← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§240.31-242.12

朝向一者言说的多义存在与实体

针对亚里士多德《形而上学》1003a33“存在以多种方式被言说,但朝向一者”一句,亚历山大阐明了存在既非一个属亦非完全的同名异义者,而是作为“源于一且朝向一而被言说者”居于两者之间,并通过“健康的”与“医术的”等具体范例解析了存在与实体及九个范畴之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#1

" Τὸ δὲ ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν." Εἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς τε καὶ αἰτίας, καὶ αὐτὴν οὖσαν τὴν σοφίαν συστήσας, ἐφεξῆς δείκνυσι πῶς οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπεὶ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε ἐπιστήμη οὔτε αἱ ἀρχαὶ αἱ αὐταί. διαίρεσιν δὲ ποιεῖται τῶν ὑπό τι κοινὸν τεταγμένων, ὡς ἔχει τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ ἀφ’ ἑνός τινος ἢ πρὸς ἓν λεγόμενα. ᾗ διαιρέσει προσχρησάμενος δείξει τὸ ὂν μήτε γένος ὂν τῶν καθ’ ὧν κατηγορεῖται (ἔχει γάρ τινας ἀπορίας τὸ οὕτω λέγειν, ὡς δείκνυσιν ἐν πολλοῖς), μήτε ὁμώνυμον (καὶ γὰρ τὸ τοῦτο λέγειν ἀπορίας τινὰς ἔχει), μεταξὺ δὲ εἶναι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων· εἶναι γὰρ μεταξὺ αὐτῶν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ὧν ἐστι καὶ τὸ ὄν. διαφέρει δὲ τὰ οὕτω λεγόμενα ἐκείνων ἑκατέρου, ὅτι τὰ μὲν συνώνυμα καὶ ὑπό τι κοινὸν γένος καὶ ἰσοτίμως καὶ ὁμοίως πάντα τῆς ὑπὸ τοῦ κατηγορουμένου γένους αὐτῶν δηλουμένης οὐσίας κοινωνεῖ τε καὶ μετέχει, τὰ δὲ γε ὁμώνυμα οὐδενὸς κοινωνεῖ ἀλλήλοις ἄλλου κατὰ τὸ κοινῶς κατηγορούμενον αὐτῶν ὄνομα ἢ τοῦ ὀνόματος μόνου, εἴ γε ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ δὲ ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων ἰσοτιμίαν πρὸς τὸ κατηγορούμενον σώζει πρὸς ἄλληλα, οὔτε πάλιν ἔχει τὴν τῶν ὁμωνύμων ἄκρατόν τε καὶ ἄμικτον ἑτερότητα, ἀλλ’ ἔστι τις αὐτοῖς κοινωνία κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται τῷ εἶναί τινα φύσιν ἐκείνου τοῦ πράγματος, καὶ ταύτην ἐν τούτοις πως ἐνορᾶσθαι πᾶσιν, ἀφ’ οὗ ὄντα ἢ πρὸς ὃ λόγον ἔχοντά τινα διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ.1 τὴν δὲ τοιαύτην φύσιν ἐν ἄλλοις μὲν ὑπὸ τὰ ὁμώνυμα κοινότερον ἐτίθει· ἐνταῦθα δὲ ἐπιμελεστέραν ποιούμενος τὴν διαίρεσιν διαφέρειν τε αὐτήν φησι τῶν ὁμωνύμων, καὶ τίνι διαφέρει λέγει. οὐ γὰρ μόνον ὀνόματος κεκοινώνηκε τὰ τοιαῦτα καὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὰ κυρίως ὁμώνυμα λεγόμενα, ἅ ἐστι τὰ ἀπὸ τύχης, ἀλλὰ καὶ αἰτίαν τινὰ ἔχει τοῦ ὁμοίως ἀλλήλοις ὠνομάσθαι. κατὰ κοινὴν γάρ τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγίειαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γάρ τι ὑγιεινὸν λέγεται τῷ φυλάσσειν ὑγίειαν, ὡς δίαιται τοιαῦται, γυμνάσια, περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρμακα καὶ πάντα τὰ βοηθήματα, τὸ δὲ τῷ σημεῖον εἶναι τῆς ὑγιείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν ὑγιείας εἶναι, ὡς τὸ σῶμα τὸ ἐπιτήδειον πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγίειαν συντελοῦν, εἰ ὑγιεινὸν λέγοιτο, ὁμωνύμως ἂν εἴη τοῦτο τοῖς ἄλλοις ὑγιεινοῖς λεγόμενον. ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρικός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς τὸ ἀναλαβεῖν ἰατρικήν, τὸ δὲ ὡς ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὡς λέγομεν ἰατρικῶς τετμῆσθαί τι, τὸ δὲ ὡς ὄργανον πρὸς ἰατρικὴν συντελοῦν ἢ φάρμακον. λέγεται δὲ καὶ βιβλίον ἰατρικὸν τὸ περὶ ἰατρικῆς συντεταγμένον. τὸ δὲ ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα2 ἤτοι εἴρηκεν ἐπὶ τῶν τοῦ ἰατρικοῦ παραδειγμάτων, ἢ ὅτι καὶ ἄλλα ἔστιν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα λαβεῖν· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ἀριθμός. ὁμοίως δὲ τούτοις φησὶν ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς καὶ τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα τῶν πολλαχῶς λεγομένων ἐστίν, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ ὄν. ὂν γὰρ λέγεται κυρίως μὲν ἡ οὐσία, λέγεται δέ γε ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβηκότα, ἅ ἐστι τὰ ἐννέα γένη.

“存在以多种方式被言说,但朝向一者且朝向某种单一的本性。” 在说明了存在一门关涉作为存在的存在及其诸原理与原因的科学、并确立了这门科学自身即是智慧之后,他接着指明关涉存在如何可能有一门单一的科学,因为存在看似是同名异义的,而对于同名异义的事物而言,既没有单一的本性,亦没有单一的技术或科学,诸原理亦不相同。他对归置于某种共同之物下的事物作出了区分,正如属于同名异义者、同名同义者、以及源于某一事物或朝向某一事物而被言说者的情况那样。通过运用这一区分,他将指明,存在既不是它所归属表述的事物的属(因为正如他在许多地方所指明的那样,这样说会带来某些困难),亦不是同名异义的(因为这样说亦会带来某些困难),而是处于同名异义者与同名同义者之间;因为源于一且朝向一而被言说者乃是处于它们之间,而存在亦属于此类。以这种方式被言说者与那两类事物中的每一类都有所不同:同名同义者既处于一个共同的属之下,又全都平等且同样地共同享有并分有由其被表述的属所表明的本质,而同名异义者依照它们共同被表述的名称,除了名称自身之外彼此毫无共同之处,假如说同名异义者确实是那些仅有名称共同、而相应于名称的本质定义各不相同的事物;另一方面,既源于一且朝向一而被言说者,彼此之间既未保持同名同义者对于被表述者的平等性,又未具有同名异义者那般纯粹而不相混合的相异性,而是在它们作为被言说的那些事物这一点上具有某种共有性,这是由于存在着那一事物的某种本性,且这一本性以某种方式在所有这些事物中被察见,由于它们源于那一事物或对那一事物具有某种关联,因而亦共有其名称。对于这样的本性,他在其他地方较为宽泛地归入同名异义者之下;但在此处,他作出了更为审慎的区分,既说明它不同于同名异义者,又阐明了它在何种方面不同。因为此类彼此具有如此关系的事物,并不像严格意义上被称为同名异义者(即出于偶然者)那样仅仅共有一个名称,而是亦拥有彼此同样被命名的某种原因。因为他说,健康的事物与医术的事物就是依照某种共同的本性而属于此类的。健康的事物是通过以某种方式关联于健康而被如此命名的:某种健康的事物之所以如此被言说,是因为保持健康,例如此类饮食、体操、散步;某种是因为产生健康,例如药物和一切救治措施;某种是因为作为健康的迹象,例如红润的气色或通畅的呼吸;某种是因为能接受健康,例如适于处于健康状态的身体。因此,对健康毫无贡献的事物若被称为健康的,它相对于其他健康的事物而言就是同名异义地被言说的。同样,关于医术的事物,其一是因为拥有医术而被如此言说,例如医生,这乃是严格且最为首要的医术之物;其二是因为具有习得医术的天赋;其三是作为医术的成果和成效,正如我们说某物被以合乎医术的方式切开;其四是作为有助于医术的工具或药物。关涉医术而编撰的书籍亦被称为医术的。“我们将以类似的方式选取其他事物”这一文句,他或者是在针对医术的诸范例而言,或者是表明人们亦可以选取类似这些事物而朝向一者且朝向某种单一本性被言说的其他事物;因为善、形状和数亦将被认为属于此类。他说,存在与这些事物具有类似的情形:因为存在本身亦以多种方式被言说,且不从属于单一的属,正如前述诸事物一样,但这并不意味着它立即就是同名异义的;因为在以多种方式被言说的事物中,不仅有同名异义者,亦有源于一且朝向一者,正如前述诸事物和存在的情形那样。因为严格意义上实体被称为存在,而实体的偶性即九个属亦被称为存在者。

语法注2 条
  1. 4.2ἀλλ’ ἔστι τις αὐτοῖς κοινωνία κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται τῷ εἶναί τινα φύσιν ἐκείνου τοῦ πράγματος, καὶ ταύτην ἐν τούτοις πως ἐνορᾶσθαι πᾶσιν, ἀφ’ οὗ ὄντα ἢ πρὸς ὃ λόγον ἔχοντά τινα διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ

    主句的核心是 ἔστι τις αὐτοῖς κοινωνία(它们之间存在着某种共有性),其后包含多层嵌套结构。在 κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται(在它们作为所言说之物这一点上)之后,连接着表示原因或方式的与格不定词结构 τῷ εἶναί τινα φύσιν... καὶ ταύτην... ἐνορᾶσθαι(由于存在着某种本性……且这一本性被察见)。分词 ὄντα 和 ἔχοντα 的逻辑主语为 ταῦτα,分别受先行词为 ἐκείνου τοῦ πράγματος 的关系介词短语 ἀφ’ οὗ 与 πρὸς ὅ 所修饰。句末的 διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ 作为总结性分句,说明它们正是因此而分有了该名称。

  2. 4.2τὸ δὲ ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα

    句首的 τὸ δὲ ... 用中性单数定冠词将亚里士多德的原句(1003b1)实质名词化,在后文 ἤτοι εἴρηκεν ... ἢ ὅτι ... 结构中充当主要动词 εἴρηκεν 的宾格(话题引入/直接宾语)。引文内部的小词 δὲ 是从原文直接照录保留的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:240.31-242.12