- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:245.20-246.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德关于是者的诸种属于在属上一门知识的论述(1003b21),阐明了哲学的各个部门(第一哲学、自然学、实践哲学)与是者的诸种之间的比例对应关系,并解释了这如何消解《形而上学》第二卷中关于知识单一性的诸疑难。
" Διὸ καὶ τοῦ ὄντος ὅσα εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν.1" Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν θεωρία, ἥτις ἐστὶ σοφία τε καὶ φιλοσοφία (εἴρηται δὲ ὅτι μιᾶς ἐστι τῷ γένει, τουτέστι μιᾶς κατὰ τὸ γένος ἐπιστήμης, ὅσα εἴδη καὶ ὅσαι διαφοραὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι), ἐπήνεγκε τὸ τὰ δὲ εἴδη τῶν εἰδῶν· ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτω καὶ τὸ γένος τῆς τούτου ἐπιστήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτω καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ εἴδη τῆς ἐπιστήμης. ἔστι δὲ τὸ γένος καὶ ἡ τοῦ ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ, καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἂν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ φιλοσοφίαν ὡς γενικήν τινα ἐπιστήμην τεταγμέναι εἰσὶν ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ καὶ ἐνεδείξατο ἡμῖν διὰ τούτων καὶ πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία· τῷ γὰρ καθόλου. εἴδη δὲ αὐτῆς ὅσα τὰ τοῦ ὄντος· εἴδη γὰρ αὐτῆς ἥ τε πρώτη φιλοσοφία, ἥτις καὶ κυρίως σοφία καλεῖται, οὖσα ἐπιστήμη τῶν ἀιδίων τε καὶ ἀκινήτων καὶ θείων. ἡ μὲν γὰρ σοφία ἐστὶν ἡ καθόλου τε καὶ πρώτη, εἴ γε αὕτη ἐστὶν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἀλλ’ οὐ τὶ ὄν· ἔστι δὲ ὑπὸ ταύτην ἡ μέν τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ οὖσα περὶ τὰ φυσικά, ἐν οἷς ἤδη κίνησις καὶ μεταβολή, ἡ δέ τίς ἐστι τῶν πρακτῶν θεωρητική· τοιαῦτα γὰρ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσε καὶ ἐξ ὧν εὐθὺς ἀρχόμενος τοῦ βιβλίου εἶπεν “αὕτη δέ ἐστιν οὐδεμιᾷ τῶν ἐν μέρει λεγομένων ἡ αὐτή,” ἡ περὶ τὰς ἀρχὰς καὶ τὰ πρῶτα αἴτια καὶ τὴν οὐσίαν πραγματευομένη. ἅμα τέ ἐστι πρώτη καὶ καθόλου· ἐν γὰρ τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις τὸ πρῶτον καὶ καθόλου, τῷ καὶ τοῖς ἄλλοις αὐτὸ εἶναι αἴτιον τοῦ εἶναι,2 ὡς καὶ αὐτὸς ἐν τῷ Ε τῆσδε τῆς πραγματείας ἐρεῖ. δι’ ὧν δὲ εἴρηκέ τε καὶ κατεσκεύασε, λέλυκεν ἀπορίας τῶν ἐν τῷ Β βιβλίῳ ῥηθεισῶν, τήν τε εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περὶ τῶν οὐσιῶν πασῶν τὴν θεωρίαν ποιεῖσθαι ἢ ἄλλη ἄλλης οὐσίας ἐστὶν ἐπιστήμη, ἔτι καὶ τὴν εἰ τῆς αὐτῆς ἐστι περί τε τῆς οὐσίας θεωρεῖν καὶ τῶν συμβεβηκότων αὐτῇ. ἀλλ’ εἰ δέδεικται ὅτι τῆς αὐτῆς τῷ γένει περί τε πασῶν τῶν οὐσιῶν καὶ ἔτι περὶ τῶν ὑπαρχόντων αὐταῖς, οὐ διὰ τοῦτο ἔσται καὶ τοῦ τί ἐστιν ἀπόδειξις· οὐδὲν γὰρ κωλύει ὑπὸ τὴν αὐτὴν τῷ γένει ἐπιστήμην εἶναι καὶ τὴν ὁριστικήν, ἥτις τοῦ τί ἐστι θεωρητική, καὶ τὴν ἀποδεικτικήν, ἣ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ γένει ἐστὶν ἀποδεικτική. καὶ τὸ ἐφεξῆς δὲ τούτῳ ἀπορηθὲν ἑξῆς λύει, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ ἐναντιότητος· δείκνυσι γὰρ ὅτι καὶ ἡ περὶ τούτων θεωρία οἰκεία τῇ περὶ τοῦ ὄντος.
“因此,无论是有多少种是者,对它们的考察都属于在属上一门的知识,而[知识的]诸种则属于[是者的]诸种。” 在指明关于作为是者的全部是者的考察属于一门知识——即智慧与哲学——之后(并且已经说过,无论作为是者的是者有多少种和多少差异,对它们的考察都属于在属上一门的知识,也就是依属而言是一门的知识),他补充道:“而[知识的]诸种则属于[是者的]诸种。”因为,正如可知的属相对于其下的诸种具有何种关系,关于它的知识之属相对于自身的诸种也具有何种关系;因此比值交错亦然:正如可知的属相对于其固有的知识之属具有何种关系,可知物的诸种相对于知识的诸种也具有何种关系。而属即是者的共通本性对于共通且属上的哲学是可知的,因此是者的诸部分对于哲学的诸部分也是可知的;以至于凡隶属于作为某种属上的知识的哲学之下的各门知识,都将是关于是者的各个种的知识。而通过方才所说的话已证明,将是者区分为诸属——这正是他在《范畴篇》中所做的工作——属于第一哲学。同时,他也通过这些话向我们表明了哲学如何是一门知识:即通过是普遍的。并且它的诸种与是者的诸种一样多;因为它的诸种乃是第一哲学——它也被主要称为智慧,是关于永恒、不动且神圣之物的知识。因为智慧如果确实是关于作为是者的是者而非关于某种特定的是者,它就是普遍的且第一的;而在它之下,一种是关于第一实体的第一哲学,另一种则是关于自然之物的自然哲学——在这些自然之物中已存在运动与变化——,还有一种则是考察可实践之物的;因为在是者中也有某些事物是具有这种性质的。而处理作为是者的是者的哲学在属上是一门的,这也从他在本书一开始便说的话中表明了:“而它与那些被称为局部的知识中的任何一门都不是同一的”,即它是处理原理、第一原因和实体的知识。并且它同时是第一的也是普遍的;因为在被称为从于一且归于一的事物中,第一者也是普遍的,这是由于它自身是其他事物存在的原因,正如他自己在本研讨课题的E卷中所将要说的那样。而通过他所言说并确立的内容,他消解了在B卷中所表述的诸疑难:既包括是否对一切实体的考察都属于同一门知识,抑或不同的实体各属于不同的知识,也进一步包括考察实体与考察其实体上的偶性是否属于同一门知识。但是,即便已证明关于一切实体且进一步关于属于它们的诸属性的〔考察〕属于在属上同一的知识,也并不因此就会有对本质(何所是)的证明;因为没有任何东西阻止在属上同一的知识之下既存在定义性的知识(它是考察何所是的),又存在证明性的知识(它是证明在各个属中自身固有的属性的)。而他接着消解了随之而来的疑难,此外还涉及相同与相异、相似与不相似以及对立;因为他表明关于这些的考察同样固属于关于是者的知识。
- 4.6τὰ δὲ εἴδη τῶν εἰδῶν
亚里士多德引文(词元)中的极度省略句。承接前文的“属于在属上一门知识”(μιᾶς ἐπιστήμης τῷ γένει)与“是者的诸种”(τοῦ ὄντος εἴδη),主语名词短语“[知识的]诸种”(τὰ δὲ εἴδη [τῆς ἐπιστήμης])以及属格补足语“属于[是者的]诸种 / 是[是者诸种的知识]”([ἐπιστήμη] τῶν εἰδῶν [τοῦ ὄντος])均被省略。亚历山大紧接着通过比例对应(知识的属 : 知识的种 = 对象的属 : 对象的种)补全了这一句法省略。
- 4.6τῷ καὶ τοῖς ἄλλοις αὐτὸ εἶναι αἴτιον τοῦ εἶναι
带有定冠词的不定式与格(τῷ εἶναι,无前置词),充当表示原因与根据的与格,用以解释前述命题“第一者也是普遍的”(τὸ πρῶτον καὶ καθόλου)。不定式 εἶναι 的逻辑主语是宾格 αὐτό(第一者自身),表语名词是 αἴτιον,属格 τοῦ εἶναι 依附于 αἴτιον(“存在的原因”),而与格 τοῖς ἄλλοις 是关涉/利益与格(“对于其他事物而言”)。
