- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:243.29-245.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》卷伽玛第2章(1003b12–19),阐明知识之一致性不仅涵盖同名同义者,亦涵盖“朝向一者”的多义事物,且根本上指向第一者(实体);并藉由单一属与单一种感觉・知识的类比,说明普遍哲学考察作为是者的全部是者及其种(属)。
" Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς.1" Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τεταγμένα γένος. οὐ μόνον δέ, φησί, τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον δέ τινα καὶ ταῦτα πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅσον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὕτη, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως καὶ ἐπίσης αὐτῆς πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγιείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ δεκτικῷ ὑγίειά ἐστιν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως.
“因为并非唯有依于一个[意义]被言说的事物,对它们的考察才属于一门知识。” 他所说的依于一个[意义]被言说的事物,是指同名同义的事物,即隶属于一个共同属之下的事物。他说,不仅相互之间具有这种关系的事物的知识是一门知识,而且从于一且归于一的事物的知识也是一门知识。并且在某种方式上,这些事物由于与单一本性相关联,也是依于一个[意义]被言说的,因为这种本性在某种程度上显现于它们全部之中——它们正是由之而来且藉之而如此被称为的,即使并非万物都同样且平等地分有这一本性。实际上,在保全健康的事物中,在制造健康的事物中,以及在接纳健康的事物中,所被考察的都是健康;因此在某种方式上它们也有一个定义,并且对所有这些事物的考察都属于一门知识,即医术。关于是者,只要它是是者,对它的考察也属于一门知识;因为并非只要它们是音乐的或医学的,而是只要它们是是者且分有了是者的本性,[就考察它们]。
"Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη." Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἑξῆς δείκνυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσιν, ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ἔχει ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη,2 πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα τῆς ὑγιείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστι περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς ἐστι φύσεως τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα ἐπὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τὴν δὲ οὐσίαν τοιοῦτον λέγουσιν· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν ἄρα τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· εἰ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ γε τοῖς ἄλλοις ἡ οὐσία ἀρχή τε καὶ αἰτία τοῦ εἶναι. δείξας δὲ πρῶτον ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν αὕτη· ὅτι γὰρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ διαφέρουσα τῶν ἄλλων, ᾗ ἐκείνων τῶν ἐπιστημῶν περὶ τί ὂν ἑκάστη, ἡ δὲ φιλοσοφία ἡ καθόλου περὶ τὸ ὂν ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν.
“然而在一切场合,知识主要属于第一者。” 在确立了多义地从于一且归于一而被言说的事物的知识是一门知识之后,他接着表明,在具有这种特征的事物中——即其中有一者是第一的且主要被言说的,而其他事物则源自于它,正如在那些被称为从于一且归于一的事物中所表现的那样——专注于那一本性的知识,主要是且最根本是关于第一者的,而其他事物也向着它〔那一本性〕共同起作用。例如,医术虽是关于一切健康事物的知识,但它主要是且最根本是关于健康的知识,而其他事物则是相对于健康而被言说的。同样,关于诸善物的知识,主要是且最根本是关于诸善物中最完满之善物的知识。因此对于全部是者而言,既然是者属于同一种本性,知识固然是一门的,但这门知识最根本上将是关于那第一的且主要的是者的,其他事物也正是因之而是是者。而他们说实体就是这样的事物;因为其他事物的存在依附于它,那些其他事物也是因为实体而是是者。因此对于以作为是者的是者为研讨课题的哲学家而言,应当寻求的是实体的诸原理与诸原因;因为如果这些是实体的原理,那么如果实体确实是其他事物存在的原理和原因,它们也将是全部是者的原理。在首先指明关于是者的考察属于一门知识,并阐明何以如此之后,他现在又进一步补充了这门知识是什么;因为〔它是〕普遍哲学,正是在这一方面区别于其他知识:那些知识各是关于某一种是者的,而普遍哲学则是关于作为是者的是者的,并非关于某一种是者。
"Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστήμη. " Τὸ μὲν κατάλληλον τῆς λέξεώς ἐστιν· ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη.3 εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ τῶν οὐσιῶν εἰδέναι τὰς ἀρχὰς καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας αὐτῷ ἡ πραγματεία ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ὡς ἔφθη εἰρηκέναι, δείκνυσι καὶ διὰ τούτων. παντὸς γάρ φησι γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν, γένους μὲν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· τοιαῦτα δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς φύσεως τῷδέ τινι, οὗ ἐστιν ἥδε ἡ αἴσθησις ἀντιληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον τῶν τῷ λευκῷ ὁμογενῶν πάντων (ταῦτα δέ ἐστι τὰ χρώματα) ὄψις ἐστὶν ἀντιληπτική, ὁμοίως καὶ ψόφων μία καὶ χυμῶν μία καὶ καθ’ ἕκαστον γένος τῶν αἰσθητῶν. ὁμοίως πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητικὴ μόνης, ἀλλὰ καὶ πάσης φωνῆς καθὸ φωνή. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν (τοιοῦτον γὰρ ἐδείχθη), οὗ τὸ θεωρεῖν περὶ τῆς οὐσίας, τούτου καὶ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν ἔσται τὸ θεωρεῖν. ὥστε εἰ ἡ σοφία περὶ τὴν οὐσίαν τε καὶ τὰς τῆς οὐσίας ἀρχάς, καὶ περὶ πάντα τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. ἧς δὲ περὶ πᾶν τὸ ὂν ἡ πραγματεία, ταύτης καὶ τὸ εἰδέναι πόσα εἴδη τοῦ ὄντος, τουτέστι πόσα γένη· τοῦ γὰρ εἰδότος τινὰ τὸ καὶ τὴν διαφορὰν αὐτῶν εἰδέναι τὴν πρὸς ἄλληλα· ὁ γὰρ τὰ μὴ ταὐτὰ τὰ αὐτὰ ἀλλήλοις ἡγούμενος οὐδ’ ἂν τὴν ἀρχὴν εἰδείη τι αὐτῶν.
“而对于任何单一的属,既有一种感觉,也有一门知识。” 文句的正规词序是:“对于任何单一的属,既有一种感觉,也有一门知识。”在指出认知实体的原理与原因属于哲学家之后,他又通过这些文句表明,正如他前面所说过的,哲学家的研讨课题不仅是关于实体,而且也是普遍地关于作为是者的全部是者的。因为他说,对于任何单一的属,在可感觉事物中都有一种感觉,在可认知事物中都有一门知识,这里他是更广泛地用“属”来代指“单一的本性”;因为凡按照某一种本性彼此相通的事物,在更广泛的意义上都是属;而那些自某一单一体获得其存在的事物也是如此。因为在可感觉事物中,凡与该感觉所能感知到的某种事物分有同一本性者,都由同一感觉所感知;例如,与白同属的一切事物(这些即是颜色)都由视觉感知,同样,对于声音有一种感觉,对于味道有一种感觉,对于可感觉事物的每个属都各有一种感觉。同样,语法术并非仅考察这一种特定的声音,比方说锐音,而是考察只要其为声音的全部声音。因此,既然是者只要其为是者就分有了单一的本性(因为这已被证明如此),那么考察实体属于谁,考察作为是者的全部是者也就属于谁。所以,如果智慧是关于实体以及实体的诸原理的,那么它也将是关于一切是者以及一切事物的原理的。而凡研讨课题关涉全部是者的知识,认知是者有多少个种,也就是有多少个属,也属于这门知识;因为认知某些事物的人,认知它们彼此之间的差异也属于他;因为把不相同的事物当作彼此相同的人,从一开始就根本不会认知它们的任何东西。
- 4.3ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς
属格 ἐπιστήμης μιᾶς 与连系动词 ἐστί 连用作表语,表示从属或特征(“属于一门知识”)。句子的真正主语是不定式 θεωρῆσαι。
- 4.4τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη
主语是冠词短语 ἡ ... ἐπιστήμη(“专注于那一本性的知识”),属格 τοῦ πρώτου 与系动词 ἐστι 构成谓语,表示对象(“主要是关于第一者的”)。在主句谓语出现前插入了 ἐν τοῖς οὕτως ἔχουσιν 引导的一长串限定分句,形成了远距离倒装隔开(hyperbaton)。
- 4.5Τὸ μὲν κατάλληλον τῆς λέξεώς ἐστιν· ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη
亚历山大指出了亚里士多德原文词序(ἑνός 位于 μία 之后)的语法规则重构(τὸ κατάλληλον τῆς λέξεως),将 ἑνός 调整至 ἅπαντος γένους 之后,以明确其修饰“属”(“每一个单一的属”),消除与 μία 产生的歧义与别扭。
