者的“种”的;因为是者与一者在原本意义上并非属,其下的各项亦非种。因为在以多种方式被述说的事物中,归属于它们的共同项并非属,而是者与一者正是如此的事物;因为凡被述说于包含在先者与在后者之事物上的,乃是某种准属,虽保留了与属的某种相似性,却绝非原本意义上的属。至于一者有哪些种,他随后列出,显然他所说的这些也是作为是者的是者的[种]。我的意思是,例如关于同一者、相似者以及其他诸如此类的事物。因为同一者就其为同一而言亦是一(因为在实体上的统一即是同一),而相似者就其为相似而言亦是[一](因为是在性质上的统一),同样相等者亦然(因为这亦是在数量上的统一)。通过这些,他表明了考察这些事物中每一项何所是,亦是考察实体的哲学家所固有的任务,而这一点他在此前的一卷中亦曾探讨并作为疑难提出。在表明了考察关于是者的种、同样关于一者及其种、进而关于前述的同一者、相似者、相等者以及一切诸如此类处于作为某种属的一者之下的事物属于哲学家之后,他又说,同样探讨与这些相对立的事物亦属于哲学家。与同一者相对立的是相异者,与相似者相对立的是不相似者,与相等者相对立的是不相等者。一者高位于同一者、相似者、相等者及诸如此类的事物之上,这一点通过他所说的“几乎所有对立项都被还原至这一本原”而得以显明。他所谓的本原,是指对立关系——一者以及与一者相对立者,即多;因为同一者乃是某种一,而相异者既是多,亦在多之中。同样,相似者与相等者处于一者之下,而不相似者与不相等者则处于多之下。为了使我们获知几乎所有对立项都被还原至作为本原的一与多,他将我们指引向《对立项选集》,因为他曾对这些问题作过专门的探讨。他在《论善》第二卷中亦曾谈及此类选集。

语法注3 条
  1. 4.8οἷον γάρ πως γένος ἐστὶ τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον

    主语是带定冠词的分词短语 τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον(“凡被述说于包含在先者与在后者之事物上的”),主谓语呈倒装结构,表语为 οἷον γάρ πως γένος ἐστὶ(“乃是某种准属”)。分词 σῶζον 与 ὂν 均为中性单数主格,修饰主语 τὸ κατηγορούμενον。

  2. 4.8δείξας δὲ ὅτι τοῦ φιλοσόφου τὸ περὶ τῶν τοῦ ὄντος εἰδῶν θεωρῆσαι

    整个句子的主干为:分词从句 δείξας δὲ ὅτι τοῦ φιλοσόφου [ἐστὶ] τὸ ... θεωρῆσαι(“在表明了考察……属于哲学家之后”)引出主句 λέγει καὶ ὅτι καὶ περὶ τῶν τούτοις ἀντικειμένων ὁμοίως τὸ διαλαβεῖν τοῦ φιλοσόφου [ἐστί](“他又说,同样探讨……亦属于哲学家”)。在两个 ὅτι 从句中,均使用了“属格(τοῦ φιλοσόφου,表职责/属性)+ 带定冠词不定式(τὸ θεωρῆσαι / τὸ διαλαβεῖν)”的相同句式。

  3. 4.8λέγει δὲ ἀρχὴν τὴν ἐναντίωσιν τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον

    双重宾格结构:ἀρχήν 作宾语补足语(述谓宾格),τὴν ἐναντίωσιν 作直接宾语(“他将这种对立称作本原”)。紧随其后的 τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον 是与 τὴν ἐναντίωσιν 同格的宾格短语,具体指明这一对立的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:249.28-250.20