- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:235.7-236.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》B卷末尾的难题,即原理是潜在的还是现实的,以及原理是普遍的还是个别的,并总结了B卷中基于流行意见的辩证论诘难的整体性质。
" Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι, πότερον δυνάμει ἐστὶ τὰ στοιχεῖα, ἤ τινα ἕτερον τρόπον." Ἡ ἀπορία πάνυ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα καὶ αἱ τῶν ὄντων ἀρχαὶ δυνάμει εἰσὶν ἢ ἐνεργείᾳ· τοῦτο γὰρ σημαίνεται διὰ τοῦ ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ (πάλιν γὰρ τοῦτο εἶπε διὰ τοῦ εἰ μὲν γὰρ ἄλλως πως), ἔσονται τῶν ἀρχῶν ἀρχαί, ὥς φησι, καὶ πρότερόν τι ἔσται τῶν ἀρχῶν· τοῦτο δὲ ἄτοπον. τί δὲ ἔσται πρότερον; ἢ τὸ δυνάμει· δοκεῖ γὰρ ἐπὶ τοῦ αὐτοῦ πρῶτον εἶναι τὸ δυνάμει τῆς ἐνεργείας, ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις πρότερον ἔσται τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται ἡ δύναμις, καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνεργείᾳ, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν,1 τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, ἥτις ἦν ἡ κατ’ ἐνέργειαν, λαβὼν διὰ τοῦ πρότερον μὲν γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ εἴ τι ἐνεργείᾳ ἐστὶ πρότερον τὸ δυνάμει ἐσχηκέναι. εἰ δὲ τις θήσεται τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως εἶναι· δύναται γὰρ εἶναι τὸ μήπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει εἰσί, δύνανται καὶ μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὂν οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι (τοῦτο γὰρ εἶπε διὰ τοῦ γίγνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ [δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων. τοῦτο γὰρ ἴσον τῷ τὸ δυνάμει καὶ τὸ δυνατὸν τὸ γινόμενον εἶναι. ἐπὶ τούτοις πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας· ἔστι δὲ αὕτη, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα ἢ καθ’ ἕκαστα· καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν τότε. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι. ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἶπεν ἐν Κατηγορίαις. ὅτι δὲ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγει τὸ κοινὸν τόδε τι εἶναι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα κατ’ ἀριθμόν (καὶ γὰρ αὐτὸς ὁ Σωκράτης καὶ ζῷον καὶ ἄνθρωπος), εἴ γε καὶ ἄνθρωπος καὶ ζῷον τόδε τι καὶ καθ’ αὑτὸ καὶ ὑπὸ δεῖξιν καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ τὸ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο καὶ εἶναι καὶ καθ’ αὑτὸ ὑφεστάναι· καθόλου γὰρ καὶ τοῦτο. ἀλλὰ τοῦτο ἄτοπον. εἰ δὲ μὴ καθόλου. ἐπικεχείρηκε γὰρ πρὸς τοῦτο, ὡς εἴρηται, τὸ πολλὰ ἔσται ζῷα ὁ Σωκράτης. ἢ τοῦτό ἐστι τὸ εἰρημένον, ἀλλ’ εἴ τις τὸ καθόλου ἀξιώσαι τοιοῦτον εἶναι ὡς μὴ τοιόνδε σημαίνειν ἀλλὰ τόδε τι καὶ οὐσίαν καὶ εἶναι τοιοῦτον ὡς τὰ τῇ ἐκθέσει δηλούμενα. εἶπεν οὖν καὶ ἐκθέσθαι τὸ κοινῇ κατηγορούμενον, τοιοῦτον δὲ τὸ καθόλου· διὸ εἰκότως νῦν ἐπὶ τὸ ἕτερον μόριον τῆς ἀπορίας μεταβαίνων οὕτως εἶπεν εἰ δὲ μὴ καθόλου. ἔστι δὲ τὸ λεγόμενον, εἰ δέ τις μὴ λέγοι τὰς ἀρχὰς καθόλου εἶναι ἀλλὰ καθ’ ἕκαστα καὶ ἀτόμους, πάλιν φησὶ μὴ ἔσεσθαι αὐτῶν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου· ὥστε ἢ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί.2 Ταῦτα τὰ ἐν τῷ Β ἠπορημένα, ἐξ ἐνδόξων τὰς ἐπιχειρήσεις ἔχοντα καὶ κατὰ τὸ πιθανόν· καὶ γὰρ οὐδὲ οἷόν τε εἰς τὰ ἀντικείμενα ἐπιχειροῦντας μὴ λογικαῖς ἐπιχειρήσεσι χρήσασθαι· οὐδὲ γὰρ ἂν λύεσθαι δύναιντο, εἰ μὴ εἶχεν οὕτως.
“与这些密切相关的是探讨这一难题:元素是潜在地存在,还是以某种其他方式存在。” 这一难题完全是辩证论性的;他在探讨诸元素和存在之物的原理是潜在地存在还是现实地存在;因为“还是以某种其他方式”所指示的正是这一点。因为如果现实地存在(因为他又通过“因为如果以另外某种方式”表达了这一点),如他所说,就会存在原理的原理,并且会有某种先于原理之物;而这是荒谬的。那么什么会是在先的呢?或许是潜在之物;因为在同一事物中,潜在者似乎先于现实者,从而现实的原因和原理的潜能将先于现实存在的原理。因为潜能之物并不必然已经现实地存在;因此,如果不可逆转,而是潜能先于现实存在之物并内在存在于一切此类事物中,而现实并非已经存在于一切潜能之物中,那么潜能将是在先的。他非常简练地进行了表述,将“因为潜能先于那个原因”与“但并非一切潜能之物都必然以那种方式存在(即现实地存在)”连结在一起。他用“那个原因的”代替了“那个原理的”,即现实中的[原理],并通过“因为潜能先于那个原因”假定了这一前提:如果有任何事物现实地存在,它先前具有潜在的存在。但如果有人设定诸元素是潜在地存在而不是现实地存在,那么由此得出的推论将是完全有可能什么都不存在;因为尚未存在者具有存在的潜能,从而诸原理如果是潜在的,也就有可能不存在;而如果它们不存在,由它们产生的事物也就不会存在。至于非存在者也可能存在,他如此表明:如果生成者不存在(因为他通过“因为非存在者生成”表达了这一点),而潜能之物生成,那么潜能之物便不存在。他通过“在不可能存在之物中无一物生成”得出了第二个前提。因为这等同于说“处于潜能之物和潜能者就是生成者”。在此之后,他又提到了先前已经陈述过的难题;即诸元素和存在之物的原理是普遍的且为某种共同之物,还是个别事物;并且他在当时陈述的难题之外又补充了另一个难题。因为他说,如果原理普遍地存在,它们就不会是实体。因为实体是基底和“这个”,但共同之物中没有一个是基底和“这个”,而是“如此这般的”;因为正如他在《范畴篇》中所说,实体的属和种也不表示“这个”,而是限定关于实体的性质。至于共同之物并不指示“这个”,他这样证明:如果有人说共同之物是“这个”并且属于例示和指示的对象,那么不可分的实体苏格拉底在数目上就将成为许多动物(因为苏格拉底自身既是动物又是人),如果人和动物确实都是“这个”、依其自身存在且属于指示和例示的对象的话。因为苏格拉底是人,而对于苏格拉底的存在与对于人的存在并不是同一的。但他也是动物;因为苏格拉底也是动物,而这本身也被假定为既存在又依其自身自立;因为这也是普遍者。但这是荒谬的。“而如果不普遍”。因为正如已经说过的,他针对这一点展开了推论,即苏格拉底将成为许多动物。或者所说的是指:“但如果有人主张普遍者是这样一种东西,以至于不指示‘如此这般的’,而是指示‘这个’与实体,并且是如同通过例示所表明的那样的事物”。因此他也谈到了例示共同述说之物,而普遍者就是这样的;因此,他现在合乎情理地转向难题的另一端,这样说道:“而如果不普遍”。所要说的意思是:如果有人说原理不是普遍的而是个别的和不可分的个体,他接着说就不会有关于它们的科学知识;因为科学知识是关于普遍者的;从而,如果要存在关于它们的科学知识,原理的某些其他原理就将再次是普遍的,这样一来普遍者将再次成为原理,否则原理就将不是可知的。这些就是在B卷中所探讨的难题,其推论依据流行意见并合乎盖然性;因为对于探讨相互对立命题的人来说,不可能不使用辩证论性的推论;因为如果不是这样,它们也就无法得到解决。
- 3.59συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν
对于分词 συνάψας,与格短语 τῷ πρότερον... 表示连结的对象,而宾格短语 τὸ τὸ δὲ δυνατὸν... 表示被连结的从句。后者中出现的双重定冠词 τὸ τό 是因为第一个 τό 将整个引语名词化,第二个 τό 则属于引语内部的主语(τὸ δυνατόν)。
- 3.59ὥστε ἢ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί
此处带粗气音标记为 ἡ 的词,与后文的选言词 ἢ οὐκ ἔσονται... 构成对应,实际上承担了连词 ἢ(“或者/要么”)的功能。整个结构呈现为一个选言推论:“从而要么(ἢ)[若有关于它们的知识,则原理的其他原理将再次是普遍的……],要么(ἢ)[原理将是不可知的]”。
