- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:242.12-243.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大分析了亚里士多德在1003a33及以下所列举的归属于实体的诸偶性例证(性质、过程、变化、缺失、产出者、否定等),指明它们符合《范畴篇》中的最初划分,并论证了即使是否定亦因与实体的关联而被称作存在,从而确立了存在是一门单一科学的对象。
οὐ μὴν αὐτὸς οὕτως χρῆται νῦν τοῖς παραδείγμασιν, ἑκάστου γένους ἓν τιθείς, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων ποιεῖται, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν.1 καὶ εἴη ἂν τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον χρώμενος, καθ’ ἣν διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκότα. λέγει δὲ τὰ συμβεβηκότα τῇ οὐσίᾳ ὄντα λέγεσθαι τὰ μὲν ὅτι οὐσίας πάθη, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες· τὰ δὲ ὡς ὁδοὶ εἰς οὐσίαν· οὕτω καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολὰς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ μείωσις καὶ τὸ γῆρας. ὁμοίως καὶ αἱ στερήσεις· ἡ γὰρ τυφλότης ὄν τι ὅτι οὐσίας τι· στέρησις γάρ. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα· καὶ τὰ πάθη δὲ, ὧν πρώτων ἐμνημόνευσε, τῶν ποιοτήτων. ποιητικὰ δὲ καὶ γεννητικὰ οὐσίας ἤτοι ὡς ἓν εἴρηκε, καὶ εἶεν ἂν τοιαῦται αἱ ἐνέργειαι δι’ ὧν ἡ γένεσις τῶν οὐσιῶν (τὸ γὰρ σπέρμα καθ’ αὑτὸ οὐσία), ἢ τὸ ποιητικὸν ὡς ἄλλο τοῦ γεννητικοῦ, καὶ εἴη ἂν τοιαῦτα ὅσα αἴτια τοῦ μεταβάλλειν τινὰ εἰς οὐσίαν, ὡς τὸ θερμαίνεσθαι γενέσεώς τινων ζῴων αἴτιον. εἰπὼν δὲ ποιητικὰ καὶ γεννητικὰ οὐσίας, ἐπήνεγκεν ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων, τουτέστιν τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἃ λέγεται ὄντα τῷ πρὸς οὐσίαν πως ἔχειν. ἔστι γάρ τινα καὶ τούτων ποιητικά, οἷον χρωμάτων παθῶν ἐπιστημῶν· αἱ γὰρ μαθήσεις ποιητικαὶ καὶ γεννητικαὶ τῶν ἐπιστημῶν, ὡς εὐεξίας γυμνάσια καὶ πόνοι, ὡς ὑγιείας δίαιται. ἔτι τὰ πρὸς τὴν οὐσίαν ὄντα τε καὶ λεγόμενα οἷα τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. [τοῖς δὲ παραδείγμασιν οὐχ οὕτως νῦν κεχρήμεθα ὡς ἐξ ἑκάστου γένους ἓν παραθέσθαι, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων πεποιήμεθα, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτὴν ἔστι κατηγορίαν. ὥστε τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον εἴημεν κεχρημένοι, καθ’ ἣν διῃρεῖτο τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκότα.] καὶ μὴν αὐτῶν δύναται ὡς κατ’ ἰδίαν εἰρημένου τις ἀκοῦσαι.2 ἢ τῶν πρὸς τὴν οὐσίαν τὰ πρός τι λέγει· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. εἰπὼν δὲ ταῦτα ἐπήνεγκεν ἢ τούτων τινὸς ἀποφάσεις ἢ οὐσίας· διὸ καὶ τὸ μὴ ὂν εἶναι μὴ ὂν φαμεν, λέγων τούτων μέν τινος τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, ἢ οὐσίας δὲ αὐτῆς τῆς οὐσίας. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τε καὶ τὸ ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως, ἐπεὶ σχέσιν ἔχουσί τινα πρὸς οὐσίαν, λέγονται ὄντα. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἂν ὂν ἦν· οὕτω δὲ οὐδ’ ἂν ἀπόφασις· ὄντος γάρ τινος ἡ ἀπόφασις· διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτω καὶ τὸ μὴ ὂν εἶναι μὴ ὂν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες,3 ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι. δείξας δὲ ὅτι τὸ ὂν οὕτω λέγεται ὡς τὸ ὑγιεινὸν καὶ ἰατρικόν (πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς καὶ ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν), κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη (ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν τῶνδε θεωρεῖν), οὕτω καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινὸν ἐχόντων ἢ τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περὶ ἓν γένος καὶ μίαν τινὰ φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία.
然而,他本人现在并非以这种方式使用这些范例,即从每个属中各举一例,而是通过它们,对归属于实体、因实体而自身亦被称为存在的事物进行某种枚举,其中许多事物亦处于单一的属即同一范畴之下。并且他更像是在使用《范畴篇》中关于存在的最初区分,依照这一区分,他将存在者区分为实体与偶性。他说归属于实体的偶性被称为存在,有些是因为它们是实体的承受状态,如热、冷、湿、燥,以及一般的承受性性质;有些是作为通往实体的道路:我们也正是这样说生成与增长属于存在者的。并且我们亦将实体的消灭与变化称为存在,因为这些亦是实体的某种事物,例如减损与衰老。同样,缺失亦是如此:因为盲目是某种存在,乃是因为它是实体的某种事物;因为它是缺失。另一些事物则是作为性质[被称为存在],例如状态、倾向、形状;而他最先提及的承受状态亦属于性质。关于实体的产出性与生成性事物,他或者将它们作为一者来言说,而此类事物当是通过其而发生实体生成的现实活动(因为种子自身即是实体);或者将产出性视为不同于生成性,而此类事物当是凡使某物变化为实体的诸原因(正如受热是某些动物生成的诱因)。在言说了实体的产出性与生成性事物之后,他又补充道“或是对于朝向实体被言说者的[产出性与生成性事物]”,即归属于实体的偶性,它们因为朝向实体具有某种关联而被称作存在。因为对于这些事物亦存在着产出性的事物,例如颜色、承受状态、科学的产出性事物;因为学习对于科学是产出性且生成性的,正如体操和劳作对于良好体魄、饮食对于健康一样。此外,朝向实体存在且被言说的事物,乃是诸如关系者;因为关系者处于实体间的关联之中。[然而我们现在使用这些范例,并非为了从每个属中各引出一例,而是通过它们对归属于实体、因实体而自身亦被称为存在的事物进行了某种枚举,其中许多事物亦处于单一的属即同一范畴之下。因此我们更像是在使用《范畴篇》中关于存在的最初区分,依照该区分存在者被区分为实体与偶性。]再者,人们亦可将那些词句理解为独立言说的。“或是朝向实体者”,他指的乃是关系者;因为关系者处于实体间的关联之中。在言说了这些之后,他又补充道“或是这些事物中某一者的否定,或是实体的否定;因此我们亦说非存在是非存在”,这里“这些事物中某一者”指的是归属于实体的事物,“或是实体”指的是实体自身。他指明了实体对于存在与存在者的效力;因为即便实体自身以及归属于实体之物的诸否定,尽管它们否定了其作为否定的那些事物,但由于它们对实体具有某种关联,依然被称为存在。因为若没有实体,亦将没有存在;若是如此,亦将没有否定;因为否定乃是对某种存在者的否定;因此否定自身亦是存在。正是这样,我们亦说非存在是非存在,将“存在”表述于非存在(即存在的否定),乃是因为它是存在的某种事物,我们绝非在说它单纯地存在,而是说这一整体,即〔它〕“是非存在”。在表明了存在正如健康之物与医术之物那样被言说之后(因为这些事物与存在一样,皆朝向一且源于一;即朝向实体),他依照存在与它们的相似性,得出关于它亦有一门单一科学的结论;因为正如健康的事物虽然以多种方式被言说,却并非同名异义的,关于所有这些事物有一门单一的科学(因为考察这些健康之事属于医术),关于类似它们而被言说的一切其他事物亦是如此;医术之事与存在者皆属于此类。因为对于除名称外毫无共同之处的同名异义者而言,不可能有一门单一的科学,因为在共同名称下并未表明任何特有的本性,且每一门科学都关涉单一的属与某种单一的本性;而对于那些不仅依照名称具有共有性,且依照名称的共有性乃依赖于事物的共有性的事物而言,关于它们亦有一门单一的科学。
- 4.2ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν
关系代词 ὧν 的先行词是前文的 τῶν ὑπαρχόντων τῇ οὐσίᾳ ...。动词 ἐστι 采用单数形式以与中性复数主语 πολλὰ 一致,符合古典希腊语常规句法。
- 4.2καὶ μὴν αὐτῶν δύναται ὡς κατ’ ἰδίαν εἰρημένου τις ἀκοῦσαι
属格 αὐτῶν 作动词 ἀκοῦσαι(领会、听取)的宾语。短语 ὡς κατ’ ἰδίαν εἰρημένου 作属格独立结构(或作为修饰宾语的表语性分词短语),表示“将那些词句理解为独立言说的”。
- 4.2τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες
动词 κατηγορέω 采用属格表示被表述的对象、对格表示表述的内容(κατηγορεῖν τί τινος)。此处 τοῦ μὴ ὄντος 为属格补足语(“关于非存在”),τὸ εἶναι 为对格补足语(“存在”),中间的关系从句 ὅ ἐστι τοῦ ὄντος ἀπόφασις 则修饰先行词 τοῦ μὴ ὄντος。
