← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§225.33-227.8

一与存在若为自立实体则多元与数被否定

亚历山大基于亚里士多德《形而上学》卷B第4章(1001a29–1001b1),注解并论证了若将一与存在假定为分离实体(自身为一与自身为存在),则如同巴门尼德一样多性将被否定,从而数也绝不可能成其为实体的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.53

" Ἀλλὰ μὴν εἴ γ’ ἔσται τι αὐτὸ ἓν καὶ αὐτὸ ὄν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον." Δείξας ὅτι ὧν κατηγορεῖται τό τε ὂν καὶ τὸ ἕν, τούτων ἡ οὐσία ἔσται〈τὸ〉 ὄν τε καὶ τὸ ἕν, οὐσίαι τινές, οὐ συμβεβηκότα οὐσίαις, ἄπορόν φησι γίγνεσθαι τὸ δεῖξαί τι παρὰ τὸ ἕν τε καὶ τὸ ὂν ἄλλο τι ὄν. τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε· τοῦτο δὲ ἦν τὸ ἕν, ὥστε ὅ τι ἂν παρὰ τὸ ἓν ᾖ, τοῦτο οὐκ ἔσται· τὸ γὰρ αὐτὸ γίγνεται παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν· τοῦτο δὲ ὡς τοῦ ὄντος καὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὸ δὲ παρὰ τὸ ἓν † οὐκ ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἦν. τοῦτο γὰρ συμβαίνει εἰ τὸ ὂν καὶ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο τὸ ἓν ἔσται μόνον ὄν.

“然而确实,如果将存在某种自身为一与自身为存在,那么在这些之外如何还会存在某种别的事物,乃是一个极大的疑难。” 在表明了存在与一所表述的事物的实体将是作为某些实体而非实体的偶性的存在与一之后,他指出,要表明在一与存在之外还有某种别的事物作为存在者,便成了一件疑难之事。因为正如巴门尼德所说,存在之外的事物是非存在;而这[存在]就是一,因此凡是在一之外的事物都将不存在;因为如果在一之外,也就成了在存在之外;而这是基于存在与一乃是同一事物。因此,将不会有多数事物;因为多数事物是在一之外的,而在一之外的事物不存在,在存在之外的事物也不存在。因为如果存在与一乃是实体且不是同名异义地被表述,这一结论便必然随之而来。于是,正如巴门尼德所说,所有存在着的事物都将是一,并且唯有这一乃是存在者。

§3.54

"Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν οὐσία ἄν τε ᾖ τὸ αὐτοέν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι." Πρότερον δείξας ὅτι εἰ μὴ εἴη τὸ ἓν οὐσία, οὐδὲ ἀριθμὸς οὐσία τις ἔσται κεχωρισμένη, τῷ εἶναι μὲν τὸν ἀριθμὸν μονάδων σύνθεσιν, μὴ εἶναι δὲ τὰς μονάδας οὐσίας, νῦν λέγει ὅτι οὐδ’ ἂν ᾖ τὸ ἓν οὐσία, οὐδ’ οὕτως ὁ ἀριθμὸς οὐσία εἶναι δύναται· οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι·1 οὐδὲν γὰρ ἄλλο ἔσται παρ’ αὐτὸ τὸ ἕν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν. λαβὼν δὲ ὅτι εἰ ἔστι τι παρὰ τὸ ἕν, οὐχ ἓν ἔσται ἀλλὰ πολλά, ὅτι μὴ οἷόν τε ἔσται πολλὰ εἶναι ἔδειξε διὰ τοῦ λαβεῖν τὰ πολλὰ συγκεῖσθαι ἐκ πολλῶν μονάδων, ἃς ἀδύνατον εἶναι· ἔσται γάρ, εἰ τοῦτο, παρὰ τὸ ἕν· εἰ δὲ μὴ εἶεν πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη. ἀνάγκη μὲν γὰρ πᾶσαν πολλὴν μονάδα παρὰ τὸ αὐτοὲν εἶναι καὶ τὸ ὡς οὐσίαν ἕν, οὐσία δὲ παρὰ τὸ ἓν οὐκ ἂν εἴη ἕν. εἰ δὲ μὴ πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη· πάντα γὰρ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, ἀδύνατον δέ ἐστι τὰ πολλά, τῷ εἶναι τὰ πολλὰ ἐκ πολλῶν μονάδων, μὴ δύνασθαι δὲ παρὰ τὸ αὐτοέν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ παρὰ τὸ ὂν οὐκ ὄν. εἰ δὲ μὴ οἷόν τε εἶναι τὰ πολλά, οὐδ’ ἀριθμὸς εἴη· πλῆθος γὰρ μονάδων τὰ πολλά. τὸ δὲ ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος δηλοῖ ὅτι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὃ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτω καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν. οὐ δηλωτικὸν τὸ ἔκ τινος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν;2 ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο, ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ τὸ ἓν οὐσία ἐστί, τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμός· ἃ εἰ μὴ εἶεν, οὔτ’ ἂν πολλὰ οὔτ’ ἂν ἀριθμὸς εἴη. ἢ οὕτως· εἰ ἔστιν αὐτοέν, δεῖ, εἰ μέλλοιεν ἀριθμοὶ ἔσεσθαι, καὶ ἄλλο ἓν προσγενέσθαι· τοῦτο δὲ τὸ γιγνόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίγνεται ἕν, οὐδὲν ἂν εἴη, ἐξ οὗ τὸ ἓν γίγνεται.

“但这在两种情况下都是困难的;因为无论一不是实体,还是存在自身为一,数都不可能是实体。” 此前他已表明,如果一不是实体,数也不会是某种分离的实体,这是由于数乃是单子的复合,而单子并不是实体;现在他则说,即使一乃是实体,数照样不可能成其为实体;因为数甚至根本就不能存在;因为在自身为一之外将没有任何别的事物存在;因为正如在存在之外的事物不是存在一样,在一之外的事物也不是一。他在设定了如果在一之外存在某种事物,它就不是一而是多之后,通过设定多数事物是由多数单子组成、而这些单子又不可能存在,从而指明了不可能有多数事物存在;因为如果是这样,它们就将是在一之外了;而如果没有更多的单子,也就不会有数了。因为必然的是,每一个众多的单子都在自身为一即作为实体的一之外,而在一之外的实体不可能是一。如果不再有更多的单子,也就不会有数;因为所有存在着的事物要么是一要么是多,但多数事物是不可能的,这是由于多数事物是由多数单子组成,而单子不可能在自身为一之外存在;因为正如在存在之外的事物不是存在一样,在一之外的事物也不是一。但如果多数事物不可能存在,数也不会存在;因为多数事物就是单子的众多性。而“关于存在也有同样的疑难”这句文句表明,在关于一的问题上所提出的疑难,正是关于存在所疑难的完全相同之事;因为正如在存在之外的事物不是存在一样,在一之外的事物也不是一。“因为难道还能从一之外的某种事物中产生出另一个一自身来吗?”这句文句岂不正是表明了这一点吗?因为必然不存在一之外的某种别的事物,能让另一个一从中产生出来。因为正如由于存在乃是实体,由于实体之外的事物并非实体而不可能产生出任何别的实体一样,同样,如果一也是实体,那么在它们之外的一切事物都将既非存在亦非一。如果这样,也就不会是多数事物;因为多数事物中的每一个都是一;因为多数事物与数都来自单子;而如果这些单子不存在,多数事物和数就都不会存在。或者这样解释:如果存在自身为一,那么如果将要存在诸数,就必须再加上另一个一;而这个生成的一必然要在并非一的情况下生成为一;因此它将来自非一。那么,这个非一将是什么呢?因为如果所有存在着的事物要么是一要么是多,而多数事物是由不能从中生成出一的那些单子所组成的,那么就没有任何东西可以从中生成出一来了。

语法注2 条
  1. 3.54οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι

    宾格短语 τὴν ἀρχήν 在否定句中作副词性宾格,意为“根本”、“起初(完全不)”。不定式 εἶναι 则是承接前文 νῦν λέγει ὅτι 的间接引语动词(主语为省略的 ὁ ἀριθμός)。

  2. 3.54οὐ δηλωτικὸν τὸ ἔκ τινος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν;

    由 οὐ 引导的反问句,表达强烈的肯定断定(“……这句文句岂不正是表明了这一点吗?”)。带有冠词的引语 τὸ ἔκ τινος ... ἕν 整体作主语,δηλωτικόν 是谓词形容词,支配前面所述内容的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:225.33-227.8