- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:223.6-224.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在1001a4提出了被视为最困难且对认识真理最必需的第十一个疑难,即存在与一究竟自身就是事物的实体,抑或是附属于底层本性的偶性;亚历山大对此梳理了柏拉图、毕达哥拉斯学派与早期自然哲学家们针锋相对的观点。
" Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον." Ἣν ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη,1 πότερον τὸ ὂν καὶ ἓν οὐσίαι τῶν ὄντων εἰσί, τουτέστιν ἀρχαὶ αὐτὸ τοῦτο τὸ ὂν καὶ τὸ ἓν οὖσαι, οὐκ ἄλλῳ τινὶ ὄντι2 ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι [καὶ] ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστι τις ἄλλη φύσις ὑποκειμένη τούτοις, ἣ ἔστιν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἢ ἀὴρ ἢ ἄλλο τι ἢ καὶ πλείω, τὸ δὲ ἓν καὶ τὸ ὂν ἐκείνοις ὑποκειμένοις ὑπάρχει. ὅτι δὲ ἀναγκαία ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ τοὺς μὲν ἐκείνως τοὺς δὲ οὕτως ἀποφήνασθαι περὶ αὐτῶν, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη γοῦν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτου ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· ἡ γὰρ τῶν νοητῶν καὶ τῶν πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερον τὸ ἓν καὶ τὸ ὂν οὐσίαι τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. εἰπὼν δὲ τοὺς μὲν οὕτω περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διανοηθῆναι ὡς οὐσῶν φύσεών τινων καθ’ αὑτάς, τοὺς δὲ ὡς ἄλλαις τισὶ φύσεσι συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ περὶ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας περὶ αὐτοῦ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως (οἱ μὲν γὰρ φύσιν τινὰ αὐτοῦ τοῦ ἀπείρου ἐποίουν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι· τοιοῦτος γὰρ αὐτοῖς ὁ ἄρτιος ἀριθμός· οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον), εἰπὼν δὲ ταῦτα παρατίθεται καὶ ἱστορεῖ τίνες μὲν οὕτως τίνες δὲ ἐκείνως περὶ αὐτῶν ὑπέλαβον. τὸ δὲ ἢ δεῖ ζητεῖν τί ποτ’ ἐστὶ τὸ ἓν καὶ τὸ ὂν ὡς ὑποκειμένης ἄλλης φύσεως ἴσον ἐστὶ τῷ ἢ δεῖ ζητεῖν τί ἐστιν ὑποκείμενον τῷ τε ἑνὶ καὶ τῷ ὄντι, ὡς τούτων συμβεβηκότων ὄντων αὐτοῖς, ἀλλ’ οὐ τὴν οὐσίαν τὴν αὐτῶν δηλούντων. Πλάτων μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ ἑτέρῳ τινὶ ὑποκειμένῳ ταῦτα ὑπάρχειν ἔλεγον, ἀλλ’ εἶναι τὴν φύσιν αὐτῶν ὑποκείμενον καὶ τὴν οὐσίαν αὐτὸ τοῦτο τὸ ἓν καὶ τὸ ὄν· τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ ὄντι. ὅτι δὲ Πλάτων οὐσίαν τινὰ τό τε ἓν καὶ τὸ ὂν ἔλεγε, δῆλον ἐκ τοῦ καὶ ἰδέας αὐτὸν λέγειν αὐτοὸν καὶ αὐτοέν. οἱ δὲ φυσικοί, ὧν καὶ Ἐμπεδοκλῆς, ἄλλο τι ὑπετίθεσαν τῷ ὄντι καὶ τῷ ἑνὶ κἀκείνοις ἔλεγον ὑπάρχειν ταῦτα. Ἐμπεδοκλῆς μὲν γὰρ ὡς εἰς γνωριμώτερόν τι ἀνάγων τὸ ἕν, τὴν φιλίαν ὑποτιθείς, ταύτης κατηγορεῖ τὸ ἕν, ἐπεὶ αἴτιον κατ’ αὐτὸν αὕτη πᾶσι τοῦ ἕκαστον αὐτῶν ἓν εἶναι, συνάγουσα καὶ συγκρίνουσα αὐτά. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλον τῷ ἑνὶ καὶ τῷ ὄντι, ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα, ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ὂν καὶ τὸ ἓν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς πλείω τὰ στοιχεῖα τῶν ὄντων ἦν, καὶ κατὰ τούτους τούτων ἕκαστον ἓν τι ἦν καὶ ὄν. ἱστορήσας δὲ καὶ ἐκθέμενος τὰς κατὰ τὰς δόξας τῶν ἀρχῶν διαφωνίας, ἑξῆς τῆς ἀπορίας ἄρχεται, καὶ πρῶτον μὲν ἀπορεῖ εἰ μὴ λέγοι τις τὸ ἓν καὶ τὸ ὂν οὐσίας εἶναι· τοῦτο γὰρ ἡ λέξις δηλοῖ ἡ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν. τὸ αὐτὸ δὲ σημαίνει, κἂν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει.3 μάλιστα γὰρ πάντων κατηγορεῖται τὸ ὄν· ἄνθρωπος μὲν γὰρ κατ’ ἀνθρώπων μόνον, ὁμοίως καὶ ζῷον κατ’ ἀφωρισμένων τινῶν, τὸ δὲ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων κατηγορεῖται.
“在所有问题中,这既是考察起来最为困难的,也是对于认识真理最为必需的。” 他说最为困难且对于认识真理最为必需的这一疑难便是:存在与一究竟是存在着的事物的实体——即作为本原正是由于自身就是存在与一,并非归属于某种另外存在着的事物,也非在它们所被表述的那些事物中表明这一本性——,抑或存在某种处于它们底层的其他本性,这一本性才是存在着的事物的本原和实体,人们应当探求它是何者(究竟是火、是气、是某种别的事物,抑或是更多的元素),而一与存在则仅仅归属于那些作为底层的事物。这一探求之所以是必需的,这不仅由人们对它们有的作如此断言、有的作如彼断言显明出来,也由他在推进论述时所要提出疑难的问题显明出来,并且还由于在关于真理的考察中对存在的探求是最具支配地位的,以及数是否能够被称为存在着的事物的本原和元素取决于这一点。无论如何,关于这一点的探求对于认识真理而言是最为必需的,但关于它们的辨析也是最为困难的;因为关于理智对象以及第一原因与存在的认识乃是最为困难的。而他自己对“一与存在究竟是否是存在着的事物的实体”作了解释,其方式是通过“它们各自都不是某种别的事物,却分别是一和存在”。因为所说的这番话等同于:既然存在与一属于存在着的事物,那么它们究竟是作为实体而存在,还是作为实体的偶性而存在?在说明了关于一与存在,有些人作了这般的思考,视其为自身独立的某种本性,而另一些人则视其为某些其他本性的偶性之后——正如实际上在《物理学》第一卷中他也表明过,谈论无限的人们关于无限存在分歧(因为有些人把无限本身当作某种独立的本性,正如毕达哥拉斯学派那样;在他们看来偶数便是如此;而另一些人则说无限是属于某物的偶性)——在说明了这些之后,他便列举并记述了哪些人对此持有这种看法,哪些人持有那种看法。而“抑或人们应当在假设有另一种底层本性的前提下,探求一与存在究竟是什么”这句文句,等同于“抑或人们应当探求究竟什么是处于一与存在底层的事物,因为假定这些是它们〔底层事物〕的偶性,而并未表明它们自身的实体”。柏拉图与毕达哥拉斯学派主张,这些并不归属于某种其他的底层主体,相反,它们的本性就是主体,其实体正是这本身,即一与存在;而“如同其实体自身就是一与某种存在”这句文句,等同于“如同一与存在的实体是同一的,且成为一与成为存在也是同一的”。至于柏拉图曾主张一与存在是某种实体,这从他谈论诸相为“自身存在”与“自身为一”中也是显而易见的。然而自然哲学家们(恩培多克勒亦在其列)则把某种别的事物置于存在与一的底层,并说这些归属于那些事物。因为恩培多克勒仿佛为了把一归约为某种更可知的事物,假定了友爱,并将一表述于它之上,因为在他看来,友爱通过聚集并结合诸事物,乃是所有事物中每一者成其为一的原因。另一些自然哲学家则将火置于一与存在的底层,如赫拉克利特;有些人置气于其下,如阿那克西美尼;还有些人置其他事物;因为他们每个人把什么假定为存在着的事物的本原和原因,便将存在与一表述于其上。不仅如此,即使根据那些主张存在着的事物的元素为多数的人,在他们看来,这些元素中的每一者也都是某种一与存在。在记述并陈述了关于诸本原意见的分歧之后,他接下来便展开了疑难,首先他提出疑难:如果有人不说一与存在是实体,情况会如何;因为“如果有人不设定一与存在是某种实体”这一文句所表明的正是这个意思。而即使原文写作“说它们是某物的实体”,意思也是相同的。因为存在是最为普遍地被表述于万物之上的;因为“人”仅表述于人之上,同样“动物”仅表述于某些被限定的事物之上,而一与存在则被表述于所有存在着的事物之上。
- 3.52Ἣν ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη
此句属于先行词融入关系从句并前置的句式(inverse attraction / prolepsis):Ἣν ἀπορίαν... 代替了 αὕτη [ἡ ἀπορία], ἣν φησιν... ἐστίν, πότερον...。整个关系从句构成了主句 ἐστὶν αὕτη 中指示代词 αὕτη 所指代的核心概念。
- 3.52τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ ὄντι
亚历山大以 ἴσον ἐστὶ τῷ...(等同于……)来注解引文 τὸ δὲ ὡς... τι。在 τῷ 后引出的属格独立结构中,ἑνὶ εἶναι 与 ὄντι [εἶναι] 为表示本质/定义的与格(dative of essence,“成为一”、“成为存在”),作为 ταὐτοῦ ὄντος 的表语补足成分。
- 3.52τὸ αὐτὸ δὲ σημαίνει, κἂν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει
此句用于评注文本异读:κἂν ᾖ γεγραμμένον(“即使写作为……”)构成让步条件从句,被动动词 ᾖ γεγραμμένον 直接引出异读文字 τινὸς οὐσίαν λέγει 作为引语成分,说明该异读与前述的 εἶναί τινα οὐσίαν 意思相同。
