← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§239.34-240.30

第一原因的探求与作为存在的存在的本性

亚历山大阐明第一原因必定是某种本性的依其自身的原因而非偶性原因,并结合早期自然哲学家探求元素的类比,证明这一超越各专门科学对象的本性正是作为存在的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

λαμβάνει τὸ δεῖν τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ’ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεώς τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιον τινός ἐστι, καὶ αὕτη γε κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεώς τινος ἂν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων αἱ ἀρχαὶ πρῶται εἰσιν ἀρχαί· ἄλλαι γὰρ ἑκάστου τούτων ἀρχαί. σημεῖον δὲ τὸ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν. ἄλλου τινὸς ἄρα ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια καὶ τίνα τὰ καθ’ αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτά τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν.1 οὕτως τοῦ ἰσοσκελοῦς τριγώνου οὔ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκότος καὶ πρώτου· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα, ὡς ὁ Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα λέγεται κατὰ συμβεβηκὸς αἴτια· ὧν τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια ἀλλ’ οὐ τούτων. τὰ δὴ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν2 (οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον τρόπον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτό· ἀλλ’ οὐδὲν ὑπὲρ τὸ ὄν. τὰ πρῶτα ἄρα αἴτια καθ’ αὑτὰ αἴτιά τέ ἐστι καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά· καὶ τοῦτο λαβὼν μετὰ ταῦτα προσάγει ὅτι ἡ φύσις αὕτη, ἧς αἱ ἀκρόταταί τε καὶ πρῶται ἀρχαί εἰσιν, ἣν ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ.3 ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτω καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαῦτα ζητεῖν ἃ κυρίως καὶ καθ’ αὑτά εἰσιν αὐτοῦ ἀρχαί. ἡ δὲ λέξις ἀσαφῶς ἔχει διὰ τὴν συντομίαν.

他假定,第一原理与至高原因——他现在所说的由他自己、即由智者与第一哲学家所寻求的那些——必定是某种本性的依其自身的原理,而非偶性的原理;因为每一原理和每一原因都是某物的原理和原因,并且只有依其自身属于某物而非偶性属于某物的,才是严格意义上的原理与原因;因此,作为最完全意义上的原理的第一原理,亦应当是某种本性的依其自身的原理,而非偶性的原理。然而,这样的原理并不属于任何个别的可知对象;因为这些对象中没有任何一个的原理是第一原理;因为这些对象中每一个的原理都是各不相同的。这从关涉它们的科学虽然拥有各自的原理、却各自不同而非拥有相同的原理这一事实中得到了证明。因此,第一原理与至高原理乃是其他某种事物的原理。至于何种原因是偶性的原因,何种原因是依其自身的原因,他在《自然学》中已经指明:即那些不是依其自身亦不是首要地属于某物、而是按照对另一事物的指涉而成立的原因。因此,对于等腰三角形,我们并不说内角和等于两直角是它依其自身的原因,而是说它是偶性的原因,因为这是另一先行且首要之物即三角形的依其自身的原因。此外,依其自身作为某物之原因者所伴随的偶性,例如作为雕像原因的波利克里托斯,亦被称为偶性的原因;在这些原因中,后者根本不是原因,而前者所说者虽是某些事物的原因,却不是这些事物的原因。诚然,人们既不可能按照偶性原因的第二种方式把第一原因称为存在的[原因](因为作为第一原因的它们自身不可能不是原因),亦不可能按照第一种方式称其为[存在的原因];因为如果它们是作为存在的存在的偶性原因,它们就将是某种更高的事物的依其自身的原因;但是存在之上别无他物。因此,第一原因既是依其自身的原因,亦是作为存在的存在的原因。而他自己首先设定它们是某些事物的依其自身的原因;因为如果它们是原因,就属于某些事物,如果它们是真正意义上的原因,就依其自身属于某些事物;在假定这一点的基础上,随后他提出,我们所寻求的、这些至高且第一原理所从属的本性,就是作为存在的存在。他是通过运用如下的论证确立这一点的:正如那些寻求存在者的元素的人所寻求的是这样的原理、以及依其自身而非偶性地作为它们的元素的那些元素一样,寻求存在的诸第一原理与原因的我们,亦必须寻求那些严格且依其自身作为其原理的事物。不过,这一文句由于简短而显得晦涩。

语法注3 条
  1. 4.1τά τε γὰρ μὴ καθ’ αὑτά τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν

    该句是对前文“何种原因是偶性的原因……”的具体界定,省略了谓语动词。根据语境,需补充谓语“是偶性的原因”(κατὰ συμβεβηκὸς αἴτια),意即“那些并非依其自身或首要地属于某物、而是通过关涉他物而成立的,即是偶性原因”。

  2. 4.1οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν

    句子的核心骨架为 οἷόν τέ [ἐστι] λέγειν [τὰ πρῶτα αἴτια] αἴτια τοῦ ὄντος(称[第一原因]为存在的原因是可能的)。短语 κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς 表示“按照偶性[原因]的第二种方式”,τοῦ κατὰ συμβεβηκὸς 作为属格依附于 τρόπον。紧随其后的 οὔτε κατὰ τὸν πρῶτον τρόπον 同样省略了该不定词结构。

  3. 4.1ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ

    关系代词 ὅ 为宾格,作动词 συνέστησε 的直接宾语(“他确立了这一点”),其先行词是前一句的整个命题(即第一原理所从属的本性乃是作为存在的存在)。后文由 ὥσπερ ... οὕτω ... 引导的句子具体阐述了 τοιούτῳ λόγῳ 所包含的论证内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:239.34-240.30