- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:227.9-228.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德援引芝诺关于不可分的一不能成为大小之本原的论据,探讨了如毕达哥拉斯学派与柏拉图所主张的数或一与不定二重性(不等性)如何能够生成大小这一疑难。
"“Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ Ζήνωνος ἀξίωμα οὐδὲν ἂν εἴη." Πρὸς τοῖς εἰρημένοις ἀπορεῖ περὶ τοῦ ἑνός, εἰ ἀδιαίρετον πάντῃ καὶ ἀμέγεθές ἐστι, πῶς δύναται εἶναι μεγέθους ἀρχή; ἔσται γὰρ κατὰ μὲν Ζήνωνα οὐδέν. ἠξίου γὰρ Ζήνων (Ζήνωνα δὲ λέγει τὸν Ἐλεάτην τὸν Παρμενίδου γνώριμον), ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι·1 τοιοῦτον δὲ καὶ τὸ αὐτοέν. ἐκεῖνος μὲν οὖν τοῦτο ἠξίου ὡς παντὸς τοῦ ὄντος μεγέθους τε ὄντος καὶ σώματος· οὐδὲν γὰρ ἄλλο μέγεθος ἐν ὑποστάσει ὡς ἢ αὔξεσθαι ἢ αὔξειν κατ’ αὐτὸν χωρὶς σώματος. τοῦτο γὰρ πάντῃ ὄν· διὸ καὶ πάντῃ προστιθέμενον τὸ τοιοῦτον μέγεθος αὔξει· τὰ δὲ ἄλλα μεγέθη οὐχ ἁπλῶς συντιθέμενα αὔξει τὸ ὅλον, πῶς δέ, ὡς οὐ κυρίως ὄντα μεγέθη οὐδὲ ὁλοκλήρως. μόνον γὰρ αὔξει ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον κατὰ τὰ πέρατα ἀλλήλοις συντιθέμενα· ἡ γὰρ ἐπιφάνεια κατὰ μὲν γραμμὴν συντιθεμένη, ἥτις αὐτή ἐστι πέρας τῆς ἐπιφανείας, αὔξει αὐτήν, κατὰ δὲ ἐπιφάνειαν καὶ κατὰ πλάτος οὐκ αὔξει· ἐφαρμόζει γὰρ διὰ τὸ μὴ δύνασθαι βάθος ἐξ ἐπιφανειῶν συντιθεμένων γενέσθαι. ὁμοίως καὶ ἡ γραμμὴ μέγεθος οὖσα κατὰ μὲν σημεῖον γραμμῇ συντιθεμένη, ὅ ἐστιν αὐτῆς πέρας, μείζω τὴν ὅλην ποιεῖ, κατὰ δὲ γραμμὴν ἐφαρμόζει καὶ οὐκ αὔξει, διὰ τὸ μὴ συμπληροῦσθαι πλάτος ὑπὸ γραμμῆς. τούτων δὲ ἑκατέρα, εἰ καὶ μὴ κυρίως ὄν, ἀλλὰ ὄν πως, καθ’ ὅσον καὶ αὔξει τὰ ὄντα· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδ’ ὅλως ἔτι ὄντα κατ’ αὐτόν, ἐπεὶ πάντῃ ἀμεγέθη· οὐ γάρ εἰσιν αὐξητικά. μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος (ἐνδέχεται γὰρ εἶναί τι καὶ ἀδιαίρετον· οὐ γὰρ πάντῃ τὸ ἀδιαίρετον ἐστέρηται τοῦ αὔξειν, ἀλλ’ ἔστι πρὸς αὐτὸν λέγειν μεῖζον μὲν γὰρ οὐ ποιεῖ, πλεῖον δέ, καὶ κατὰ τοῦτο αὔξει καὶ τὸ ἓν καὶ τὸ ἀδιαίρετον, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἐκπίπτει τοῦ εἶναί τι τὸ αὐτοὲν συναῦξόν γε αὐτό), ἐκεῖνο δέ, φησίν, ἄξιον ἀπορῆσαι,2 πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίγνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ3 τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· γίγνονται γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὴν ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, τουτέστιν ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δ’ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶτον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοῦ ἑνὸς καὶ γιγνομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων τὸ μὲν ἀριθμὸς γίνεται τὸ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατ’ αὐτόν. εἰ γὰρ ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι, πῶς ἐξ ἑνὸς καὶ ταύτης συντεθειμένων οἷόν τε μέγεθός τι γενέσθαι; ἀριθμοῦ γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίγνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἢ ἐξ ἀριθμῶν ἢ ἐξ ἀριθμοῦ καὶ τῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι, ἄξιον ἀπαιτεῖν· ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν ἦν κατ’ αὐτὸν ἡ ἀνισότης καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἀρχὴ κατ’ αὐτόν· πῶς γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ ἀριθμοὺς καὶ μεγέθη γεννᾶσθαι;
“此外,如果自身为一乃是不可分的,那么按照芝诺的公理,它将什么也不是。” 除了已述的内容之外,他就一提出了疑难:如果它在各个方面都是不可分的且没有大小,它如何能够成为大小的本原呢?因为按照芝诺的看法,它将是虚无。因为芝诺(他指的是爱利亚人、巴门尼德的学生芝诺)认为,凡是加于某物既不能使之变大、减去也不能使之变小的东西,根本就不是任何存在之物;而自身为一也正是这样的东西。芝诺持有这种主张,是基于所有存在之物既是大小也是物体;因为照他看来,在物体之外,根本没有任何其他在实质存在中的大小能去增大或被增大。因为唯有物体才是在所有维度上存在的;因此这样的大小在所有维度上相加便会增大;而其他的大小单纯组合在一起并不会使整体增大,而只是在某种方式下增大,因为它们并不是严格意义上的、完全的大小。因为线与面只有在边界处彼此组合时才会增大;因为面若沿着一条线(线本身就是面的边界)组合时,会使面增大,但若沿着面即沿着宽度组合时,则不会增大;因为面与面重合了,由于组合起来的面不可能产生出深度。同样,线既然也是一种大小,当它在一点(点是线的边界)与另一条线组合时,会使整体变大,但当它沿着线组合时则重合而不会增大,因为宽度不可能由线来填满。这两者中的每一者,即便不是严格意义上的存在,但在某种意义上也是存在,只要它们也能增大存在之物;然而照他看来,点和单子就根本不再是存在之物了,因为它们完全没有大小;因为它们不具有增大的作用。在提到了芝诺的观点之后,他指出芝诺的论证是粗俗的,因为它断言除了大小之外没有任何别的事物存在(因为完全可能存在某种不可分之物;因为不可分之物并非完全被剥夺了增大的能力,人们可以反驳他说,它虽然没有使之更大,却使之更多,照此说来,一与不可分之物也都增大了事物,因此在这方面自身为一既然连带增大了它,也就没有丧失其作为某种存在之物的地位);但他接着说,值得疑难的是,从这样的一或多个这样的一之中,大小如何能够生成;因为这无异于说线是由点所组成的。而他针对那些将数设定为万物的本原和元素的人提出了这些论点;因为这些数也就成了诸大小的本原。这些人就是毕达哥拉斯学派的人。接着,他又对柏拉图的观点提出了进一步的疑难,柏拉图将一以及某种不是一的别物(即某种数)设定为数及其他事物的本原;因为“以及另一种非一之物”这句文句正是表明了这一点;而这[非一之物]就是不等性与不定二重性,也就是他所说的“大与小”;他主张,当不定二重性被一所限定而成为二时,首先从中产生出数,接着再产生出其他事物。但他疑难的是,从一与不定二重性的结合中,如何能使一者成为数而另一者成为大小;因为照他看来,不仅是数,连大小也出自它们。因为如果不等性与不定二重性作为同一种本性,既是数的本原也是大小的本原,那么从一与这一本性组合起来的事物中,怎么可能产生出某种大小呢?因为这些本原是产生数的。或者,即使有人说数首先从这些本原产生,然后以此方式从数产生出诸大小,那么我们完全有理由追问:大小怎么可能从组合起来的诸数中、或者从数与不等性中产生出来呢?因为没有部分的事物如何能够产生出大小,乃是一个疑难。而“既然非一是不等性,并且是同一种本性”这句话,就等同于说:既然照他看来非一就是不等性,而这一事物作为同一种本性,照他看来既是数的本原也是大小的本原;因为从相同的本原中怎么可能既产生数又产生大小呢?
- 3.55ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι
关系代词从句 ὃ μήτε... ἔλαττον 先于指示代词 τοῦτο 置于句首,属于先行前置结构。此外,宾格短语 τὴν ἀρχήν 与否定词连用,作副词表示“根本(不是任何东西)”或“起初”。
- 3.55μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος (ἐνδέχεται γὰρ... συναῦξόν γε αὐτό), ἐκεῖνο δέ, φησίν, ἄξιον ἀπορῆσαι
该句的主干构成了一个超语序的长大框架:μνημονεύσας ... ἐκεῖνο δέ, φησίν, ἄξιον ἀπορῆσαι(“在提及了……之后,他指出那个问题值得作为疑难提出”)。括号内插入了亚历山大本人对芝诺的反驳(不可分之物也能增大数目/多度),主句动词 φησίν 的主语是亚里士多德。
- 3.55τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ
中性单数定冠词 τό 引导引用的原文词句,并与 ἴσον ἐστὶ τῷ ...(“等同于……”)构成主述结构,这是古代注解作品中用于释义或重述文本的标准句式。
