- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:237.3-239.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为第Γ卷(第4卷)的开篇导论,注解者概括了先前各卷(A、α和B卷)的论证成果,并概述了本卷所要探讨的各个论题,包括作为存在的存在的科学(第一哲学/智慧)、一与多、相反者、公理(矛盾律与排中律),以及与辩证家、智者和早期哲学家的界分。
Προθέμενος ἐν τῇ Μετὰ τὰ Φυσικὰ πραγματείᾳ, ἣν καὶ σοφίαν καὶ πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ θεολογικὴν ἔθος αὐτῷ καλεῖν, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἢ ἐπιστημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ’ ἔστιν αὐτῆς χάριν τῆς γνώσεως τε καὶ ἐπιστήμης μετιοῦσα † αὐτὰ ἐπ’ αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων (ταῦτα γὰρ μάλιστα ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τὰς περὶ τῶν ἀρχῶν ἐκθέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν πρὸς αὐτάς, δείξας δὲ ὅτι εἰσί τινες ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προκειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ προκειμένου τοῦ Γ βιβλίου,1 λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα. δείκνυσι δὲ ἐν τῷδε τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν. καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων.2 καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑτερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’ αὐτά τε καὶ κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρῶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν, ὅτι τὸ ὂν οὕτω λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν·3 ὡς δὲ λέγεται τὸ ὂν ἕν, οὕτω μία ἐπιστήμη δοκεῖ τοῦ ὄντος ᾗ ὄν· διὸ καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπιστήμη, πρώτη τε οὖσα ἁπασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής (περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περί τι ἓν γένος ἡ πραγματεία αὐτοῖς ὡς ἑκάστη τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων· ἡ δὲ σοφία ἐπιστημονικῶς τούτων ἐστὶ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική. δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς τὸ δὲ ψεῦδος εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξύ. ἤδη δὲ αὐτῶν τῶν προκειμένων ἀρχόμεθα.
在《物理学之后诸篇》——他惯常将其称为“智慧”、“第一哲学”,有时亦称为“神学”——中,他立意探究作为存在的存在;并且表明目下的论述既非关涉必需之物认识的技艺或科学,亦非关涉实用之物者,而是为了认识与科学自身,追求†这些事物自身而探求它们†;并且表明它是对第一原理与原因(因为这些最为真实地存在)的沉思;在探究第一原理究竟为何之前,他普遍地展开了关于原因的论述,阐述并历史性地考察了前人关于原理的见解,并对之进行了反驳;进而表明存在着某些第一原理,且原理的溯源不可能无止境地进行;在此之上,为了发现智慧所面临的课题,鉴于其有用与必然,他就存在、原理及其邻近诸问题提出了一系列难题;在这些难题之后,他便开始探讨预设的第Γ卷之论题,在此书的其余部分陈述并确立他自己的见解,并解决此前所探讨的难题。他在此卷中指明,他亦称为“哲学”与“第一哲学”的“智慧”究竟是关涉何物的。首先他确立它是关涉普遍之存在的;由于在基底上一与存在是同一的,因而它亦关涉一。不仅如此,它还关涉归属于一之下的事物,其中包含同一、相等、相似。此外,它亦关涉与一对立之物,即多;因为对对立面的认识属于同一门[科学]。因此,它亦关涉与上述概念相对立之物,甚至关涉一切相反者;因为一切相反者皆归属于相异性,相异性归属于多,而多与一是对立的。如果它关涉一切相反者与对立者,由此显然,它亦关涉全体的存在;因为一切存在之物皆处于这些之中,或者本身是相反者,或者由相反者构成。但如果它关涉一切存在之物,它亦关涉一切作为存在的存在依其自身且共同具有的属性;公理亦属于此类。在这些基础上,他指明在诸公理中最普遍、最昭著的,乃是矛盾不能同时共存。他在其中首先假定智慧关涉存在,进而证明存在是以“从一衍生且朝向一”的方式在多种意义上被述说的;正如存在在某种意义上被称为一,同样,作为存在的存在的科学亦被认为是一门;因此目下的科学关涉对此的沉思,它是所有科学中最先且最具支配地位的。他还将说明,辩证家和智者与智慧之人亦关涉相同的对象(因为他们亦就作为存在的存在共同具有的属性展开论述;他们的研究并不像其他每门技艺和科学那样局限于某一单一的属),但他们中一人是虚妄的且通过虚妄的前提展开推论,另一人则通过盖然和流行的意见进行推论;而智慧则是对作为存在的存在共同具有之属性的科学沉思。在证明矛盾的两端不可能同时为真或同时为假,而是就一切事物而言矛盾的这一部分必然为真而另一部分必然为假的同时,他还将反驳赫拉克利特和普罗泰戈拉,后者认为在矛盾之间存在某种中介。现在,我们就开始进入预设的论题自身。
- 4.0Προθέμενος ἐν τῇ Μετὰ τὰ Φυσικὰ πραγματείᾳ ... μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ προκειμένου τοῦ Γ βιβλίου
从开头延续至 ἄρχεται 的长句。全句的主语为被省略的亚里士多德,主动词为 ἄρχεται。在引入主动词之前,依次串联了一系列表示此前各卷内容的分词短语(Προθέμενος ... καὶ δείξας ... δείξας δὲ ... κινήσας ... ἐκθέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν ... δείξας δὲ ... ἀπορήσας),按时间与论证步骤层层铺垫。
- 4.0τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων
表语位置上的阴性属格单数形容词 τῆς αὐτῆς 省略了名词 ἐπιστήμης,构成“对对立面的认识属于同一门[科学]”的断定。属格表示所有或所属关系(标示该学科的管辖范围)。
- 4.0τὸ ὂν οὕτω λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν
由 οὕτω ... ὡς ... 构成的相关句式,意为“存在是以与‘从一衍生且朝向一’之物被述说相类似的方式而在多种意义上被述说”。短语 τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν 为介词短语带冠词的名词化形式,用作比较从句的主语,指涉既非单纯同名异义亦非同名同义的核心多义性(pros hen)。
