- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:239.4-239.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》第Γ卷第1章开篇(1003a21)的命题展开注解,阐明存在着一门探究作为存在的存在的科学,它有别于探讨特定部分存在的各门特殊科学,并且探究第一原理的这门科学正是此前所探求的“知性”。
" Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ αὐτῷ ὑπάρχοντα καθ’ αὑτά." Λαμβάνει πρῶτον μὲν τὸ εἶναί Ἔστιν ἐπιστήμη θεωρεῖ τὸ ὂν ᾗ ὂν,1 τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων. πᾶσα γὰρ ἡ οὑτινοσοῦν ἐπιστήμη τῶν ἐκείνῳ καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική. καὶ τὸ μὲν εἶναί τινα περὶ τὸ ὂν ἐπιστήμην ᾗ ὄν, προϊὼν δείξει, νῦν δὲ προστίθησι τῷ εἰρημένῳ τὸ καὶ ἄλλην εἶναι ταύτην τὴν ἐπιστήμην τῶν ἄλλων ἁπασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἡ ἐπιστήμη σοφία, περὶ ἧς ἦν ὁ ἐνεστὼς λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεώς τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ᾗ ὂν αἱ τοιαῦται ἀρχαί. ὅτι μὲν οὖν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμη ἄλλη τῶν λοιπῶν ἐπιστημῶν, δῆλον ἐκ τοῦ ἑκάστην περὶ τὶ ὂν καὶ μέρος τοῦ ὄντος πραγματεύεσθαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινες τὶ ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστη περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ (τὰ γὰρ συμβεβηκότα τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μηδὲ περὶ μέρος τοῦ ὄντος, ἀλλ’ ἁπλῶς περὶ τὸ ὂν καθὸ ὄν ἐστι, δι’ ὃ καὶ τὰ τινὰ ὄντα ὄντα, καὶ τοῦτο ὑποκείμενον ἔχουσα, ἄλλη ἂν ἐκείνων εἴη. λαβὼν δὲ τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, καὶ δείξας αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἐπιστήμας διαφοράν, μετὰ ταῦτα δείκνυσιν ὅτι αἱ ἀρχαὶ αἱ πρῶται καὶ τὰ αἴτια τὰ ἀκρότατα, περὶ ὧν τὴν ζήτησιν ἡ σοφία2 ποιεῖται καὶ ἡμεῖς νῦν ζητοῦμεν διὰ τὸ περὶ τῆς σοφίας ἡμῖν εἶναι τὸν ἐνεστῶτα λόγον, οὐκ ἄλλου τινός εἰσιν ἀρχαὶ καθ’ αὐτό, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν. εἰ δὲ τοῦτο, εἴη ἂν ἣν περὶ τοῦ ὄντος εἰρήκαμεν ᾗ ὂν ἐπιστήμην εἶναι, αὕτη οὖσα ἡ σοφία· ἧς γὰρ τὸ θεωρεῖν τὰς καθ’ αὑτὸ ἀρχάς τε καὶ αἰτίας φύσεώς τινος, εἴη ἂν ταύτης τὸ καὶ τῆς φύσεως ταύτης, ἧς αἱ ἀρχαί, θεωρητικὴν εἶναι.3 τοῦτο δὲ δείκνυσιν οὕτως.
“有一门科学,它沉思作为存在的存在以及依其自身属于它的属性。” 他首先设定“有一门科学沉思作为存在的存在”,即沉思作为存在的存在并证明依其自身属于它的属性的[科学]。因为关于任何事物的每门科学,都是证明依其自身属于该事物之属性的。至于存在着某一门关涉作为存在的存在的科学,他将在下文予以证明,但现在他在所说的话之后补充道,这门科学亦有别于所有其他的科学。随后他指出,这门科学就是智慧,即目下的论述所探讨的对象。而他之所以指出这一点,是通过证明智者所致力于研究的至高原理与原因,首先依其自身是某种本性的原理,其次是这一本性的原理;因为这样的原理乃是作为存在的存在的原理。诚然,关涉作为存在的存在的科学有别于其余诸科学,这从每一门科学都致力于探讨某种存在和存在的一部分这一事实来看是显而易见的;因为算术关涉数目,而数目是某种存在;几何学关涉线、面和立体,而这些自身亦是某些存在。以同样的方式,其余科学中的每一门亦致力于研究存在的一个部分,并沉思依其自身属于它的属性(因为“偶性”在此即指此意);因为这是关涉每一事物的科学所特有的。而那门既不致力于研究某种存在、亦不致力于研究存在的一部分,而是单单探讨作为其自身所是的存在的存在——个别存在亦因其而是存在——并将此作为其基底的[科学],应当有别于那些科学。在假定存在着某一门关涉作为存在的存在的科学,并指明它与其他诸科学的区别之后,他在此之后证明,知性所探求的、并且由于目下的论述关涉知性而我们现在所寻求的第一原理与至高原因,并不是其他任何事物的依其自身的原理,而是作为存在的存在的原理。如果是这样的话,我们所说的那门关涉作为存在的存在的科学,就正是知性自身;因为思究某种本性的依其自身的原理与原因属于哪一门科学,沉思具有这些原理的该本性自身亦属于这门科学。而他是这样证明这一点的。
- 4.1Λαμβάνει πρῶτον μὲν τὸ εἶναί Ἔστιν ἐπιστήμη θεωρεῖ τὸ ὂν ᾗ ὂν
此处引文 Ἔστιν ἐπιστήμη... 作为具有冠词的不定式 τὸ εἶναι 的补足成分被直接引述嵌入。句法上表达“他首先假定‘存在着一门沉思作为存在的存在的科学’”,紧接着在 τουτέστι 之后使用了宾格短语 τοῦ ὄντος ᾗ ὂν θεωρητικήν... 作为同位补充,表明此处逻辑上承接带宾格的不定式结构。
- 4.1εἴη ἂν ἣν περὶ τοῦ ὄντος εἰρήκαμεν ᾗ ὂν ἐπιστήμην εἶναι, αὕτη οὖσα ἡ σοφία
先行词 ἐπιστήμην 被逆吸引(attractio inversa)进入关系节中,充当受 εἰρήκαμεν 支配的宾格不定式结构的宾格主语。整句的骨干相当于 ἡ ἐπιστήμη, ἣν εἰρήκαμεν ... εἶναι, αὕτη ἂν εἴη οὖσα ἡ σοφία(“我们所说的那门……科学,正是知性”),主节中的指示代词 αὕτη 承接整个先行关系结构作为主语。
- 4.1ἧς γὰρ τὸ θεωρεῖν τὰς καθ’ αὑτὸ ἀρχάς τε καὶ αἰτίας φύσεώς τινος, εἴη ἂν ταύτης τὸ καὶ τῆς φύσεως ταύτης, ἧς αἱ ἀρχαί, θεωρητικὴν εἶναι
关系代名词 ἧς 与指示代名词 ταύτης 均作表所属或本分的属格(意为“属于……的职分”),分别与带有冠词的不定式短语 τὸ θεωρεῖν 及 τὸ ... θεωρητικὴν εἶναι 搭配,均指代科学(ἐπιστήμη)。全句的句法骨干构成了推论:“沉思某种本性的自存原理属于哪一门科学,沉思该本性自身亦属于这门科学”。
