- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:247.32-248.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细阐明了亚里士多德如何通过“人”、“一人”与“存在着的人”的等价性以及诸如“人是人”的重叠表达,来论证是者与一者在基底上是同一的且在生成与消灭中也不分离。
ὅτι δὲ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν, ὡς προείρηκε, δεικνὺς ἐπήνεγκε ταὐτὸν γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν τῷ ἄνθρωπος εἴη ἄν, ὥστε καὶ ἀλλήλοις ταὐτά. ὅ τε γὰρ ἄνθρωπον σημαίνων ἕνα ἄνθρωπον σημαίνει καὶ ὄντα ἄνθρωπον· ἀλλὰ κἂν τὸ εἷς προστεθῇ, ἅμα καὶ ὅτι ὤν ἐστι σημαίνει, κἂν τὸ ὤν, ὅτι εἷς. εἰπὼν δὲ ὅτι τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν ἑκάτερον αὐτῶν ἐστι τῷ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ἀλλήλοις, ὅτι τὸ ὢν καὶ τὸ εἷς ἐπὶ τοῦ ἀνθρώπου τὸ ὡς οὐσίαν ἓν σημαίνει δείκνυσι διὰ τοῦ λαβεῖν ὅτι τὸ ἔστιν ἄνθρωπος ἄνθρωπος οὐχ ἕτερόν τι σημαίνει τοῦ ἔστιν ἄνθρωπος ἁπλοῦ. τὸ δὲ ἔστιν ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν εἶναι τὸν ἄνθρωπον δηλοῖ, καὶ τὸ ἔστιν ἄρα ἄνθρωπος ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν σημαίνει, ὥστε καὶ τὰ τούτῳ ἴσον δυνάμενα τό τε ὢν ἄνθρωπος καὶ εἷς ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν καὶ ὡς οὐσίαν ἓν σημαίνει. ὃ δὲ λέγει ἐστίν· ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν ταὐτά, καὶ ὁ τὸ ἔστι δέ τινος κατηγορῶν τὸ ὂν αὐτοῦ κατηγορεῖ, ὁ λέγων ‘ὢν ἔστιν ἄνθρωπος’ ἢ πάλιν ‘ἓν ἔστιν ἄνθρωπος’ ἐπαναδίπλωσίν τινα ποιεῖται τοῦ ἔστι, διὸ ἑκάτερον τούτων ἴσον ἐστὶ τῷ ἔστιν ἄνθρωπος· οὐ γὰρ θάτερόν τι κατὰ τὴν λέξιν δηλοῖ τὸ ἐπαναδιπλούμενον τῷ ἁπλῶς λεγομένῳ, ὡς ἔδειξε διὰ τοῦ παραδείγματος, ἐπαναδίπλωσιν ποιησάμενος τοῦ ἄνθρωπος. ἐπεὶ γὰρ τὸ ἓν τῷ ὄντι ταὐτόν, ὁ λέγων ‘εἷς ἐστιν ἄνθρωπος’ ἐπαναδιπλοῖ καὶ δὶς λέγει τὸ ἔστι καὶ τὸ ἕν, ὡς καὶ ὁ λέγων ‘ἔστιν ἄνθρωπος ἄνθρωπος’ ἐπαναδιπλοῖ τὸν ἄνθρωπον. δείξας δὲ ἐπὶ τοῦ ἀνθρώπου ταὐτὸν δυνάμενα τό τε ἓν καὶ τὸ ὂν καὶ μὴ χωριζόμενα ἀλλήλων (ὑπὸ γὰρ τοῦ αὐτοῦ ἥ τε οὐσία καὶ τὸ ἓν σημαίνεται τὸ ἐν αὐτῇ), φησὶν ὅτι οὐ χωρίζεται ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε ἐπὶ φθορᾶς τὸ ὂν καὶ τὸ ἕν· ὡς γὰρ ἕκαστον τούτων ὄν ἐστιν, οὕτω καὶ ἕν. ἅμα γὰρ τό τε ὂν καὶ τὸ ἓν ἑκάστου κατηγορεῖται· καὶ γὰρ τούτων ἕκαστον ὡς ὂν οὕτω καὶ ἕν. τῷ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνὸς προσθετέον τὸ ἔχει·1 ὡς γὰρ ἐπὶ τοῦ ὄντος ἔχει ἡ κατηγορία, οὕτω καὶ ἐπὶ τοῦ ἑνός. ἢ δείξας ὅτι μηδὲν διαφέρει τὸ ἔστιν ἄνθρωπος τοῦ εἷς ἐστιν ἄνθρωπος, προσέθηκεν ὅτι μηδὲ εἰ τὸ γίνεσθαι ἄνθρωπον λέγοιμεν ἢ φθείρεσθαι, ἡ ἐπαναδίπλωσις τοῦ ἀνθρώπου ἄλλο τι ποιήσει τὸ λεγόμενον· ὥστε ὡς τοῦ ἔστιν ἢ τοῦ γίνεσθαι ἢ τοῦ φθείρεσθαι προτασσομένου οὐ γίνεται τὰ σημαινόμενα διαφέροντα ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου,2 οὕτως οὐδ’ ἂν τὸ ἓν τοῦ ἀνθρώπου προταχθῇ, ἄλλο τι ἔσται σημαίνουσα ἡ ἐπαναδίπλωσις τοῦ κατηγορουμένου καὶ ἄλλο εἰ ἅπαξ ῥηθείη. ὡς δὲ τὸ κατηγορούμενον ὁ ἄνθρωπος δὶς λαμβανόμενον οὐ ποιεῖ διαφοράν, οὕτως οὐδὲ τὸ ὑποκειμένου χώραν ἔχον· τοῦτο δέ ἐστι τὸ ἕν ἐστιν, ἃ τῷ ἐπὶ τοῦ αὐτοῦ λέγεσθαι, εἰ ἀμφότερα λαμβάνοιτο, ἔσται ἐπαναδιπλούμενον ἢ τὸ ἔστιν ἢ τὸ ἕν· διὸ οὐδὲ αὐτὸ ἐπαναδιπλωθὲν διαφοράν τινα ποιήσει τῶν σημαινομένων. διὰ δὲ τοῦ ἐπενεγκεῖν τὸ ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τούτοις ταὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον τὸ ὂν παρὰ τὸ ἕν, ἔδειξεν ὅτι ὑπὲρ τοῦ δεῖξαι τὴν τούτων σύνοδον καὶ ἐπαναδίπλωσιν μὴ σημαίνουσαν ἄλλο τι παρὰ τὴν ἑκατέρου αὐτῶν κατ’ ἰδίαν λῆψιν ἐποιήσατο περὶ τῆς τοῦ ἀνθρώπου ἐπαναδιπλώσεως τὸν λόγον.
他在表明正如他先前所说的是者与一者是同一的时,补充道:“因为一人与人是同一的,而存在着的人与人也将是同一的,以至于它们彼此也是同一的。”因为表示“人”者便表示“一人”且表示“存在着的人”;不仅如此,即便加上“一”,同时也表示他是“存在者”,即便加上“存在着的”,也表示他是“一”。在说明了“一人”与“存在着的人”各自都与“人”是同一的,并因此彼此也是同一的之后,他通过认定“人是人”并不比单纯的“是人”表示任何不同的东西,表明了在人身上“存在着的”与“一”表示作为实体的一。而“是人”表明人是作为实体的是者,因此“人是人”也表示作为实体的是者,以至于与此具有同等效力的“存在着的人”和“一人”也表示作为实体的是者和作为实体的一。他的意思乃是:由于是者与一者是同一的,并且对某物述说“是”的人也就是对它述说“是者”,所以说“人是存在着[的人]”或又说“人是一[人]”的人,乃是对“是”作了某种重叠,因此这两者中的每一项都等于“是人”;因为正如他通过举例对“人”进行重叠所表明的那样,在措辞上被重叠的东西并不表明与单纯述说的东西有何不同。因为既然一者与是者是同一的,说“人是一[人]”的人就是在重叠并且两次说出“是”与“一”,正如同说“人是人”的人是在重叠“人”。在表明了在人身上一者与是者具有同等效力且不彼此分离之后(因为通过同一项,其实体以及存在于其中的一都被表示了出来),他说,是者与一者无论在生成中还是在消灭中都不彼此分离;因为正如这些[生成或消灭]中的每一项是是者一样,它也是一。因为是者与一者同时被述说于每一项;确实,这些中的每一项正如它是是者,它同样也是一。而在“而且在一的情形下也同样”这一短语中,必须补充“具有”;因为述说在是者的情形下如何具有,在一者的情形下也同样如何具有。或者说,在表明了“是人”与“是一人”毫无区别之后,他补充道:即使我们说人“生成”或“消灭”,对“人”的重叠也不会使所说的话成为任何别的东西;因此,正如当“是”或“生成”或“消灭”置于其前时,随着“人”被重叠,所表示的东西并不变得不同,同样地,即使把“一”置于“人”之前,述词的重叠也不会与只说一次时表示不同的东西。正如作为述词的“人”被两次取用并不产生差异,占据主词位置的东西也是如此;而这就是“是一”,由于它们被述说于同一事物,如果两者都被取用,要么“是”要么“一”将被重叠;因此即使它自身被重叠,也不会使所表示的东西产生任何差异。而通过补充“因此显而易见的是,在这些情形中添加表明的是同一事物,且是者绝非一者之外的另一物”,他表明了,正是为了表明它们的结合与重叠所表示的并不异于对它们各自单独的取用,他才展开了关于重叠“人”的论述。
- 4.7τῷ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνὸς προσθετέον τὸ ἔχει
这是注解者对亚里士多德本文中的省略短语 ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός 所作的句法补充说明。整句引用作为动形容词 προσθετέον 的与格补足语,指出应当补充动词 ἔχει(“处于……状态、如此”),正如紧随其后的分句所解释的那样:ὡς γὰρ ἐπὶ τοῦ ὄντος ἔχει ἡ κατηγορία, οὕτω καὶ ἐπὶ τοῦ ἑνός。
- 4.7ὥστε ὡς τοῦ ἔστιν ἢ τοῦ γίνεσθαι ἢ τοῦ φθείρεσθαι προτασσομένου οὐ γίνεται τὰ σημαινόμενα διαφέροντα ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου
该分句引入了一个包含多重属格绝对结构(τοῦ ἔστιν... προτασσομένου 以及 ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου)的复合关联结构。它通过关联副词 ὡς... οὕτως 与后面的主句(οὕτως οὐδ’ ἂν... ἄλλο τι ἔσται σημαίνουσα)紧密呼应,对比了“是”“生成”或“消灭”前置且“人”重叠时,与“一”置于“人”之前且述词重叠时所指含义的不变性。
