- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:224.22-225.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了若普遍者非实体则数亦非实体的荒谬后果,随后结合亚里士多德的文句阐释了主张一与存在为自身独立实体之立场必然导致的结论及其理据。
ὥστε εἰ τὰ μάλιστα καθόλου μὴ οὐσία μηδὲ ὄντα, οὐδὲ ἂν τῶν ἄλλων τι τῶν καθόλου εἴη. εἰ δὲ μή ἐστί τι αὐτοὲν μηδ’ αὐτοὸν εἶπεν ἀντὶ τοῦ εἰ γὰρ μὴ ἔστι λαμβάνειν ὡς γένη τό τε ἓν καὶ τὸ ὂν τῶν ὄντων καὶ οὕτως αὐτῶν κατηγορούμενα, ἀλλ’ οὐχ ὡς ὁμώνυμα, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξεν. εἶπε δὲ τινὸς οὐσίαν ἀντὶ τοῦ οὐσίαν τινὸς εἶναι καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ὧν τι κατηγορεῖται. μόνα δὴ τὰ καθ’ ἕκαστα ἔσται, οὐ τὰ καθόλου. τοῦτο δὲ ὅτι ἄτοπον ἔδειξεν· οὔτε γὰρ αἱ ἐπιστῆμαι ἔσονται οὔτε τι νοητόν, ἀλλὰ πάντα αἰσθητά. ἀλλ’ οὐδὲ ἀίδιον. προστίθησι δὲ νῦν τούτοις καὶ τὸ μὴ ἔσεσθαι οὐσίαν τὸν ἀριθμὸν ὡς κεχωρισμένον καὶ καθ’ αὑτὸν ὄντα, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις· καὶ λέγει τὴν αἰτίαν. ὁ γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδ’ ὁ ἀριθμός· ὥστε συμβεβηκὸς ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ὅπερ ἓν ἴσον ἐστὶ τῷ κυρίως ἕν, ἢ ὑπὸ τὸ ἓν ὡς γένος· κατηγορεῖται γὰρ τὸ ἓν αὐτῆς. τοῦτο δὲ εἶπεν ὡς ἄτοπον ἂν δόξαν1 τοῖς τὸν ἀριθμὸν οὐσίαν τινὰ λέγουσι κεχωρισμένην· οὐ γὰρ δὴ αὐτῷ. ἦν γάρ, ὡς εἶπον, οἷς τοῦτο ἐδόκει· ὁ γὰρ τὰ μαθηματικὰ οὐσίας τινὰς μεταξὺ λέγων ἐν ταύταις ἐτίθει καὶ τὸν ἀριθμόν. Ἑξῆς δὲ ἐπιχειρεῖ μὲν εἰς τὸ μὴ εἶναι τὸ ἓν καὶ τὸ ὂν οὐσίας καθ’ αὑτάς, πρῶτον δὲ τίθησι καὶ δείκνυσιν ὅτι ἀκολουθεῖ τοῖς αὐτοὲν καὶ αὐτοὸν λέγουσι, τουτέστι μὴ συμβεβηκότα λέγουσιν ἄλλοις τὸ ἓν εἶναι καὶ τὸ ὂν ἀλλὰ κυρίως ὄντα, καὶ οὐσίας αὐτὰ λέγειν καὶ τὸ εἶναι αὐτοῖς εἶναι ἐν τῷ ἑνὶ εἶναι καὶ ὄντι. τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν2 δηλωτικόν ἐστι τοῦ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οὐσίας ταῦτα εἶναι, ἀλλὰ μὴ ἐν ἄλλῳ τινὶ εἶναι ἢ τῷ ἑνὶ εἶναι ἢ τῷ ὄντι εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται, ὃ ἴσον ἐστὶ τῷ οὐ γὰρ ἕτερά τινα ὄντα τὸ ἓν καὶ τὸ ὂν τῶν ὑποκειμένων αὐτοῖς καθ’ ὧν κατηγορεῖται αὐτῶν καθόλου, ἀλλ’ αὐτὰ ταῦτα ὄντα ἕν τε καὶ ὂν κατηγορεῖται αὐτῶν. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι τῆς οὐσίας κατηγορηθήσεται, ἀλλὰ ταῦτα τὸ ὄν τε καὶ τὸ ἕν, ὡς πᾶν ὃ ἄν ᾖ οὐσία ἕν τε καὶ ὂν εἶναι, οὐκ ἄλλο τι ὄν, ἀλλ’ αὐτὸ τοῦτο. ὡς γὰρ τῶν ἀνθρώπων ἐπεὶ τὸ κατηγορούμενον ἦν ἄνθρωπος, ἄνθρωποι τὰ ὧν κατηγορεῖται, οὐκ ἄλλο τι, οὕτως καὶ ὧν τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται ἐν τῇ οὐσίᾳ, ὂν καὶ ἓν ἔσται ἡ τούτων οὐσία, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τινές εἰσιν· οὐ γὰρ τὸ ὕδωρ ἢ πῦρ τῶν ὄντων κατηγορεῖται, ἵνα αὐτῶν τὴν οὐσίαν τοῦτο εἴπωμεν, ἀλλὰ τὸ ὄν τε καὶ τὸ ἕν. εἰ δὲ ταῦτα οὐσίαι ὄντα κατηγορεῖται τῶν ὄντων καθόλου, εἴη ἂν καὶ ἡ οὐσία τούτων ὧν κατηγορεῖται αὐτό τε τὸ ἓν καὶ τὸ ὄν. δύναται δὲ τὸ εἰ δ’ ἔστί τι αὐτοὲν καὶ ὄν, ἀναγκαῖον αὐτῶν οὐσίας εἶναι τὸ ἓν καὶ τὸ ὂν εἰρῆσθαι πρὸς τοὺς ἰδέας αὐτὰ λέγοντας· καθ’ οὓς γάρ ἐστιν ἰδέα αὐτοὲν καὶ αὐτοόν, κατὰ τούτους ἀναγκαῖον οὐσίαν τούτων εἶναι τὸ ἕν τε καὶ τὸ ὄν· τὸ γὰρ αὐτοόν τε καὶ ἓν οὐχ ἕτερά τινα ὄντα καθόλου τῶν ὄντων κατηγορεῖται (οὐ γὰρ ἂν ἔτι ἦν αὐτοὸν καὶ αὐτοέν), ἀλλ’ ἔστι ταῦτα καθὸ ἓν καὶ ὂν κατηγορούμενα τῶν ἄλλων καθόλου. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλ’ αὐτὰ ταῦτα, τουτέστιν οὐ γὰρ ἕτερόν τι τοῦ αὐτοενὸς καὶ αὐτοόντος καθόλου κατηγορεῖται, ὡς εἶναι ἐκείνης αὐτὰ τῆς φύσεως, ἧς σημαίνει τὸ κατηγορούμενον αὐτῶν καθόλου, ἀλλ’ ἐστὶν αὐτὰ ταῦτα τὸ ἓν καὶ τὸ ὂν κατηγορούμενα αὐτῶν.
因此,如果最为普遍的事物既非实体亦非存在,那么其他普遍事物中的任何一个也不可能是[实体或存在]了。而他说“如果并不存在某种自身为一或自身为存在”,是为了代替:因为如果不能将一与存在作为存在着的事物的属来把握,并以这种方式(而非作为同名异义者,正如他自己在别处表明的那样)表述于它们之上。他说“某物的实体”,则是为了代替“作为某物的实体,并在某物所表述于其上的事物的本质中被表述”。如此一来,便将唯有个别事物存在,普遍事物将不复存在。而他指出了这是荒谬的;因为既不会有诸门科学存在,也不会有任何理智对象,而一切都将是感觉对象,并且也不会有任何永恒之物。此外,他现在还在这些之外补充说:如果一不是某种实体,那么数就不会作为分离的且自身独立存在者而成其为实体(正如毕达哥拉斯学派和柏拉图所认为的那样);并且他说明了其原因。因为数是单子的复合,而单子与一乃是同一的;因此如果一不是实体,单子也不是;如果单子不是,数也不是;因此,如果一并非某种实体而是归属于某种别的事物的偶性,数就将是偶性而非实体。而“恰为一者”这句文句等同于“本义上的一”,或者“作为属的一之下者”;因为一被表述于它之上。他说这番话,是作为对那些主张数是某种分离实体的人而言显得荒谬的事情,而绝非对他自己如此。因为如我所言,确实有人持有这种看法;因为那位主张数学对象是某种居间实体的人,也将数置于这些之中。 接下来,他着手论证一与存在并非自身独立的实体,但他首先设定并表明:对于那些谈论自身为一与自身为存在的人——即那些主张一与存在并非属于他物的偶性,而是本原意义上的存在者的人——而言,主张它们是实体,并且它们的存在就在于成其为一与成其为存在,这乃是必然随之而来的结论。因为“一与存在是它们自身的实体”表明了这些是一与存在的实体,并且它们的存在不在于成其为一或成其为存在之外的任何其他事物。作为此点的证明,他引证了“因为没有别的任何事物被普遍表述”这句文句,它等同于:因为一与存在并不是异于其所普遍表述的底层主体的某种别的事物,而是作为一与存在自身表述于它们之上。或者这样解释:因为表述于实体之上的将不是某种别的事物,而是存在与一这些事物,从而凡是实体的,都是一与存在,并非作为某种别的事物,而正是此物自身。因为正如关于人而言,既然所表述的是“人”,那么被表述的对象便是人而非某种别的事物;同样,在存在与一在本质中被表述的对象上,如果存在与一乃是某些实体,那么这些对象的实体就将是存在与一;因为并不是水或火被表述于存在着的事物之上从而我们说这是它们的实体,而是存在与一被表述。如果这些作为实体被普遍表述于存在着的事物之上,那么被表述对象的实体也必定是自身为一与自身为存在。而“如果存在某种自身为一与存在,那么一与存在必然是它们的实体”这句文句,也可以被解释为是针对那些主张它们为相的人说的;因为根据那些认为自身为一与自身为存在是相的人,在他们看来,这些相的实体必然是一与存在;因为自身为存在与自身为一并非作为某种别的事物而普遍表述于存在着的事物之上(否则它们就不再是自身为存在和自身为一了),相反,它们正是由于作为一与存在而普遍表述于其他事物之上。或者这样解释:因为被普遍表述的不是某种别的事物,而是这些自身,也就是说,并非有某种别的事物被普遍表述于自身为一和自身为存在之上,以致于它们具有其普遍述词所指明的那种本性,而是正是一与存在自身被表述于它们之上。
- 3.52ὡς ἄτοπον ἂν δόξαν
连词 ὡς 与表示潜在/虚拟的 ἄν 以及中性单数宾格分词 δόξαν 相结合。此处作无人称动词 δοκεῖ 的宾格绝对结构,意为“作为对于……而言显得荒谬的事情”。
- 3.52τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν
在由冠词 τὸ 引导的宾格不定式结构中,τὸ ἓν καὶ τὸ ὂν 为主格性宾格主语,οὐσίας 为复数宾格表语,αὐτῶν 为修饰性的属格(指陈述对象本身,即一与存在自身或所有存在者)。整句构成“一与存在是它们自身的实体”这一引述性主语从句。
