- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:222.4-223.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在1000b28处提出的疑难,即由可毁灭事物产生的本原究竟是可毁灭的还是不可毁灭的,批评了早期哲学家通过将万物本原等同化来敷衍这一难题的做法,并对照总结了亚里士多德自身关于质料与形式的立场。
" Ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀρχαὶ ἀναιρεθήσονται. " Τὸ λεγόμενόν ἐστιν, εἰ τὰ φθαρτὰ ἐκ φθαρτῶν ἀρχῶν γίνεται, πῶς ἂν ἔτι γίνοιτο ταῦτα τῶν ἀρχῶν φθαρεισῶν; φθαρεισῶν γὰρ τῶν ἀρχῶν οὐκέτι ἂν δυνατὸν εἴη γίνεσθαι τὰ ἐκ τῶν ἀρχῶν. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· πῶς γὰρ ἔσται τὰ φθαρτὰ φθειρόμενα καὶ γιγνόμενα, εἰ μὴ εἶεν αὐτῶν ἀρχαί; [ὃ ἐδείχθη ἀκολουθῆσαι, εἰ φθαρταὶ εἶεν αἱ ἀρχαί.] τὰ γὰρ γιγνόμενα καὶ φθειρόμενα καὶ γίγνεται καὶ φθείρεται τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφ’ ὧν γίγνεται καὶ εἰς ἃς φθείρεται·1 τὸ γὰρ εἰς ἐκεῖνα ἀναλύεσθαι ἡ φθορά· πῶς οὖν φθείροιντο μὴ ὄντων τῶν εἰς ἃ φθειρόμενα διαλυθήσεται; εἰ δέ τις λέγοι τῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἀφθάρτους τὰς ἀρχὰς εἶναι, πάλιν ἀπορεῖ πῶς καὶ διὰ τί ἐκ μὲν τῶνδε τῶν ἀρχῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν ἄφθαρτα, ἐκ δὲ τῶνδε καὶ αὐτῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν φθαρτά; τοῦτο γάρ, φησίν, οὐκ εὔλογον, ἀλλ’ ἢ ἀδύνατον παντελῶς ἢ πολλοῦ δεῖται λόγου εἰς τὸ δεῖξαι τοῦτο εὔλογον· σχεδὸν γὰρ ἡ αὐτὴ τῇ πρόσθεν ἀπορίᾳ μένει. πρὸς τούτοις δέ φησι μηδὲ τὴν ἀρχὴν εἰρηκέναι τινὰ ἄλλας ἀρχὰς τῶν φθαρτῶν καὶ ἄλλας τῶν ἀφθάρτων εἶναι· τὰς γὰρ αὐτὰς πάντες ὑποτίθενται εἶναι τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων. ὑποθέμενοι δὲ τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίγνεται, παραπέμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀποτρώγουσιν,2 ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκε τοῦ ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι, οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διὰ τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται,3 ὡς εἶπε περὶ Ἡσιόδου καὶ τῶν ἀρχαίων θεολόγων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποθέμενοι. κατὰ μέντοι αὐτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πᾶσαι αἱ ἀρχαὶ ἀίδιοι (τὸ γὰρ εἶδος οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθὴς ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή.
“此外,如果本原被取消,可毁灭的事物又将如何存在?” 这话的意思是:如果可毁灭的事物产生于可毁灭的本原,那么一旦本原毁灭了,这些事物又怎能还会产生?因为在本原毁灭之后,由本原产生的事物便不可能再产生了。而且所说的意思也大概如此:如果可毁灭的事物没有本原,它们又如何能够作为毁灭着与生成着的事物而存在呢?[正如已经表明的,如果本原是可毁灭的,便会得出这一结论。]因为生成和毁灭的事物之所以既生成又毁灭,正是由于拥有由之生成、受其作用而生成、以及消解进入其中的诸本原;因为消解进入那些事物之中就是毁灭。那么,如果它们在毁灭时将要消解进入的那些事物并不存在,它们又怎能毁灭呢?另一方面,如果有人说不可毁灭的事物与可毁灭的事物的本原都是不可毁灭的,那么他又提出了疑难:究竟如何以及何以从这些本原(它们是不可毁灭的)产生的事物是不可毁灭的,而从另一些本原(它们自身同样是不可毁灭的)产生的事物却是可毁灭的?他说,因为这是不合情理的,要么全然不可能,要么需要大量的论证才能证明这是合乎情理的;因为几乎仍然残留着与此前相同的疑难。除这些之外,他说根本没有任何人主张过可毁灭事物的本原与不可毁灭事物的本原是互不相同的;因为所有人都假设可毁灭事物与不可毁灭事物的本原是同一的。然而,在假定了最初所疑难的问题——即由相同的本原如何生成某些可毁灭而另一些不可毁灭的事物——之后,他们便将其草草带过并陷入困顿;因为“咬啮”指的正是这个意思,正如从他随后附加的“犹如将此视作某件小事一般”也可以看得很清楚。因为他们将万物具有相同本原假定为某种微不足道且不包含疑难之事,从而对这一疑难未加理会。抑或,他说“咬啮”是用来替代:他们试图借助于某些在他们看来似乎可信的说法来加以搪塞,正如他谈及赫西俄德和古代神学家时所说的,以及谈及恩培多克勒时所说的那样——恩培多克勒在由相同事物产生万物的同时,将其中一个立为生成的原因,另一个立为毁灭的原因,仿佛假定这并非什么重大且难以解决的问题。然而根据他[亚里士多德]自己的看法,永恒事物的本原与可毁灭事物的本原并非同一,而且在可毁灭事物中诸本原也并不全都是永恒的(因为形式不是永恒的),至于质料虽然是永恒的,但并非不具感受性,而是可受作用且可变化的。
- 3.51τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφ’ ὧν γίγνεται καὶ εἰς ἃς φθείρεται
带冠词的不定词与格 τῷ ἔχειν 对前文的 γίγνεται καὶ φθείρεται 起原因/理由修饰作用。介词关系从句 ἐξ ὧν(质料因)、ὑφ’ ὧν(动力因)和 εἰς ἃς(消解进入的元素)并列修饰 ἀρχάς,规定了多重因果关系。
- 3.51παραπεμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀποτρώγουσιν
中动态动词 παραπέμπονται 意为对难题“推到一旁、敷衍过去”而非正面应对。注疏者用 παραπέμπονται καὶ ἀποροῦσι(敷衍过去同时自身亦感困顿)这一组合来解释并转述亚里士多德的原词 ἀποτρώγουσιν(啃咬、草率打发)。
- 3.51ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διὰ τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται
连词 ἤ 引入了对 ἀποτρώγουσιν 的第二种解释。句子的核心结构是 εἴρηκεν ἀντὶ τοῦ [πειρῶνται...],通过 ἀντὶ τοῦ 引出整个命题概念,表示“他说这句话是代替了‘他们试图借由……来敷衍塞责’”。
