- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:230.13-231.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于点、线、面等边界在感觉物体中并不具有实质存在而仅在思想中作为受动状态和分割而存在的论证,并分析了该论证虽然包含混淆现实与潜能的谬误推论,却如何得出物体及几何边界皆非实体(甚至根本不是存在者)的结论。
τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον,1 διότι ὄντων καὶ σωμάτων ἦσαν ἀρχαί. τοῦτο λαβὼν μετὰ ταῦτά φησιν ὅτι εἰ μηδὲν τούτων οὐσία, οὐδ’ ἂν ἄλλο τι οὐσία εἴη· οὔτε γὰρ τὰ σώματα (ἧττον γὰρ ταῦτα οὐσίαι) οὔτε ἔτι μᾶλλον τὰ τῷ σώματι συμβεβηκότα. ὅτι δ’ αὖ μή ἐστι ταῦτα ὄντα, τουτέστιν οὐσίαι, δείκνυσιν οὕτως. εἰ ἔστι σημεῖον καὶ γραμμὴ καὶ ἐπίπεδον ὄντα τε καὶ οὐσίαι, δῆλον ὅτι καὶ ἐν σώμασιν αὐτῶν ἡ ὑπόστασις, καὶ εἰ ἐν σώμασιν, ἐν τούτοις. ἀλλὰ μὴν οὐδὲν τούτων ἐστὶν ἐν τοῖς αἰσθητοῖς· οὔτε γὰρ οἷον ὁριζόμεθα τὸ σημεῖον ἔστιν εὑρεῖν τὸ τοιοῦτον ἐν τοῖς αἰσθητοῖς, οὔτε ὁποίαν τὴν γραμμήν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὐδ’ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν ἦσαν καὶ οὐσίαι, ἦν ἂν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μή ἐστι, μηδ’ οὐσίαι εἶεν ἄν. δείκνυσι δὲ μὴ ὄντα ταῦτα ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων * * * γίγνεσθαι· αἱ δὲ διαιρέσεις αἱ τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μέντοι τὸ πλάτος ὑπὸ γραμμῆς τέμνεται τὸ σῶμα, κατὰ δὲ τὸ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ τὸ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μή ἐστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτω δείκνυσιν. ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι· οὐ γὰρ δὴ τῇ ὑποστάσει καὶ τῷ χωρίζεσθαι δύνασθαι. τούτῳ συγχρώμενος λέγει ὅτι ἐν τῷ σώματι ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄντα λαβεῖν. τῇ γὰρ ἐπινοίᾳ ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἔστι, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸν εἰς δύο ἐν τῷ βάθει ληφθῆναι δυναμένη, ὁμοίως καὶ ἡτισοῦν. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι (τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα [αὐ]τῷ δύνασθαι γενέσθαι ἐν αὐτῷ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἂν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδὲ ὃ δοκεῖ ἔχειν, καὶ εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαιροῦσα δίχα ἐπιφάνεια, οὐδ’ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν πάντα εἶναι τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοίᾳ καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ, ὡς καὶ τὰ δυνάμει· τοῦτο δὲ ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῆς γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὑτῷ), ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῷ δεικνύναι.2 δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσία ἡ ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ ἡ μονάς, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὄντα, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές.3
而他说“从而物体的本原也就是存在者的本原”,等同于说“从而他们把物体的本原称为严格意义上的存在者,因为它们是存在者与物体的本原”。在设定了这一点之后,他接着说,如果这些之中没有一个是实体,那么其他任何东西也不会是实体了;因为物体不是(因为物体比这些较少是实体),而属于物体的偶性就更不是了。另一方面,至于这些并不是存在者,也就是并不是实体,他通过如下方式来表明:如果点、线和平面的确既是存在者又是实体,那么显而易见它们的实质存在是在物体之中的,而且如果是在物体之中,则必定是在这些[感觉]物体之中。然而,这些之中没有一个存在于可感觉之物中;因为在可感觉之物中既不可能找到像我们所定义的那样的点,也不可能找到像〔我们所定义的〕那样的线;因为在可感觉的物体中,完全不可能捕捉到完全脱离宽度的长度,同样也不可能捕捉到没有深度的面。因此,如果它们原本是存在者和实体,它们就会存在于可感觉的物体之中;因为唯有这些才是实质存在的;但如果它们不存在,它们也就不会是实体了。他还根据这些是物体的受动状态和分割并且[……]生成,来表明这些并非实质存在;然而物体的诸分割既非底层主体,亦非依其本然本性而存在的某种存在者;因为它们是受动状态,而受动状态不是实体。不过,物体就宽度而言是被线所截切的,就深度而言是被面所截切的,就长度而言是被点所截切的。在这些之外,他通过如下方式表明这些东西——即面、线和点——并不存在于物体之中。这些被说成存在于物体之中乃是在思想中;因为绝不是在实质存在中,也不是借由能够被分离。基于这一点,他说在物体中可以同样将任何形状和任何面都把握为存在着的。因为在思想中,在未加工的石料中可以同样把握赫尔墨斯的形状、阿波罗的形状以及其他任何东西的形状;而且在立方体中,立方体的一半在思想中也存在,并且能够把握在深度上将它二分的面,同样任何面也都可以被把握。因此,如果所有的形状与面都同样存在于物体之中(因为这是在思想中存在的),而这些借由能够生成于其中而在思想中被把握的东西并不存在于其中,那么其他任何形状与面也不会存在了;因此,如果赫尔墨斯的形状不存在于石料中,石料似乎具有的形状也就不存在;如果在立方体中不存在将其二分的面,立方体似乎具有的面也就不存在。然而这一论证的谬误推论在于:把所有潜能中的和现实中的形状都同样当成存在于底层主体之中。而这之所以具有说服力,是因为现实存在的事物也如同潜能中的事物一样,似乎是在思想中存在于底层主体之中;而这是因为它们是不可分离的。关于面是如此,关于线、点和单子也是如此;因为单子也是某种点;因为在它们身上,同样可以在思想中说任何一个都存在于底层的物体之中,并且通过选取某个处于潜能中的东西并表明它不存在于物体之中(因为在某物中处于潜能的东西尚未存在于其自身之中),从而表明甚至那些看似现实地存在于其中的东西也不存在于其中。通过这些表明了面、线、点和单子不是实体之后,他作为已证明之事的推论而断定:被这些所限定的物体也不会是实体。而且他表明了这些不仅不是实体,甚至根本连存在者都不是。而“这些不存在,也不是任何实体”,等同于“这些既不是存在者,也不是任何实体”。
- 3.56τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον
句首的“τὸ δὲ ὥστε... εἶναι ἀρχάς”为由冠词名词化的引语从句,用作主动词“εἶπε”的直接宾语。“ὡς ἴσον... τῷ...”用作宾语补足语,是注疏者对亚里士多德紧缩句表达的同义释义。
- 3.56λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ... ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῷ δεικνύναι
接在非人称表达式“ἔνεστι... λέγειν”之后,宾格分词“λαμβάνοντάς... καὶ δεικνύντας”用作后接不定词“δεικνύναι”的逻辑主语,构成由“ἔνεστι”统辖的宾格不定词结构,表示论证的步骤:“人们可以通过选取……并表明……,从而能够证明连现实的事物也不在其中”。
- 3.56τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές
带冠词短语“τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινές”将引自原文的短语名词化,作为“ἴσον ἐστί”的主语,与与格短语“τῷ...”构成“A等同于B”的句式。通过“μήτε ὄντα... μήτε οὐσίαι”的改写,阐明了不仅否定其为实体,更否定其为一般的存在者。
