- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:234.2-235.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助字母与音节的比喻,阐释了亚里士多德关于原理是在形式上为一还是在数目上为一的论述,并讨论了理念论者将独立实体设定为原理的动机及其伴随的困惑。
παρέθετο τὰ στοιχεῖα τῶν συλλαβῶν, δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινος οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλ’ εἴδει· τῶν γὰρ καθ’ ἕκαστα α τὸ κοινὸν α ἀρχή, εἴδει ἕν, οὐχ ἓν ἀριθμῷ· ὁμοίως καὶ τῶν ἄλλων στοιχείων· ὡς δὲ ἐπὶ τῶν στοιχείων, οὕτω καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ α ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν, παρέθετο καὶ τοῦτο,1 καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων ἄλλων τῶν συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν· ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὰ γὰρ ἐν τῇδε τῇ συλλαβῇ α καὶ ἐν τῇδε τὸ κοινῶς κατηγορούμενον α ἀρχὴν ἔχουσι. δείξας δὲ ἐπὶ τῶν στοιχείων τὸ κοινὸν καὶ ἓν κατ’ εἶδος ἀρχὴν γενόμενον, ὁμοίως, φησίν, ἔχει καὶ ἐπὶ τῶν μεταξύ, λέγων τῶν μαθηματικῶν· καὶ γὰρ ἐν ἐκείνοις, ὥσπερ καὶ ἐν τοῖς στοιχείοις, πολλὰ καὶ ἐπ’ ἄπειρα τὰ καθ’ ἕκαστα λαμβανόμενα καὶ ὁμοειδῆ ἀλλήλοις. εἰ δὲ τὰ παρὰ τὰ καθ’ ἕκαστα ταῦτα ὁμοειδῆ ἐστιν ἀλλήλοις (λέγει δὲ ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν μαθηματικῶν· ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοτέρων λόγος), εἰ μὴ ἔσται τις ἄλλη οὐσία ἀριθμῷ μία ἢ ὁποίαν βούλονται τίθεσθαι οἱ τὰς ἰδέας δοξάζοντες, οὐκ ἔσται μία2 ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰδικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία, οὐδὲ αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ὡρισμέναι κατὰ τὸν ἀριθμὸν καὶ ποσαὶ ἀλλὰ τῷ εἴδει. εἰ δέ ἐστιν ἀναγκαῖον τοῦτο, ἀριθμῷ ὡρίσθαι τὰς τῶν ὄντων ἀρχάς (οὕτω γὰρ οὐσίαι ἔσονται· τὸ γὰρ κοινὸν οὐ κυρίως οὐσία, διὸ οὐδὲ ἀρχή τε καὶ στοιχεῖον), ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν.3 καὶ γὰρ εἰ μὴ ἄντικρυς τοῦτο λέγουσι τῷ μὴ διαρθροῦν πάνυ τι τὴν αὑτῶν δόξαν, ἀλλὰ τοῦτό γε φαίνεται εἶναι τὸ ἀγαγὸν αὐτοὺς ἐπὶ τὸ τὰς ἰδέας τῶν ὄντων ἀρχὰς ὑποτίθεσθαι, τὸ δεῖν τὰς ἀρχὰς οὐσίας τε εἶναι καὶ ὡρισμένας· οὕτω γὰρ οὐσίαι αὐτοῖς αἱ ἀρχαὶ γίνονται, καὶ καθ’ αὑτὰς οὐσίαι, καὶ διαφέρουσαι τῶν ἄλλων, οἷς τὸ ἓν κατὰ τὸ εἶδος, καὶ οὐ κατὰ συμβεβηκός, ὡς δοκεῖ τὰ κοινά· οὐ γὰρ καθ’ αὑτὴν ἡ τῶν κοινῶν ὑπόστασις, ἀλλὰ κατὰ συμβεβηκός. εἰπὼν δὲ ταῦτα καὶ προσαγαγὼν τὸ ὅτι εὔλογον εἶναι τοιαύτας τῶν ὄντων ἀρχάς, ἐπήνεγκεν ὑπομιμνήσκων ἡμᾶς τῶν πρὸς ταύτην τὴν δόξαν ἠπορημένων καὶ ὅλως πρὸς τὸ μίαν ἀριθμῷ τῶν ἀρχῶν ἑκάστην εἶναι. ἐρρέθη γὰρ ὅτι οὐδὲν ἄλλο παρὰ τὰς ἀρχὰς ἔσται· ὧν γὰρ αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, ταῦτα ἰσάριθμα ταῖς ἀρχαῖς ἐδείχθη ὄντα, ὥστε οὐκ ἔσται ἄλλα παρὰ τὰς ἀρχάς. ἀλλὰ καὶ ὅσα πρὸς τὰς ἰδέας ἠπορήθη ἐν τῷ πρώτῳ, καὶ μᾶλλον ἐκείνων ἂν ἡμᾶς ὑπομιμνήσκοι.
他列举了音节的元素,在这些元素上表明,原理以及对某物共同述说之物,如何不是在数目上被确定,而是在形式上被确定的;因为对于个别的 α 而言,共同的 α 是原理,在形式上为一,而不是在数目上为一;对于其他元素也是同样。正如在元素的情形中一样,在个别的人的情形中,人也是如此,对于其他可感觉之物也是同样。在说了“此处的字母的原理在数目上未被确定,而是在形式上被确定”之后,既然无论如何在被确定的音节上,例如在这个音节 βα 上,这个 β 和这个 α 乃是在数目上被确定的原理和元素,他也列举了这一点,并表明:在以这种方式被理解的音节上以及在所有其他复合事物上,都可以将原理理解为在数目上被确定的;但是这些事物本身的原理又是共同之物;因为在这个音节中的 α 和在那个音节中的[α],都以被共同述说的 α 为原理。在表明了在元素的情形中共同者与形式上为一者成为原理之后,他说,在中间之物即数学对象的情形中也是同样;因为在那些事物中,正如在元素中一样,作为个别事物被理解的诸物乃是多数乃至无限的,并且相互属于同种。而如果在这些个别事物之外的事物是彼此同种的(他在自然事物和数学事物上都同样如此表述;因为相同的论理适用于二者),那么除非存在某种在数目上为一的其他实体,正如那些主张理念的人所意欲设定的那样,否则就不会存在在数目上为一且在形式上为一的实体,也就是说,不会存在任何在数目上为一的种的实体,因而存在之物的原理在数目上也不会是被确定的且为若干个,而是在形式上[被确定的]。但是,如果这是必然的,即存在之物的诸原理在数目上被确定(因为这样它们才会是实体;因为共同者严格说来并非实体,因而既非原理也非元素),那么设定理念的人似乎就是出于必然受到推动而走向这一步的。因为,即使由于他们根本未能清晰阐明自己的学说而没有直截了当地这样说,但这至少似乎正是引导他们将理念假定为存在之物的原理的原因,即原理必须既是实体又是被确定的;因为通过这种方式,诸原理对他们来说才成为实体,且成为依其自身的实体,并区别于其他在形式上为一的事物,而不是出于偶然,正如共同之物看起来的那样;因为共同之物的自立存在并非依其自身,而是出于偶然。在说了这些并补充指出存在之物的诸原理是这样的乃是合乎情理的之后,他作了后继的论述,提醒我们注意针对这一主张、以及一般而言针对诸原理中的每一个在数目上为一所提出的那些困惑。因为曾说过,在原理之外将不存在任何其他事物;因为那些原理在数目上被确定的事物,已被证明与原理在数目上相等,从而在原理之外将不存在其他事物。不仅如此,他或许更是在让我们回忆起在第一卷中针对理念所提出的所有那些困惑。
- 3.58εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ α ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν, παρέθετο καὶ τοῦτο
该句的主干结构为 εἰπὼν δὲ [引文] ... παρέθετο καὶ τοῦτο(在说了……之后,……他也列举了这一点)。在分词短语 εἰπὼν... 与主动词 παρέθετο 之间,插入了表示原因的从句 ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως...(系动词 εἰσί 被省略)。引文开头的属格 τῶν ἐνταῦθα γραμμάτων 前置,修饰后面的主语 αἱ ἀρχαί。
- 3.58οὐκ ἔσται μία ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰδικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία
此处承接前一语块中关于异文的讨论(作 καὶ τῷ εἴδει 还是 ἀλλ’ εἴδει)作出阐释澄清。亚历山大借由 τουτέστιν(即)指出,即便是前一种读法,也可以解释为“不会存在任何在数目上为一的种的实体(εἰδικὴ οὐσία)”。
- 3.58ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν
带不定式的人称结构(主格与不定式)。主语 οἱ τὰς ἰδέας ὑποθέμενοι(设定理念的人)与动词 δόξουσι(似乎)一致,并支配不定式 ἐλθεῖν(达到)。被动分词 κινηθέντες 表达原因或方式(“受到推动”),由副词 ἀναγκαίως(“必然地”)修饰。
