- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:233.1-234.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德关于在可感觉之物和中间之物(数学对象)之外设定理念作为实体与原理之必要性的疑难,从个别事物的多样性与原理的确定性阐释了设定理念的动机,辨析了传本异文的优劣,并指出理念假设所伴随的困难。
" Ὅλως δὲ ἀπορήσειεν ἄν τις, διὰ τί καὶ δεῖ ζητεῖν ἀλλ’ ἄττα τοιαῦτα παρὰ τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη." Ἡ μὲν ἀπορία πῶς εὔλογον παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ μεταξύ (ταῦτα δέ ἐστι τὰ μαθηματικά) ἄλλας τινὰς αἰτίας ζητεῖν τε καὶ τίθεσθαι, ὥσπερ οἱ τὰς ἰδέας εἶναι λέγοντες· εἶτα δι’ ἃ εὔλογον παριστάμενος τῇ δόξῃ τίθησιν. εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν1 (τῷ γὰρ ἀΐδια εἶναι καὶ τῷ ἀκίνητα, ὥσπερ πρότερον εἶπεν), ἀλλὰ κατά γε τὸ πολλὰ ὁμοειδῆ ἐν αὐτοῖς εἶναι οὐ διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ὡς εἶπε καὶ ἐν τοῖς ἐπάνω, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἕν, ἀριθμῷ δὲ πολλά· εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη· ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι, οὐδέ τις ἔσται ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδεμία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ τῷ εἴδει μία, ἄλλη δὲ μή ἐστι παρὰ ταῦτα οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. εἰπὼν δὲ οὐκ ἔσται μία ἀριθμῷ ὡς ἀρχὴ οὐσία, προσέθηκε τὸ καὶ τῷ εἴδει, ἤτοι λέγων τῇ φύσει καὶ τῇ ὑποστάσει, ἢ ὅτι οὐκ ἔσται ἀρχὴ ἡ μὲν τῷ ἀριθμῷ μία ἡ δὲ τῷ εἴδει· μόνη γὰρ ἔσται ἡ τῷ εἴδει, ἥτις οὐδὲ ἀρχὴ κυρίως, ἐν τούτοις ἔχουσα τὸ εἶναι καὶ ἀπὸ τούτων νοουμένη ὧν αἱ ἀρχαὶ εἶναι λέγονται. ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλ’ εἴδει·2 τοῦτο γὰρ συνάγει τά τε προειρημένα καὶ τὸ ἐπιφερόμενον τὸ οὐδ’ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλ’ εἴδει. εἰ δὴ μὴ οὔσης οὐσίας τινὸς παρὰ τὰς μαθηματικάς τε καὶ αἰσθητὰς οὐκ ἔσονται τινες ὡρισμέναι οὐσίαι, οὕτω δὲ † οὐδὲ ἀρχῶν οὐσῶν οὐσίαι κυρίως ταῖς καὶ ὡρισμέναις, ἀναγκαῖον ἔδοξεν ἄλλας τινὰς οὐσίας θέσθαι ὧν ἑκάστη κυρίως οὐσία ἔσται, οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἶναί τε καὶ ἓν ἐχούσας· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ τῷ εἴδει ἕν, ἀλλ’ οὐ κυρίως. ἀλλ’ εἰ διὰ τοῦτό τις θήσεται εἶναί τινας τοιαύτας οὐσίας, ὑπομιμνήσκει ἡμᾶς ἃ ἔδειξεν ἑπόμενα δυσχερῆ τῇ τῶν ἰδεῶν ὑποθέσει. ὁ δὲ τῶν λεγομένων νοῦς τοιοῦτος.
“一般而言,人们可能会感到困惑:究竟为何必须在可感觉之物和中间之物之外,去探求诸如我们所设定的形式这类其他事物呢?” 这个困惑在于:在可感觉的实体与中间之物(这些就是数学对象)之外,探求并设定某些其他的原因,正如那些主张理念存在的人那样,究竟怎样才是合乎情理的;随后,他站在这一主张的立场上,提出了它之所以合乎情理的根据。因为,如果这是由于以下缘故,即:数学对象即便在其他方面与可感觉之物有所不同(正如他先前所说,因其永恒且不动),但至少在它们之中存在许多同种之物这一点上,与可感觉之物毫无区别;因为正如他在前文中也曾说过的,这些东西中的每一个甚至在数目上都不是一,而是它们中的每一个在形式上是一,在数目上却是多数;而如果所有这样的个别事物都相互相似,那么它们之中就没有一个能成为其余事物的实体和元素;从而,如果无论这些东西的原理还是可感觉之物的原理在数目上都不是被确定的,那么存在之物的原理在数目上便不会是被确定的,在原理之中也不会有任何在数目上为一且被确定的实体,除非在可感觉的实体和数学的实体之外,还存在人们所称为理念那样的某些其他实体;因为如果可感觉的实体和数学的实体在形式上是一,而在这些之外不存在别的实体,那么诸原理中便没有任何一个会是在数目上为一的实体。再者,存在之物的诸原理甚至连实体都不会是,除非它们中的每一个在数目上是一;因为对于普遍者而言,正如他随后要说的那样,存在乃是出于偶然。在说了“作为原理的实体在数目上不会是一”之后,他又补充了“在形式上也[不会是一]”,这要么是指在本性和自立存在上[不会是一],要么是指原理不会一个在数目上为一而另一个在形式上为一;因为只会有在形式上为一者,而这严格说来甚至不是原理,它在那些〔诸原理〕被说成是其诸原理的事物中具有存在,并且是从这些事物中被思想的。但更好的读法是“在数目上不会是一,而是在形式上[为一]”;因为这能将前面所说的话与后文承接的“存在之物的诸原理在数目上也不会是若干个,而是在形式上[为若干个]”贯通起来。因此,如果在数学的和可感觉的实体之外没有某种实体,就不会有某些被确定的实体,而且如此一来,†原理不存在,也就没有严格意义上的实体相对于被确定的诸物†,从而似乎就有必要设定某些其他的实体,其中的每一个都将是严格意义上的实体,并非通过分有某种东西或出于偶然才具有存在与一;因为在形式上为一者只是出于偶然为一,而不是严格意义上为一。但是,如果有人因此设定存在某些这样的实体,他便提醒我们注意他曾表明随理念的假说而来的诸多困难。所言之意即是如此。
- 3.58εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν
句首的 εἰ γὰρ διὰ τοῦτο ὅτι 构成了长句的假定框架(“因为如果这是由于……之故,即……”)。后文通过若干层嵌套的条件分句(εἰ καὶ... ἀλλά..., εἰ δὲ πάντα..., ὥστε εἰ...)逐步推展,代词 τοῦτο 的具体内容由紧随其后的整个 ὅτι 分句详加阐释。
- 3.58ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλ’ εἴδει
此处针对亚里士多德原文中的传抄异文(καὶ τῷ εἴδει)提出校勘意见,认为读作 ἀλλ’ εἴδει 更优。句法上,ἄμεινον [ἐστί] 为无人称表语,由完成时被动态不定词 γεγράφθαι 充当真正的主语。
