- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:249.1-249.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大围绕亚里士多德《形而上学》1003b32的字句,通过多种论证方式阐释了实体中一与是者在原本意义上且非偶然地是同一的,进而指出一者的种与是者的种数量相同,且由同一门属上单一的科学(哲学)加以研究。
" Ἔτι δὲ ἡ ἑκάστου οὐσία ἕν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός." Ὅτι ταὐτὸν τό τε ὂν καὶ τὸ ἓν καὶ οὕτω δείκνυσιν. εἰ τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ ἐστὶν ἕν, τοῦτό ἐστι καὶ κυρίως καὶ οὐ κατὰ συμβεβηκός·1 οὐ γὰρ συμβεβηκός ἐστι τῇ ἑκάστου οὐσίᾳ τὸ ἕν, ἀλλὰ κυρίως καὶ καθ’ αὐτὸ ἓν ἡ ἑκάστου οὐσία. διὸ καὶ ἐν τῷ τί ἐστι τὸ ἓν τῆς ἑκάστου οὐσίας κατηγορεῖται. ὁμοίως δὲ καὶ τὸ ὂν τῇ ἑκάστου οὐσίᾳ οὐ κατὰ συμβεβηκός· ὅπερ γὰρ ὄν τι καὶ ὅπερ ἓν ὁμοίως ἡ ἑκάστου οὐσία. καὶ οὕτως ἂν δεικνύοιτο ταὐτὸν τό τε ἓν καὶ τὸ ὄν. ἢ οὕτως. εἰ ἡ ἑκάστου οὐσία ὁμοίως ἕν τέ ἐστι καὶ ὄν (ἑκάτερον γὰρ αὐτῶν καθ’ αὑτὸ ἑκάστου κατηγορεῖται, καὶ ὁμοίως ἕν τε καὶ ὂν ἕκαστόν ἐστι), ταὐτόν ἐστι τό τε ὂν καὶ τὸ ἕν· ὡς γὰρ ὄν, καὶ ἕν, καὶ ἅμα τὸ ἕτερον καὶ τὸ ἕτερον. δύναται τὸ εἰρημένον καὶ τοιοῦτον εἶναι. ὥσπερ ἡ οὐσία ὅπερ ὄν ἐστι καὶ κυρίως ὄν, οὕτω καὶ ὅπερ ἓν καὶ κυρίως ἕν, ἀλλ’ οὐ κατὰ συμβεβηκός· ὥστε εἴη ἂν καὶ τὸ ἓν ὁμοίως τῷ ὄντι, τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως, καὶ τὸ μὲν πρώτως τὸ δὲ δευτέρως· κυρίως μὲν γὰρ ὂν καὶ ἓν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ ὂν καὶ ἓν ἕκαστον τῶν κατὰ τὴν οὐσίαν ὄντων. δείξας δὲ διὰ τούτων ὅτι ταὐτὸν τὸ ἓν καὶ τὸ ὄν, οὗ χάριν ἔδειξε τοῦτο, ἐπιφέρει λέγων ὥστε ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος. εἰπὼν τῆς αὐτῆς ἐπιστήμης εἶναι τῷ γένει τὰ τοῦ ὄντος εἴδη θεωρῆσαι2 (αἱ γὰρ τὰ τοῦ ὄντος εἴδη τίνα τέ ἐστι καὶ πόσα θεωροῦσαι αἱ αὐταὶ ἀλλήλαις τῷ γένει), δείξας ὅτι ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εὐλόγως ἐπήνεγκε τὸ ὅσα τοῦ ἑνὸς εἴδη τοσαῦτα καὶ τοῦ ὄντος εἶναι, περὶ ὧν εἰδῶν τὸ τί ἐστιν ἕκαστον αὐτῶν κατὰ τὸ γένος τῆς αὐτῆς ἐπιστήμης θεωρῆσαι· γένει γὰρ αἱ αὐταὶ ἀλλήλαις αἱ τὸ τί ἐστιν ἕκαστον τούτων θεωροῦσαι. ἡ γὰρ φιλοσοφία μία τῷ γένει ἐπιστήμη ἔκειτο εἶναι, ἥτις ὥσπερ περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτου εἴδη, ὡς εἶπεν, οὕτως δὲ καὶ περὶ τὸ ἓν ᾗ ἓν καὶ τὰ εἴδη αὐτοῦ πραγματεύεται, ἐπεὶ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν.
“此外,每一事物的实体是一,且非偶然地如此。” 是者与一者是同一的,他也通过这种方式予以表明。如果各事物之存在所依凭者[实体]是一,则此[实体]既在原本意义上又非偶然地[是一];因为一对于每一事物的实体并非偶然属性,而是每一事物的实体在原本意义上且自身即是一。因此,一也在“何所是”中被述说于每一事物的实体。同样,是者对于每一事物的实体亦非偶然属性;因为每一事物的实体同样正是某种是者,也正是某一者。这样,一者与是者亦可被证明是同一的。或者以这种方式[证明]:如果每一事物的实体同样既是一又是是者(因为它们各自都自身被述说于每一事物,且每一事物同样既是一又是是者),则是者与一者便是同一的;因为正如它是是者,它也是一,且此二者同时并存。所说的话也可以是这样的:正如实体恰是是者且在原本意义上是是者,它同样也恰是一且在原本意义上是一,而绝非偶然地如此;以至于一者亦与是者类似,一方面是原本意义上的,另一方面是非原本意义上的,且一方面是首要的,另一方面是次要的;因为实体在原本意义上是是者与一,而依从实体的是者中的每一项,则是偶然地成为是者与一。在通过这些论述表明了一者与是者是同一的之后,他进而说明了他为此证明的目的,说道:“因此,一者的种有多少,是者的种亦有同样多。”在说明了考察是者的各物种属于属上相同的科学之后(因为考察是者的各物种何所是以及有多少的那些[个别科学],在属上彼此是相同的),证明了是者与一者在载体上是同一的他,合乎逻辑地补充道:一者的种有多少,是者的种亦有同样多;考察这些物种中每一项的何所是,在属上属于同一门科学;因为考察这些物种中每一项何所是的那些[个别科学],在属上彼此是相同的。因为哲学已被预设为属上单一的一门科学,正如他所说,哲学既探讨作为是者的是者及其物种,同样也探讨作为一者的一者及其物种,因为是者与一者乃是同一的。
- 4.8εἰ τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ ἐστὶν ἕν, τοῦτό ἐστι καὶ κυρίως καὶ οὐ κατὰ συμβεβηκός
在条件从句中,包含关系代词短语的 τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ [ἐστίν] 构成主语部分(“各事物之存在所依凭者”,即实体),ἕν 为述词。主句中的 τοῦτο 指代该主语部分,κυρίως 与 οὐ κατὰ συμβεβηκός 作为副词短语修饰承前省略的述词 ἕν。
- 4.8εἰπὼν τῆς αὐτῆς ἐπιστήμης εἶναι τῷ γένει τὰ τοῦ ὄντος εἴδη θεωρῆσαι
该句为一个由并列的前行不定过去分词 εἰπὼν ... 和 δείξας ... 引向主要动词 εὐλόγως ἐπήνεγκε 的复杂长句。τῆς αὐτῆς ἐπιστήμης 是属格表归属,以不定式 θεωρῆσαι 为逻辑主语。插入句(αἱ γὰρ ... θεωροῦσαι)中的阴性复数分词是通过省略 ἐπιστῆμαι 而作名词化使用的。
