← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§22.1-23.7

质料因与目的因的界定及前人学说引言

亚历山大注释亚里士多德定义质料与基底因以及目的因的文本(983a29–31),阐明基底与质料在外延上的区别、致动因与目的因的相反关系,以及善与目的的同一性,随后引出对前人原因学说的学术考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Μίαν δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον." Ἐπὶ πλέον τὸ ὑποκείμενον τῆς ὕλης· τὸ γὰρ ἐν τοῖς θείοις ὑποκείμενον οὐχ ὕλη.

“而一种是质料和基底。” 基底的外延广于质料;因为在神圣事物中的基底并不是质料。

§1.17

"Τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτῃ, τὸ οὗ ἕνεκα καὶ τἀγαθόν· τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν." Μνημονεύσας τοῦ ποιητικοῦ αἰτίου, τοῦτο δέ ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἀντικειμένην φησὶν αἰτίαν εἶναι τῇ ποιητικῇ τὴν τελικήν, καθὸ ἡ μὲν προϋπάρχει ἡ δὲ ἐσχάτη γίγνεται. ὃ ἐδήλωσεν αὐτὸς προσθεὶς τὸ τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν· εἰ γὰρ ἐκεῖνο μὲν ἀρχὴ τοῦτο δὲ τέλος, εἰκότως ἀντίκειται. ἔστι δὲ τὸ τέλος αἴτιον τοῦ ποιητικοῦ, τῇ μὲν γενέσει ἔσχατον ὄν, τῇ δὲ φύσει καὶ τῷ λόγῳ πρῶτον·1 τοῦτο γὰρ τῷ λόγῳ προλαβόντες διὰ τοῦτο τῆς πράξεως ἀρχόμεθα. ἀλλὰ καὶ ἐν τοῖς φύσει γινομένοις σκοπὸς τοῦτο, ὁ δὲ σκοπὸς προϋπάρχει. ὅτι δὲ τὸ ἀγαθόν ἐστι τὸ ὡς τέλος αἴτιον καὶ ἡ τοιαύτη ἀρχὴ τέλος γενέσεως καὶ κινήσεως πάσης, καὶ τῶν Ἠθικῶν ἀρχόμενος, ὡς ἤδη προεῖπον, ἐδήλωσεν εἰπὼν “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ἀγαθοῦ τινός”. εἰ δὲ πάντα τοῦ οἰκείου τέλους ὡς ἀγαθοῦ ἐφίεται, τὸ κυρίως τέλος καὶ οὗ πάντα ἐφίεται τὰ ἐν κινήσει εἴη ἂν τὸ ἀγαθὸν καὶ τὸ τῶν ὄντων ἄριστον· ὃ καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς ἐδήλωσεν εἰπὼν “διὸ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται”. Ποιησάμενος δὲ τὴν τῶν αἰτίων διαίρεσιν μέλλων ζητεῖν περὶ ποίας αἰτίας μάλιστα τοῦ σοφοῦ εἰδέναι,2 ἐπεὶ πλεοναχῶς τὰ αἴτια, εἰκότως πρῶτον τὰς τῶν ἄλλων δόξας ἐπισκοπεῖ τῶν πρὸ αὐτοῦ, ἐπὶ ποῖον αἴτιον ἢ ποῖα κατηνέχθησαν. τοῦτο δέ, φησίν, ἔσται χρήσιμον ἡμῖν καὶ πρὸς τὴν τῶν αἰτίων τῶν εἰρημένων βεβαίωσιν. ἢ γὰρ καὶ ἄλλον τρόπον εὑρήσομεν αἰτίων, εἰ μὴ φαίνονται τὰ ὑπὸ τῶν ἀρχαίων περὶ αἰτίων λεγόμενα ὑπὸ τὴν διαίρεσιν πίπτοντα, ἢ εἰ τὰ πρὸς ἐκείνων λεγόμενα μὴ ἐκβαίνει τὰ ὑφ’ ἡμῶν κατηριθμημένα τῶν αἰτίων, ἤδη μᾶλλον τῇ διαιρέσει ὡς ὑγιῶς ἐχούσῃ πιστεύσομεν.

“第四种是与此相反对的原因,所为者和善;因为这是所有生成和运动的目的。” 在提及了致动因——这正是运动由此开始的开端——之后,他说目的因是与致动因相反对的原因,因为一者预先存在,而另一者最后生成。他自己通过补充“因为这是所有生成和运动的目的”表明了这一点;因为如果前者是开端而后者是目的,那么它与之反对便是合乎情理的。而目的是致动因的原因,在生成上是最终的,但在自然和说明上是第一位的;因为我们在说明中预先把握了它,正是为了它我们才开始行动。不仅如此,在依自然生成的事物中,这也是目标,而目标是预先存在的。而善是作为目的的原因,以及这样一种原理是所有生成和运动的目的,他在《伦理学》的开端也同样表明了这一点,正如我此前已经说过的,他说“每一种技术和每一种研究都[追求]某种善”。如果所有事物都追求作为善的固有目的,那么严格意义上的目的,即处于运动中的一切事物所追求的目的,就应当是善以及存在者中最佳者;他自己在《伦理学》中也表明了这一点,他说“因此人们出色地宣告,善就是一切事物所追求的对象”。在对原因作出了划分之后,既然原因有多重含义,在他将要探究知者最应当知晓哪种原因时,他合乎情理地首先考察在他之前的其他人的意见,看他们归结到了哪一种或哪几种原因。他说,这对于我们确证上述原因也是有用的。因为,如果古代学者关于原因所谈及的内容显得并不落在此划分之下,我们就会发现原因的另外方式;或者,如果他们所谈及的内容并未超出我们所列举的原因,我们如今就会更加确信这一划分是健全的。

语法注2 条
  1. 1.17ἔστι δὲ τὸ τέλος αἴτιον τοῦ ποιητικοῦ, τῇ μὲν γενέσει ἔσχατον ὄν, τῇ δὲ φύσει καὶ τῷ λόγῳ πρῶτον

    此处借由表范围或方面的与格(τῇ γενέσει、τῇ φύσει、τῷ λόγῳ),阐明了目的(τὸ τέλος)何以成为致动因(τοῦ ποιητικοῦ)的原因:在生成的次序上目的虽在最后,但在自然与说明中它是首要的,是引导行动开启的在先目标。

  2. 1.17περὶ ποίας αἰτίας μάλιστα τοῦ σοφοῦ εἰδέναι

    在间接疑问从句中,属格 τοῦ σοφοῦ 是省略了系词 ἐστίν 的表示属性或归属的表语性属格,支配作主语的不定词 εἰδέναι,意为“知者应当知道……”或“属于知者应当知晓的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:22.1-23.7