- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:228.29-230.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德在1001b26提出的疑难,即数、物体与诸边界(面、线、点)是否为实体,解释了边界由于限定物体且在思想上可分离而比物体更是实体,并借助“更多与更少”的论点指出若边界不是实体则物体也不可能是实体。
" Τούτων δ’ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ." Δείξας δι’ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαί, δηλονότι καὶ ἐπιφάνειαι καὶ γραμμαί, οὐσίαι εἰσὶν ἢ οὔ· εἰ γὰρ μὴ ταῦτα οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· τίνες γὰρ ἔσονται οὐσίαι; ἔστι δὲ οὐκ οὐσία οἷον αἵ τε ποιότητες (ταύτας γὰρ εἶπε παθητικὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες. καὶ οἱ λόγοι δέ, οὓς ἀριθμοὺς λέγει, εἰ καὶ οὐσιῶν εἰσιν, ἀλλ’ οὐκ αὐτοί γε οὐσίαι. τὸ δὲ οὐδενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὐκ εἰσὶν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς δέκα κατηγορίας οὐκ εἰσιν οὐσίαι· ἅπαντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδὲ ἔστιν αὐτῶν τι ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτό. ὂν δὲ τὴν οὐσίαν νῦν λέγει. εἰπὼν δὲ ταῦτα μετὰ ταῦτα τίθησι μὲν ὡς ἐναργὲς τὸ τὰ ἁπλᾶ σώματα οὐσίας εἶναι μάλιστα, χωρίσας δὲ τούτων τὰς ποιότητας καὶ τἆλλα πάθη ὡς συμβεβηκότα τοῖς σώμασι, λαμβάνει τὸ ὑποκείμενον τούτοις σῶμα, λέγω δὲ τοῖς πάθεσιν, εἶναι τὴν οὐσίαν, ὅ ἐστι τὸ τριχῇ διεστώς. τοῦτο δὲ λαβὼν μετὰ ταῦτα δείκνυσιν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, καὶ ταύτης στιγμή. εἶτα ἐπὶ τούτοις τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ σῶμα οὐσίαν εἶναι,1 τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ ἃ μᾶλλον οὐσίαι, ταῦτα μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἂν εἶεν. ὅτι δὲ ἧττον οὐσία τὸ σῶμα τούτων, δείκνυσι πρῶτον μὲν τοιαύτῃ ἐπιχειρήσει. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν μᾶλλον οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσίαι τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ αὐτὸς τὸ εἶδος μᾶλλον τῆς ὕλης εἶναί φησιν. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δεύτερον δὲ τοιαύτῃ. ὧν τὸ μὲν καθ’ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δ’ οὐ δύναται,2 τὸ καθ’ αὐτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν πέρατα χωρὶς εἶναι δύναται τοῦ σώματος, τὸ δὲ σῶμα χωρὶς τῶν περάτων οὔ· τὰ ἄρα πέρατα τοῦ σώματος μᾶλλον οὐσίαι τοῦ σώματος. τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προσέθηκε· τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι ὥσπερ οὐδὲ τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γὰρ τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος ἔχει, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα· σημεῖον δὲ νοεῖται καὶ χωρὶς γραμμῆς, καὶ αὕτη χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον ἄνευ σώματος. προστίθησι δὲ τούτοις εἰς πίστωσιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ ἐπιστασίας περὶ τῶν ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι ἀριθμοὺς τὰς ἀρχὰς ἔφησαν, ὡς οἱ Πυθαγόρειοι καὶ Πλάτων, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων τῶν σωμάτων.
“与这些相连的疑难是,数、物体与点究竟是某种实体,还是不是。” 在通过他所提出的疑难表明了数将不会是实体之后,他紧接着先前的疑难提出疑难:数、物体与点——显然也包括面与线——究竟是实体还是不是;因为如果这些不是实体,就根本不会有任何实体存在了;因为究竟什么才会是实体呢?另一方面,非实体之物例如诸性质(因为他称这些为受动性运动)、关系项以及情状,而这些本身也是性质。此外,他称之为数的那些比例,即使属于实体,它们本身也绝不是实体。而他说“它们似乎不表示任何东西的实体”,等同于说“它们不是实体”。与这些类似,属于十个范畴之下的其他事物也不是实体;因为所有这些都是表述某个底层主体的,也就是说,是在某个底层主体之中的,它们具有另外的底层主体而自身并不作为底层主体,它们之中也没有任何一个能凭自身作为底层主体而落在指称之下;而他现在所说的“存在者”是指实体。在说了这些之后,他接着将简单物体首要地是实体设定为显而易见的事实,但在把诸性质以及其他受动状态作为物体的偶性而从它们之中分离出来之后,他将作为这些东西——我是指作为这些受动状态——的底层主体的物体,即三维延伸之物,设定为实体。在设定了这一点之后,他接着表明,相比于自身的边界,这种物体在某种程度上较少是实体;因为面比物体更是实体,线比面更是实体,而点又比线更是实体。然后,在这些论据之外,他通过运用取自“更多与更少”的论题,将借由这些边界不是实体而一同否定物体是实体。因为如果那些更是实体的事物尚且不是实体,那么比它们较少是实体的事物也就不会是实体了。至于物体比这些边界较少是实体,他首先通过如下的论证来表明:凡是某物借以被限定和被赋形的东西,那些起限定作用的东西比起被它们所限定的东西更是实体;因为限定某物的东西,比起被限定和被赋形的东西更是存在者,也更是实体;无论如何,正因如此,他自己也说形式比质料更是[存在者]。而物体是被面、线和点所限定的;因此这些比起物体更是实体。其次,他通过如下的论证来表明:两类事物中,若一者能够脱离另一者独立存在而另一者不能,则能够独立存在的那一者更是实体;而在物体的诸边界与物体之间,诸边界能够脱离物体而存在,物体却不能脱离诸边界而存在;因此物体的诸边界比起物体更是实体。他加上“似乎可能存在”是非常恰当的;因为在实质存在中,这些边界没有一个能脱离物体而存在,正如物体也不能脱离这些边界而存在一样,但在思想和定义中却是可能的。因为物体不可能脱离面而被构想,面也不可能脱离线而被构想,线同样不可能脱离点而被构想。因为在它们的定义中,那些在先者也被一同吸纳进去了;因为物体被说成是具有长、宽、深之物,面是具有长与宽之物,线是无宽度的长而其边界是点;然而点即便脱离线也能被构想,线脱离平面也能被构想,平面脱离物体也能被构想。除了这些之外,为了确证这些边界比物体更是实体,他还补充了他之前人们的意见:其中较为古老、谈论存在者时尚未具有严谨考察的人,将存在者的实体和本原设定为物体性的,而那些在他们之后出现且似乎已经更为智慧的人,则声称数是本原,正如毕达哥拉斯学派和柏拉图那样,其理由正在于数比物体更是实体。
- 3.56τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ σῶμα οὐσίαν εἶναι
带定冠词的与格不定式短语 τῷ ... μὴ εἶναι 作手段或原因状语修饰主动词 συναναιρήσει,其内部 ταῦτα(边界)作逻辑主语,οὐσίας 作表语。主句的宾语是带定冠词的不定式短语 τὸ σῶμα οὐσίαν εἶναι。整个结构表达了“借由否定这些边界是实体,也同时否定了物体是实体”的推论关系。
- 3.56ὧν τὸ μὲν καθ’ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δ’ οὐ δύναται
关系代词 ὧν 是表示整体的部分属格,由随后的相关词短语 τὸ μὲν ... τὸ δέ(“一者……另一者……”)分别作为主语承接。θατέρου(τοῦ ἑτέρου 的缩合形式)指两者中的另一者,整个结构意为“在两类事物中,一者能够脱离另一者独立存在,而另一者却不能”。
