← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§221.2-222.3

爱的毁灭性与可灭事物自身本原的疑难

在梳理恩培多克勒学说中爱与斗争的对等性以及神之缺乏理智等疑难后,亚历山大总结了对万物本原同一说的批评,进而转向下一个疑难:可毁灭事物的本原自身究竟是可毁灭的还是不可毁灭的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50#2

ὅτι δὲ ἡ φιλία φθείρει καὶ ὡς, παρέθετο· συνάγουσα γὰρ πάντα εἰς τὸ ἓν δῆλον ὅτι φθείρει ταῦτα ἃ πρὸ τῆς συνόδου ταύτης ἦν. εἰ δὲ μηδὲν μᾶλλον τὸ νεῖκος τῆς φιλίας φθορᾶς αἴτιον, καὶ κατὰ τοῦτο ἂν εὔλογον εἴη ἀφρονέστερον εἶναι τῶν ἄλλων τὸν θεὸν κατ’ Ἐμπεδοκλέα· οὐδὲ γὰρ κακία τις ἐξαίρετος κατ’ αὐτόν ἐστιν ἐν τῷ νείκει, ὥστ’ εὐλόγως αὐτὸ τὸν θεὸν μὴ νοεῖν μόνον· οὐ γὰρ διὰ τοῦτο αὐτὸ σύνθεσίς τις ἐστέρηται αὐτοῦ, ὡς εἰ καὶ τὴν φιλίαν ἢ καὶ ἄλλο τι ὑπέθετο μὴ εἶναι ἐν αὐτῷ· οὐχ ὡς εὔλογον γὰρ μὴ νοεῖν αὐτὸν τὸ νεῖκος οὐ νοήσει, ἀλλ’ ὡς μὴ δυνάμενος τῷ μὴ εἶναι ἐξ αὐτοῦ. αἰτιᾶται δὲ αὐτὸν καὶ ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων·1 οὐ γὰρ ἱκανὸν τὸ εἰπεῖν, οὕτως πέφυκε καὶ ὅτι οὕτως ἀνάγκη· δύναται γάρ τις τοῦτο ἐπὶ πάντων τῶν γινομένων καὶ ὄντων λέγειν, ἀλλ’ οὐκ ἔστιν αἰτίας ἀπόδοσις τὸ πεφυκέναι οὕτως εἰπεῖν. εἰπὼν δὲ ταῦτα πρὸς αὐτόν, φησὶ μόνον αὐτὸν μέχρι γε τοσούτου ὁμολογούμενον εἰρηκέναι, τὸ τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ εἶναι πάντα ὁμοίως, ἀλλὰ μὴ τὰ μὲν τὰ δ’ οὔ· ὃ δοκεῖ τὴν ἀνομολογίαν ἔχειν, πῶς ἐκ τῶν αὐτῶν τὰ μὲν ἔστιν ἄφθαρτα τὰ δὲ φθαρτά, καθ’ οὓς πάντα ἐστὶν ἐκ τῶν αὐτῶν. Ἀπορήσας δὲ πρὸς τοὺς πάντων τῶν ὄντων τὰς αὐτὰς ἀρχὰς ὑποθεμένους ἐφεξῆς ἀπορεῖ πρὸς τοὺς ἄλλας μὲν ἀρχὰς τῶν ἀφθάρτων ἄλλας δὲ τῶν φθαρτῶν ὑποτιθεμένους. πρῶτον μὲν οὖν ἀπορίαν ταύτην ἀπορεῖ, πότερον τῶν φθαρτῶν καὶ αἱ ἀρχαὶ φθαρταὶ ἢ ἄφθαρτοι. εἰ μὲν οὖν φθαρταί, δῆλον ὡς ἔσονται ἐξ ἐκείνων εἰς ἃ φθείρονται. οὐ γὰρ δὴ εἰς τὸ μὴ ὂν φθείρονται· εἰς ἃ γὰρ φθείρεταί τι ἕκαστον, ἐκ τούτων καὶ συνέστηκεν· ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί. ἀλλ’ εἰ τοῦτο, οὐκ αὐταὶ ἀρχαὶ ἀλλ’ ἐκεῖναι ἐξ ὧν αὗται. ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς εἶναι· οὐ γὰρ γίγνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵστανται ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵστανται, ἐκεῖναί τε ἂν εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵσταται ἡ φθορά, καὶ ἔτι ἀΐδιοι ἂν εἶεν, ὡς δέδεικται, ἢ ἐκ τοῦ μὴ ὄντος ἂν ἡ γένεσις εἴη, εἰ εἰς τὸ μὴ ὂν ἵσταται ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προΐοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. πρὸς δὲ τούτῳ οὐδὲ τὴν ἀρχὴν ἀρχή τις ἔσται· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἢ τὸ ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας εἶναι προτέρας ἀκολουθεῖ τῷ καὶ εἰ ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον· ἑκατέρῳ γὰρ αὐτῶν ἕπεται τὸ τῶν ἀρχῶν ἀρχὰς εἶναι. μεθ’ ὃ λέγοι ἂν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν.2

至于爱导致毁灭以及如何导致毁灭,他已经作了引述;因为爱将万物聚合为一,显而易见便毁灭了在这场聚合之前存在的事物。而如果斗争同样不比爱更少作为毁灭的原因,那么根据恩培多克勒的学说,神比其他事物更为缺乏理智在这一点上也就是合乎情理的了;因为在他看来,斗争之中并不具有某种特别的恶,以至于神唯独不去思想它是合乎情理的。因为神自身的某种组合缺乏斗争,并非由于斗争本身为恶,正如他假设爱或其他某种东西不在其中一样;神之所以不思想斗争,并不是因为不思想它是合乎情理的,而是因为神不由斗争构成从而无法思想它。亚里士多德还指责他未曾说明究竟何以有时爱统治着神,而有时斗争统治着万物全体;因为单单说“生来如此”以及“如此乃是必然”是不足够的。因为人们可以对一切生成和存在的事物都这样说,但说“生来如此”并不是提出原因。在针对恩培多克勒说了这些话之后,他说唯独恩培多克勒至少在此限度内是前后一贯的:即由相同本原构成的事物全都是同样可毁灭的,而不是某些如此而另一些不如此——而这在主张万物皆出于相同事物的人那里,似乎包含着矛盾:即由相同事物构成的,何以某些不可毁灭而另一些却可毁灭。在对那些假设一切现存事物具有相同本原的人提出疑难之后,他接着对那些假设不可毁灭的事物与可毁灭的事物具有不同本原的人提出疑难。首先,他提出了这个疑难:可毁灭事物的本原究竟本身也是可毁灭的,还是不可毁灭的?如果它们是可毁灭的,显然它们将来自于它们所消解进入的那些事物。因为它们绝不会消解进入非存在;因为每一事物消解进入什么,它也就是由什么构成的;从而本原之上还将有本原。但若是这样,它们自身就不是本原,而它们由之产生的那些事物才是本原。然而本原之上还有本原是不可能的;因为无论它们停止于某处还是走向无限,本原都不会由本原产生。因为如果它们停止,那么毁灭所停于其上的那些事物就将是所假定的本原的本原,而且正如已经证明的,它们将是永恒的,或者如果毁灭停于非存在,那么生成就会来自于非存在;而如果它们走向无限,那么可毁灭本原所消解进入的那个事物就将永远是它的本原。不仅如此,甚至根本就不会有任何本原存在;因为这在上一卷中已经证明过了。抑或,“从而结果导致在诸本原之前还有其他先在的本原”这一语从属于“无论是停止还是走向无限”;因为对于这二者中的每一方而言,都会得出存在本原的本原。在这之后他说的才是“然而这是不可能的”,而这句话被置于中间,使得行文变得较为晦涩了。

语法注2 条
  1. 3.50ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων

    接在 αἰτιᾶται αὐτὸν 之后的 ὡς 引导属格绝对结构(λέγοντος)以表示指责的缘由。紧随其后的属格不定式结构 τοῦ ... ἐπικρατεῖν 中,宾格 τὴν φιλίαν 作不定式的主语,τὸν θεόν 作其宾语(“爱统治着神”);而在后半句对仗的 ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων 中,宾格 τὸ νεῖκος 为主语,属格 τῶν ὅλων 则作为动词 ἐπικρατεῖν 所要求的属格补足语(“斗争统治着全体”)。

  2. 3.50μεθ’ ὃ λέγοι ἂν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν

    此处解释了亚里士多德原文中的语序倒置(hyperbaton)。亚历山大指出,亚里士多德将驳斥性断语 τοῦτο δὲ ἀδύνατον 插入在两种假设的分支之间,导致文意晦涩;从逻辑结构上看,该断语应当被理解为紧接在两种分支共同导出的结论(“存在本原的本原”)之后。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:221.2-222.3