← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§220.1-221.2

恩培多克勒的斗争与神缺乏理智的难题

亚历山大紧扣亚里士多德在1000a27处的论证,阐释了恩培多克勒体系中“斗争”不仅作为毁灭因而且作为生成因发挥作用的矛盾。他进一步探讨了因斗争不在神之中而导致“神更缺乏理智”这一诘难及其引出的疑难,并总结了恩培多克勒在原因功能倒置上所表现出的前后不一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50#1

" Δόξειε δ’ ἂν οὐδὲν ἧττον καὶ τοῦτο γεννᾶν." Τουτέστι γεννητικὸν εἶναι καὶ ποιητικόν. τῷ δὲ ‘ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεός’ δεῖ προστιθέναι τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους.1 παραθέμενος δὲ τὰ ἔπη δι’ ὧν τὸ νεῖκος γενέσεως κατ’ αὐτὸν πάντων αἴτιον, “ὅσα τ’ ἦν ὅσα τ’ ἔστιν,” ὃ ὡς φθορᾶς ποιητικὸν ἐν ταῖς ἀρχαῖς ὑπέθετο, καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν2 ὅτι κατ’ αὐτὸν τὸ νεῖκός ἐστι γεννητικόν· εἰ γὰρ μὴ ἐν τοῖς οὖσι τὸ νεῖκος ἦν, ἓν ἄν, φησί, πάντα ἦν, καὶ οὐκ ἂν διεκρίνετο οὐδ’ ἐγίνετο· τοῦ γὰρ μὴ μένειν τὸ ἓν τοῖς οὖσι, τὸ τῆς φιλίας ἔργον, τὸ νεῖκος μιγνύμενον αἴτιον. ὅταν γὰρ συνίῃ πάντα καὶ ἓν γίγνηται, τότε τελευταῖον χωρίζεσθαί φησιν αὐτῶν τὸ νεῖκος ὡς αἴτιον τῆς τῶν διαφερόντων οὐσίας, ἐν τῷ τούτου χωρισμῷ ἑνοῦσθαι δυναμένων αὐτῶν. διὰ δὲ τοῦτο, φησί, καὶ ἐν μὲν τοῖς ἄλλοις πᾶσίν ἐστι τὸ νεῖκος κατ’ αὐτόν, ὥσπερ οὖν καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· οὕτω μὲν γὰρ εἶεν διακεκριμένα καὶ ἐπὶ τῆς οἰκείας φύσεως· μόνον δὲ οὐκ ἔστιν ἐν τῷ ἑνὶ τῷ θεῷ, ὥστε μόνῳ τούτῳ οὐκ ἔστι τὸ νεῖκος αἴτιον τοῦ εἶναι, τοῖς δὲ ἄλλοις πᾶσιν. εἰπὼν δὲ πῶς οὐχ ὁμολογούμενα ἀλλήλοις τὰ ὑπὸ Ἐμπεδοκλέους εἰρημένα, καὶ μνημονεύσας ὅτι κατ’ αὐτὸν μόνον οὐκ ἔστι τὸ νεῖκος ἐν τῷ θεῷ, διὸ οὐδὲ ποιητικὸν τούτου ἐστίν, αἰτιᾶται αὐτὸν ὡς κατὰ τοῦτο τῶν ἄλλων ἀφρονέστερον ποιοῦντα τὸν θεόν· τὰ μὲν γὰρ ἄλλα πάντα κατ’ Ἐμπεδοκλέα νοήσει τῷ πάσας μὲν τὰς ἀρχὰς ἔχειν ἐν αὑτοῖς, γίγνεσθαι δὲ τὴν νόησιν τῷ ὁμοίῳ τοῦ ὁμοίου, ὁ δὲ θεὸς τὰ μὲν ἄλλα νοήσει τῷ ἔχειν καὶ αὐτὸς τὰ τῶν ἄλλων ἐν αὑτῷ στοιχεῖα, μόνον δὲ τὸ νεῖκος οὐκ ἔσται νοῶν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔστιν ἐν αὐτῷ. ἀπορήσαι δ’ ἄν τις πῶς ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατ’ Ἐμπεδοκλέα,3 ἐπεὶ μὴ πάντα νοεῖ· οὕτω γὰρ καὶ κατ’ Ἀριστοτέλην αὐτὸν ἄφρων ἂν εἴη. ἀλλὰ καὶ λέγει που αὐτὸς ὅτι ἔνια ἄμεινον μὴ νοεῖν, ὥσπερ τὰ κακά. ἢ κατὰ τοῦτο κατ’ Ἐμπεδοκλέα ἀφρονέστερος, ὅτι μὴ πλεονεκτῶν τῶν ἄλλων· ἐκ γὰρ τῶν στοιχείων καὶ αὐτὸς παρὰ τὸ νεῖκος γινόμενος καὶ μηδὲν ἄλλο τιμιώτερον νοῶν ἢ ταῦτα ἐξ ὧν ἐστιν αὐτός τε καὶ τὰ ἄλλα, τῶν στοιχείων οὐ νοεῖ· ἀλλὰ τὰ μὲν πάντα τὰ στοιχεῖα νοεῖ, ὁ δὲ θεὸς μόνος ἐξ αὐτῶν οὐχ οἷός τέ ἐστι νοεῖν. ἔτι τὰ μὲν ὑλικὰ στοιχεῖα ἔσται πάντα νοῶν, οὐκέτι δὲ καὶ τὰ ποιητικὰ πάντα, ἃ τιμιώτερα τῶν ὑλικῶν. λέγει δὲ ἐν ἄλλοις ὅτι καὶ μόνον ἄφθαρτον τὸ νεῖκος κατ’ αὐτόν. ἔξωθεν δὲ τοῦτο ἀπορήσας πρὸς Ἐμπεδοκλέα, ἐπάνεισιν ἐπὶ τὸ τὴν ἀνομολογίαν αὐτοῦ δεικνύναι μὴ φυλάττοντος μήτε τὴν φιλίαν γενέσεως αἴτιον μήτε τὸ νεῖκος φθορᾶς, ἀλλὰ μηθὲν μᾶλλον θάτερον θατέρου αἴτιον ποιοῦντος, τὸ μὲν νεῖκος γενέσεως τὴν δὲ φιλίαν φθορᾶς.

“然而,这也可能同样显得是在产生。” 也就是说,是具有生成性的和作因性的。而在“因为一切皆出于一,而除了神以外其他事物皆出于此”这句话中,必须补充上“在斗争之下生成的事物”。在引证了表明斗争在他看来是万物生成之原因的诗句——“凡曾有过的与凡现存的” ——之后,他指出,即使没有这些诗句,斗争在他看来具有生成性也是显而易见的,尽管他最初在诸本原中是将斗争假定为毁灭的作因。他说,因为如果斗争不存在于事物之中,那么一切事物本都会是一,既不会分离也不会生成;因为一(即爱的产物)之所以不在现存事物中长存,其原因正是斗争的掺入。他说,因为每当一切事物聚拢并成为一体时,那时斗争最终便从它们之中分离出来,作为差异之物实存的原因,而它们则能够在这[斗争]的分离中合为一体。他说,正因如此,斗争在他看来也存在于所有其他事物之中,正如其他各个元素一样;因为唯有这样,它们才是被分离的且处于其固有的本性状态中。只有在一(即神)之中斗争不存在,从而唯独对于它而言,斗争不是其存在的原因,而对于所有其他事物则是。在说明了恩培多克勒所说的话如何互不自洽,并提及在他看来斗争唯独不存在于神之中,从而斗争也不是神的作因之后,他指责恩培多克勒在此点上使神比其他事物更为缺乏理智。因为按照恩培多克勒的观点,所有其他事物都将通过在其自身中拥有全部本原而进行思想(因为对同类的思想是凭借同类而产生的),而神虽然也通过自身拥有其他事物的元素而思想其他事物,但唯独不会思想斗争,因为斗争自始就不存在于神之中。然而有人或许会产生疑难:为什么他会说按照恩培多克勒的看法神变得更为缺乏理智,仅仅因为神没有思想一切?因为如果是这样,甚至按照亚里士多德本人的学说,神也会是缺乏理智的了。其实亚里士多德自己也在某处说过,不思想某些事物(比如邪恶之事)是更好的。抑或在恩培多克勒看来神更为缺乏理智,是因为神对其他事物不占任何优越地位?因为神自身也是由除斗争之外的诸元素生成的,并且所思想的并不比自身及其他事物由之构成的那些元素更高贵,却不能思想元素中的[某一个];相反,其他事物思想全部元素,而唯独神不能从它们之中思想。此外,神将思想全部质料元素,却不再思想全部作因元素,而作因元素本比质料元素更高贵。而且他在别处也说过,在他看来唯有斗争是不可毁灭的。在从外部对恩培多克勒提出这一疑难之后,他重新回到指明恩培多克勒的前后不一:他既未能把爱保持为生成的原因,也未能把斗争保持为毁灭的原因,而是毫不逊色地使二者互为其反面的原因——斗争成为生成的原因,而爱成为毁灭的原因。

语法注3 条
  1. 3.50τῷ δὲ ‘ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεός’ δεῖ προστιθέναι τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους

    句法骨架为非人称动词 δεῖ 支配不定式 προστιθέναι。与格短语 τῷ δὲ ‘ἐκ γὰρ τοῦ ἑνὸς...’ 表示被补充的对象(所引文句),而宾格短语 τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους 充当不定式的直接宾语(应行补充的文句)。

  2. 3.50παραθέμενος δὲ τὰ ἔπη... καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν

    全句以指代亚里士多德的阳性单数主格分词 παραθέμενος 开头,但主句转为非人称结构(καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν),构成了破格句(anacoluthon)。在意义上统摄为:“他[亚里士多德]在引证了这些诗句后指出,即便没有这些诗句也是显而易见的”。

  3. 3.50ἀπορήσαι δ’ ἄν τις πῶς ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατ’ Ἐμπεδοκλέα

    通过潜在希求法 ἄν + ἀπορήσαι 引入疑难。注疏家亚历山大针对亚里士多德自身的哲学神学(神不思想卑下之物)与此处的批评之间的表观矛盾提出反思,并在其后的 ἢ κατὰ τοῦτο... 中给出了自己的解答(即问题在于神相对于其他万物毫无优越性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:220.1-221.2