← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§246.25-247.32

是者与一者在基底上的同一性

亚历山大注释亚里士多德《形而上学》卷四第二章(1003b22)关于“是者与一者在基底上同一”的命题,论述对一者与多数及其诸种的考察属于第一哲学,并通过原理与原因的比喻阐明两者如何在基底上同一而在说明上相异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7#1

" Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις, τῷ ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ’ οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα." Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἥ τε περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία καὶ ἡ περὶ τοῦ πόσα καὶ τίνα τοῦ ὄντος εἴδη, ἑξῆς δείκνυσιν ὅσα καὶ τίνα εἴδη τοῦ ὄντος, πρῶτον δείξας ὅτι τὸ ἓν καὶ τὸ ὂν ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ τὸ ὑποκείμενον· τούτου γὰρ δειχθέντος, ὅσα ἂν τοῦ ἑνὸς εἴδη ᾖ, τοσαῦτα ἂν εἴη καὶ τοῦ ὄντος, ἐπειδὴ ταὐτὸν κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εἰ καὶ μὴ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς ἔδειξε. διὸ ὅσα ἂν εὑρεθῇ εἴδη τοῦ ἑνός, τοσαῦτα καὶ τοῦ ὄντος ἔσται· πρὸς γὰρ τὴν εὕρεσιν τῶν εἰδῶν, ὡς ἔφην, τοῦ ὄντος τὸ ἓν παραλαμβάνει. λήψεται δὲ καὶ ὅτι ἐπεὶ ἐναντίον τῷ ἑνὶ τὸ πλῆθος, τῶν δὲ ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, τῆς αὐτῆς εἶναι καὶ τὴν περὶ πλήθους θεωρίαν καὶ ὅσα ὑπὸ τὸ πλῆθος ὡς γένος τέτακται· ὥστε ὁ φιλόσοφος ᾗ φιλόσοφος καὶ περὶ ἑνὸς καὶ πλήθους διαλήψεται καὶ τῶν ὑπὸ ταῦτα, καὶ περὶ μὲν τοῦ ἑνὸς καὶ τῶν ὑπὸ τοῦτο, ἅ ἐστι τὸ ταὐτόν, τὸ ἴσον, τὸ ὅμοιον καὶ ὅσα τοιαῦτα, ὅτι τὸ ἓν τῷ ὄντι ὁμοίως τε καὶ κατὰ τῶν αὐτῶν λέγεται, περὶ δὲ τοῦ ὄντος τούτου τὸ θεωρεῖν·1 περὶ δὲ τοῦ πλήθους καὶ τῶν ὑπὸ τοῦτο, ὅτι τῆς αὐτῆς ἐπιστήμης ἡ τῶν ἐναντίων γνῶσις, ἐναντίον δὲ τὸ μὲν πλῆθος τῷ ἑνί, τὰ δὲ ὑπὸ τὸ πλῆθος εἴδη τοῖς τοῦ ἑνὸς εἴδεσι. λέγει δὲ τὸ ἓν τῷ ὄντι οὕτω ταὐτὸν εἶναι ὡς ἔστι ταὐτὰ ἀρχή τε καὶ αἴτιον. ὡς γὰρ ταῦτα ἀμφότερα μὲν ἀκολουθεῖ τε ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖται (ὃ γὰρ ἀρχή, τοῦτο καὶ αἴτιον, καὶ ὃ αἴτιον, τοῦτο καὶ ἀρχή), ἄλλος μέντοι λόγος αὐτοῦ καὶ ἄλλη ἐπιβολὴ τῆς διανοίας καθὸ ἀρχὴ λέγεται καὶ ἄλλος καθὸ αἴτιον (ἡ μὲν γὰρ ἀρχὴ καθὸ πρῶτόν ἐστι τοῦ οὗ ἐστιν ἀρχή, καὶ καθὸ ἐξ αὐτοῦ τὰ ὧν ἐστιν ἀρχή, τὸ δὲ αἴτιον καθό ἐστι δι’ αὑτὸ τὸ οὗ αἴτιον· ἄλλο δὲ τὸ ἐξ οὗ ἐστι καὶ ἄλλο τὸ δι’ ὅ), οὕτω δή φησιν ἔχειν πρὸς ἄλληλα τό τε ὂν καὶ τὸ ἕν. καθ’ ὧν μὲν γὰρ θάτερον, πάντως καὶ θάτερον· διὸ καὶ ἀμφότερα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν, ὡς εἴρηκε, πρὸς ἓν καὶ πρὸς μίαν φύσιν λεγομένων· κατὰ διάφορον δὲ ἐπίνοιαν τό τε ὂν καὶ τὸ ἓν κατηγοροῦμεν, διὰ μὲν τοῦ ὂν εἰπεῖν τι τὴν ὕπαρξιν σημαίνοντες αὐτοῦ, διὰ δὲ τοῦ ἓν τὸν ἀπὸ τῶν ἄλλων χωρισμὸν καὶ τὸν ἀπὸ τοῦ πλήθους· ἅμα δὲ ὄν τί ἐστι καὶ διαφέρον τῶν ἄλλων καὶ ἔστιν ἓν καὶ οὐ πλῆθος. οὕτως ἔχει πρὸς ἄλληλα καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ σπέρμα καὶ καρπός, καὶ ἀνάβασις καὶ κατάβασις, καὶ πάνθ’ ὅσα κυρίως ἑτερώνυμα καλεῖται. εἰπὼν δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτὰ εἶναι καὶ μίαν τινὰ φύσιν, οὐ μέντοι ὡς ἑνὶ λόγῳ δηλούμενα, ἐπήνεγκεν ὅτι διαφέρει δὲ οὐδὲν οὐδ’ ἂν καὶ κατὰ τὸν λόγον αὐτὰ ταὐτὰ ὑπολάβωμεν εἶναι, μὴ μόνον κατὰ τὴν ὑποκειμένην φύσιν, ὡς εἶναι τῶν πολυωνύμων τὸ ὑποκείμενον αὐτοῖς, ὧν πλείω μὲν ὀνόματα, καθ’ ἕκαστον δὲ τῶν ὀνομάτων ὁ αὐτὸς λόγος, ὡς φασγάνου καὶ μαχαίρας, καὶ λωπίου καὶ ἱματίου. τὸ γὰρ λαβεῖν αὐτὰ καὶ κατὰ τὸν λόγον εἶναι ταὐτὰ πρὸ ἔργου μᾶλλον ἡμῖν πρὸς τὸ προκείμενον·2 ἔτι γὰρ μᾶλλον τῆς αὐτῆς ἐπιστήμης ἔσται ὁ περὶ ἑκατέρου αὐτῶν λόγος, εἰ μόνον κατὰ τὸ ὄνομα διαφέροιεν.

“如果是者与一者是同一的且是一种本性,乃因它们像原理与原因那样互为伴随,但并非如通过单一说明所表明的那样。” 在表明了关于作为是者的是者的考察以及关于是者的诸种有多少且是何种的考察都属于一门知识之后,他接着表明是者的诸种有多少且是何种,而首先表明了一者与是者在基底上彼此同一。因为一旦表明了这一点,只要一者的诸种有多少,是者的诸种也将有多少,因为正如他所表明的,即使它们的说明不是同一的,是者与一者在基底上却是同一的。因此,只要能发现一者的诸种有多少,是者的诸种也将有同样多;因为正如我所说,他为了发现是者的诸种而引入了一者。并且他还将认定,由于多数与一者对立,而关于诸对立者的知识是同一门,所以关于多数以及凡被置于作为属的多数之下的事物的考察,也属于同一门[知识];以至于哲学家作为哲学家既将讨论一者与多数,也将讨论处于它们之下的事物。其中,一方面讨论一者以及处于它之下的事物——即相同、均等、相似以及凡此类事物——,是因为一者与是者是以类似方式且针对相同事物被述说的,并且考察是者属于此人[哲学家];另一方面讨论多数以及处于它之下的事物,是因为对诸对立者的认识属于同一门知识,而多数与一者对立,处于多数之下的诸种与一者的诸种对立。并且他说,一者与是者之所以是同一的,其方式正如同原理与原因之所以是同一的。因为正如这两者既互为伴随又被述说于同一事物(凡是原理的,也就是原因;凡是原因的,也就是原理),然而就其被称为原理而言的说明与理智把握是一回事,就其被称为原因而言则是另一回事(原理乃在于相对于它是其原理的事物而言是第一的,并且在于它是其原理的事物是从它而来的;而原因乃在于它是其原因的事物是因它而存在的;从之而来者与因之而存在者是不同的),他说,是者与一者的相互关系正是如此。因为凡能够述说其中一者的,在任何情况下也能够述说另一者;因此,正如他说过的,两者都属于那些归于一且归于单一本性而被述说的多义词。但我们是根据不同的概念来述说是者与一者的:通过称某物为是者来表明其实存,而通过称其为一者来表明它与其他事物的分离以及从多数中的分离;同时,某物既是是者且与其他事物不同,又是一者而非多数。无部分者与最小者、种子与果实、上行与下行,以及一切严格被称为异名异义词的事物,相互之间也具有这种关系。在说明了是者与一者是同一的且是某种单一的本性,但并非如通过单一说明所表明的那样之后,他补充道:即使我们假定它们不仅在基底的本性上,而且在说明上也是同一的,也并无任何不同,以至于它们的基底正如多名同义词的基底那样——这些事物具有多个名称,但在各个名称之下却具有相同的说明,例如佩剑与短刀,外氅与披风。因为假定它们在说明上也是同一的,对于我们着手处理的问题反而更加有利;因为如果它们仅仅在名称上有别,关于它们各自的探讨将更加属于同一门知识。

语法注2 条
  1. 4.7περὶ δὲ τοῦ ὄντος τούτου τὸ θεωρεῖν

    这是一个省略了系动词(如 ἐστί)的承接句。此外,τούτου 最自然地被理解为指代前文提到的“哲学家”(ὁ φιλόσοφος),即“关于是者的考察属于此人[哲学家]”;但从语法上亦可理解为修饰 τοῦ ὄντος(“关于这一是者的考察”)。无论采取哪种解读,其最终意义均指哲学家对是者的考察。

  2. 4.7πρὸ ἔργου μᾶλλον ἡμῖν πρὸς τὸ προκείμενον

    成语表达 πρὸ ἔργου(字面意为“在工作之前”)意为“有益的”、“有助的”或“有利的”,在此处与比较级副词 μᾶλλον 连用,表示“更为有利”。与格 ἡμῖν(对于我们)和介词短语 πρὸς τὸ προκείμενον(针对眼前的课题/论题)修饰该结构,规定了受益者与适用的目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:246.25-247.32