- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:23.8-25.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对早期仅主张质料因的自然哲学家的考察(983b6),重点阐明泰勒斯以水为原理的观点及其论据,以及将该学说追溯至早期神学诗人的说法。
" Τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι." Τὴν μὲν αἰτίαν δι’ ἣν τὰ ὑπὸ τῶν ἄλλων εἰρημένα ἱστορεῖ νῦν, σαφῶς αὐτὸς εἴρηκε. μνημονεύει δὲ τῶν ἀρχαίων οὐχ ὡς τῶν φυσικῶν οὐσιῶν τὰς ἀρχὰς ταύτας οἰομένων (οὐκέτι γὰρ οἰκεία δόξει τοῖς προκειμένοις ἡ ἱστορία), ἀλλ’ ὡς τῶν ὄντων πάντων, ἐν οἷς ἦν καὶ τὰ προκείμενα νῦν. ἔθεντο μὲν γὰρ τῶν φυσικῶν ἀρχὰς ἐκεῖνοι ταύτας ἃς λέγει· οἰόμενοι δὲ ταῦτα μόνον εἶναι καὶ οὐδὲν παρὰ ταῦτα, τὰς αὐτὰς ἀρχὰς τῶν τε φυσικῶν καὶ τῶν ὄντων ἁπάντων ἐζήτουν. ὅτι δὲ τὴν κατὰ τὴν ὕλην μόνην αἰτίαν ὑπετίθεντο, ἐδήλωσε διὰ τοῦ δεῖξαι λέγοντας αὐτοὺς αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων, ἐξ οὗ τι γίνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταῖον, τῆς οὐσίας μενούσης, τοῖς δὲ πάθεσι μεταβαλλούσης. τὸ γὰρ τοιοῦτον ὕλη, ἥτις τὴν μὲν αὑτῆς οὐσίαν ἐν οἷς ἂν ᾖ σώζει ἄφθαρτον καὶ ἀγέννητον, κατὰ δὲ τὰ πάθη ἡ μεταβολὴ αὐτῆς ἐν τοῖς τῶν ἐξ αὐτῆς γινομένων γένεσιν. τὸ δὲ τὰς ἐν ὕλης εἴδει ἀντὶ τοῦ τὰς ἐν τῷδε τῷ εἴδει τῶν ἀρχῶν τῇ κατὰ τὴν ὕλην μόνας ᾠήθησαν εἶναι. καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐδὲν οἴονται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης. τοῖς δὲ ποιοῦσι τὴν μὲν ὕλην σῶμά τι ἐνεργείᾳ, καὶ μὴ ὡς Ἀριστοτέλης λέγει δυνάμει, ἀκολουθεῖ τὸ μηδὲ γίνεσθαι καὶ φθείρεσθαι ἁπλῶς τι, ἀλλ’ εἶναι τὴν καλουμένην γένεσιν ἀλλοίωσιν, ὡς ἐν τοῖς Περὶ γενέσεως ἔδειξε· τὴν γὰρ ὕλην ἐνεργείᾳ οὖσαν καὶ ὑπομένουσαν ἀεὶ τὴν αὐτήν·1 ἄφθαρτον γὰρ τὴν ἀρχὴν καὶ κατ’ οὐσίαν ἀμετάβλητον ὑποτίθενται οὖσαν, καὶ τῶν ἐξ αὐτῆς γιγνομένων οὐσιῶν ἀλλάσσειν τὰ πάθη· ἀλλοίωσις γάρ ἐστιν ἡ κατὰ πάθος μεταβολή. τίνες δέ εἰσιν οἱ τὴν ὑλικὴν αἰτίαν μόνην ὑποθέμενοι, καθ’ οὓς ἡ κυρίως λεγομένη γένεσις οὐ σώζεται, ἑξῆς παρατίθεται. ὧν πρῶτόν φησι Θαλῆν γενέσθαι (ἀρχηγὸς γὰρ οὗτος τῆς φυσικῆς φιλοσοφίας δοκεῖ τῶν μνημονευομένων γεγονέναι) καὶ σαφῶς ἐκτίθεται τὴν δόξαν αὐτοῦ. ἔδειξε δὲ γνωρίμως διὰ τοῦ παραδείγματος ἐπὶ τοῦ Σωκράτους, πῶς οὐ σώζεται γένεσις καθ’ οὓς τὸ ὑποκείμενον παντάπασιν ἐνεργείᾳ ἐστί, σῶζον ἀεὶ τὴν οἰκείαν οὐσίαν ἐν οἷς ἂν ᾖ· ἕκαστον γὰρ τῶν ἐκ τούτου γιγνομένων πως ἔχον τὸ ὑποκείμενόν ἐστιν. τὸ δὲ δεῖ γὰρ εἶναί τινα φύσιν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τὰ ἄλλα σῳζομένης ἐκείνης εἶπε καθ’ οὓς μὲν ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη ἐνεργείᾳ τι ὂν ἤδη καθ’ αὑτό ἐστι, καθ’ οὓς δὲ πλείω,2 ὡς καὶ αὐτὸς δι’ ὧν ἐπιφέρει δηλοῖ· οὐδὲ καθ’ οὓς πλείω, κατὰ τούτους οὐ τὰ αὐτά. διὸ εἶπε τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας. τοιαύτης, τῆς φυσικῆς τε καὶ θεωρητικῆς· αὐτὸς γὰρ τῶν μνημονευομένων φυσικῶν ἀρχαιότατος. ὅτι δὲ κατὰ τοῦτον τὸ ὕδωρ ἡ ἀρχή, καὶ διὰ τί, σαφῶς παρατίθεται· ὅτι τε γὰρ ἡ τροφὴ πάντων ὑγρά, ἐκ δὲ τῆς τροφῆς ἑκάστῳ τὸ εἶναι, καὶ ὅτι πάντων τὰ σπέρματα, ἐξ ὧν ἡ γένεσις αὐτοῖς, ὑγρὰ τὴν φύσιν, καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γινόμενον, ἐκ τοῦ ὑγροῦ. ἐκ γὰρ τῆς ἀναθυμιάσεως τῆς ἀπὸ τοῦ ὑγροῦ τὴν γένεσιν τοῦ θερμοῦ τε καὶ πυρὸς οἱ περὶ Θαλῆν γίγνεσθαι ἐτίθεντο· καὶ γὰρ τρέφεσθαι ὑπὸ τούτου αὐτὸ καὶ εἶναί τε καὶ σῴζεσθαι· τοῦτο γάρ ἐστι τὸ καὶ τούτῳ ζῆν. ὥστε καὶ τοῦ θερμοῦ τὸ ὑγρὸν αὐτοῖς ἀρχή τε καὶ στοιχεῖον, εἴγε τρέφεται καὶ γίγνεται ἐκ τούτου· καὶ γὰρ ἐξ οὗ γίγνεται τὰ γιγνόμενα, τοῦτο αὐτῶν ἐστιν ἀρχή· ὥστε καὶ τοῦ πυρὸς τὸ ὕδωρ, εἰ ἐκ τούτου γίγνεται· γίγνεται δὲ ἐκ τούτου, ἐπεὶ καὶ τρέφεται. τὸ δ’ ὕδωρ ἀρχὴ φύσεώς ἐστι τοῖς ὑγροῖς, ἀντὶ τοῦ τὸ ὕδωρ ἀρχὴ καὶ φύσις καὶ αἰτία τοῦ εἶναί ἐστι τοῖς ὑγροῖς. εἰ δὲ τοῖς μὲν ἄλλοις ὡς καὶ τοῖς σπέρμασιν ἀρχὴ τὸ ὑγρόν, τῶν δὲ ὑγρῶν ἀρχὴ τὸ ὕδωρ, εἴη ἂν τοῦτο καὶ τῶν ὑπ’ αὐτὸ ἀρχή. εἰσὶ δέ τινες οἳ καὶ τοὺς πάνυ παλαιοὺς ἱστοροῦσιν, ὡς τῆς δόξης ταύτης καὶ εἰς τοὺς ἀρχαιοτάτους ἀναφερομένης ὑπό τινων καὶ τοὺς πρώτους εἰπόντας τι περὶ θεῶν· καὶ πῶς, λέγει. λέγοι δ’ ἂν περὶ Ὁμήρου τε καὶ Ἡσιόδου ὡς πρώτων θεολόγων.
“在最初进行哲学思考的人中,大多数人。” 他如今记述其他人所说的意见的原因,他自己已经清楚地说明了。他提及古代学者,并不是因为他们认为这些是自然实体的原理(因为若是如此,这一记述就显得不再切合当前的主题了),而是认为它们是所有存在者的原理,而当前的讨论对象也包含在其中。因为那些人确实把他在谈论的这些设定为自然事物的原理;但由于他们认为只有这些存在,除此之外别无他物,他们便寻求了自然事物和一切存在者的相同原理。至于他们仅仅假设了质料方面的原因,他通过指出他们声称存在者的原因和原理是“事物最初由此生成且最终毁灭于此者,其实体保持不变而仅在性状上发生变化”,从而表明了这一点。因为这样的东西就是质料,无论它存在于何物之中,都保持自身实体不生不灭,而它的变化乃是在由此生成的事物的生成过程中依性状发生的变化。而“质料形式的[原理]”,是用来替代说明他们认为唯有处于原理的这一形式即依质料的原理中的〔原理〕,才是存在的。正因如此,他们认为没有任何事物生成或毁灭,因为这样一种自然[本性]始终得以保存。但对于那些把质料设定为某种现实存在的物体、而不是像亚里士多德所说的那样设定为潜在存在的人来说,其结论便是没有任何事物可以单纯地生成和毁灭,而是所谓的生成乃是质变,正如他在《论生成和消灭》中所指出的那样;因为[在他们看来]质料是现实存在的并始终保持同一;因为他们假设原理是不灭的且在实体上不可改变,而由它生成的各实体的性状发生改变;因为依性状的变化就是质变。接着他列举了究竟哪些人只假设了质料因,而依他们的观点严格意义上的生成无法成立。他说在这些人中泰勒斯是第一人(因为在被提及的人中他似乎是自然哲学的开创者),并清楚地阐述了他的观点。他通过关于苏格拉底的例子通俗地表明,对于那些认为基底完全处于现实中、无论在何物之中都始终保存其固有实体的人而言,生成是如何无法成立的;因为由此生成的每一个事物无非是处于某种状态的基底而已。而他说“因为必定存在某种自然,或单一或多于单一,其他事物由此生成而它自身得以保存”,乃是因为在一些人看来基底和质料是一,即本身已经是某种现实存在的事物,而在另一些人看来则是复多,正如他自己通过后文所添加的内容表明的那样;即使在主张复多的人中,他们所主张的也不相同。因此他说:“然而关于这样一种原理的数目和形式,并不是所有人都说的是同一回事,而是泰勒斯,这种哲学的开创者。”“这种”,意指自然哲学与理论哲学;因为他是被提及的自然哲学家中最古老的一位。至于依他的观点水是原理,以及出于何种原因,[亚里士多德]清楚地列举出来:既因为一切事物的滋养物是潮湿的,而各事物的存在来自滋养,又因为一切事物的种子——事物的生成正由此而来——依自然本性是潮湿的,且热本身也是从这潮湿之物中生成的。因为泰勒斯派学者假设热和火的生成是由于来自潮湿之物的蒸发;因为热也是由它滋养、存在并得以保存的;因为这就是热所具有的生命。因此,对他们而言,潮湿之物也是热的原理和元素,如果热确实由此得到滋养并由此生成的话;因为生成物由此生成者,这便是它们的原理;因此,水也是火的原理,如果火是由水生成的话;既然火也受其滋养,火确实是由此生成的。而“水是潮湿事物的自然原理”,是用来替代说明水是潮湿事物的原理、自然本性以及存在的因。如果对于其他事物以及对于种子而言潮湿之物是原理,而潮湿之物的原理是水,那么水对于属于它之下的事物而言也应当是原理。也有些人记述了极古老的人,因为这种意见被某些人追溯到了最古老的人以及最初谈论神明的人;他也说明了是如何追溯的。他谈论的应当是作为最早的神学家的荷马和赫西俄德。
- 1.18τὴν γὰρ ὕλην ἐνεργείᾳ οὖσαν καὶ ὑπομένουσαν ἀεὶ τὴν αὐτήν
带分词的宾格短语(τὴν γὰρ ὕλην ἐνεργείᾳ οὖσαν...)是对前文推论(ἀκολουθεῖ τὸ μηδὲ γίνεσθαι...)的原因说明。在构词上,它或是承前省略了表示主张或假设的动词(如后文紧接着出现的 ὑποτίθενται),或是作为间接引语性质的宾格省略结构,用以表达早期哲学家所持的前提。
- 1.18τὸ δὲ δεῖ γὰρ εἶναί τινα φύσιν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τὰ ἄλλα σῳζομένης ἐκείνης εἶπε καθ’ οὓς μὲν ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη ἐνεργείᾳ τι ὂν ἤδη καθ’ αὑτό ἐστι, καθ’ οὓς δὲ πλείω
句首的中性定冠词 τό 将整段亚里士多德引文(δεῖ γὰρ... σῳζομένης ἐκείνης)名词化,作为谓语动词 εἶπε 的直接宾语。随后的 καθ’ οὓς μὲν ... καθ’ οὓς δὲ ... 结构中,前置词 κατά 结合关系代词,意为“在主张……的人看来……而在主张……的人看来……”,以此解释亚里士多德为何使用“或单一或多于单一”这一选言表述。
