← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§218.18-219.37

可毁灭物与不可毁灭物的本原及对前人的批评

针对亚里士多德提出的“可毁灭之物与不可毁灭之物的本原是否相同”这一疑难(1000a5),亚历山大首先指出了赫西俄德等神学学者神话解释的不足,随后考察了诉诸论证的自然哲学家,尤其是指出了恩培多克勒设立爱与斗争却混淆二者作为生成与毁灭原因的不融贯之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.49

" Οὐθενὸς δ’ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον." Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι,1 εἴρηται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ πρὸ ταύτης κατ’ ἀρχὰς τοῦ βιβλίου ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν, ἔστι δὲ αὕτη. ζητεῖ πότερον αἱ αὐταὶ τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί. εἰ μὲν γὰρ αἱ αὐταί, τί τὸ αἴτιον τοῦ ἐκ τῶν αὐτῶν ἀρχῶν πάντων ὄντων τὰ μὲν αὐτῶν φθαρτὰ εἶναι τὰ δὲ ἄφθαρτα; ἔνθα Ἡσιόδου τε καὶ τῶν ἀρχαίων μνημονεύει θεολόγων, οἳ ἐκ τῶν αὐτῶν ἀρχῶν ὑποτιθέμενοι πάντα ἀϊδίων οὐσῶν καὶ ἀφθάρτων τὸ αὐτοῖς δόξαν πιθανὸν εἶναι τοῦ τὰ μὲν ἄφθαρτα τὰ δὲ φθαρτὰ εἶναι ἔφασαν μόνον, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι τε καὶ πεῖσαι ὠλιγώρησαν· ὑποθέμενοι γὰρ τὰς ἀρχὰς ἀϊδίους τε καὶ θείας εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, τὰ μὲν γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρός φασι θεοὺς γενέσθαι, ὅσα δὲ μὴ ἐγεύσατο, ταῦτα φθαρτά, πρῶτον μὲν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ νάματα αὐτοῖς ἴσως γνώριμα λέγοντες· οὐ γὰρ δὴ ἡμῖν ἢ τῶν ἄλλων τινί. δεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προσφορᾶς τούτων ἁπλῶς εἶπον καὶ οὐδαμῶς γνωρίμως· τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἃ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν αὐτοῖς εἰς τὸ εἶναι συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία, ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων αὐτοῖς γεῦσις συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς, τὰ δὲ τρεφόμενα καὶ μὴ ἂν ὄντα εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀΐδια εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων ἐπιμνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται (τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρουομένων τἀληθές), ἐπὶ δὲ τοὺς μετ’ ἀποδείξεως δοκοῦντας λέγειν περὶ τούτων μέτεισι, καί φησι δεῖν παρὰ τούτων ἐξετάζειν τὴν αἰτίαν τοῦ πάντων ἐκ τῶν αὐτῶν ἀρχῶν καὶ στοιχείων γεγονότων, τὰ μέν τινα τῶν ἐξ ἐκείνων ἀΐδιά τε εἶναι καὶ ἄφθαρτα τὰ δὲ φθαρτά. εἰ γάρ, φησί, μήτε αἰτίαν τινὰ λέγουσι τούτου, μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, δῆλον ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα,2 ὃς δοκεῖ μάλιστα τῶν ἄλλων φυσιολόγων ὁμολογούμενα λέγειν· ἄλλο μὲν γὰρ στοιχεῖον γενέσεώς τε καὶ τοῦ εἶναι αἴτιον εἰσάγει, τοιοῦτον γὰρ ἡ φιλία αὐτῷ, ἄλλο δὲ φθορᾶς, τὸ γὰρ νεῖκος τοιοῦτον· οὐ μὴν ἀλλὰ φαίνεται καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν καὶ φιλία φθορᾶς. καὶ δείκνυσί γε πῶς μὲν δοκεῖ λέγειν ὁμολογούμενα, πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν. τίθησι μὲν γὰρ ἐν ταῖς ἀρχαῖς Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος, ὃ ἔστιν αἴτιον αὐτῷ τῆς φθορᾶς· διὸ πάντα κατ’ αὐτὸν τὰ γινόμενα φθείρεται, καὶ οὐ τὰ μὲν τὰ δ’ οὔ. τοῦτο γὰρ ὁμολογούμενον δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ τὸ πάντα τὰ γινόμενα ἐκ τῶν αὐτῶν ἀρχῶν ὄντα ὁμοίως καὶ φθείρεσθαι πάντα, ἀλλ’ οὐ τὰ μὲν φθείρεσθαι τὰ δὲ μένειν ἀΐδια. μόνα δὲ ἄφθαρτα τὰ στοιχεῖα ὑποτίθεται, ταῦτα δέ ἐστι τὰ ὃ σώματα3 καὶ τὸ νεῖκος καὶ ἡ φιλία. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἰτίαν τινὰ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν αὑτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν. ἢ δὲ λέγει4 καὶ τὸ νεῖκος αὐτὸ τοῦτο γεννᾶν, τουτέστι γενέσεως αἴτιον οὐ φθορᾶς γίγνεσθαι μόνον, ὥσπερ οὖν καὶ τὴν φιλίαν φθορᾶς, οὐ γὰρ γενέσεως (ἐκ γὰρ τοῦ ἑνός, ὃν θεὸν ἐκεῖνος καὶ σφαῖρον λέγει, τοῦ ὑπὸ τῆς φιλίας γενομένου, πάντα τὰ ὄντα ὑπὸ τοῦ νείκους κατ’ αὐτὸν γίνεται πλὴν τοῦ θεοῦ, λέγων τοῦ σφαίρου, ὃν καὶ ἓν λέγει, ὡς δι’ ὧν παρέθετο ἐπῶν δηλοῦται), ταύτῃ δ’ οὐκέθ’ ὁμολογούμενα λέγοι ἂν αὑτῷ· οὐ γὰρ ἂν ἔτι τηροῖ τὸ ἄλλο μὲν εἶναι τῆς φθορᾶς, γενέσεως δὲ ἄλλο αἴτιον εἶναι, δι’ ὃ ἐδόκει ἡ δόξα αὐτοῦ τὸ εὔλογον ἕξειν.

“无论是对于现在的人还是对于以前的人,一个绝不逊色的疑难都被忽略了。” 他指出,这个亟须得到解决的疑难被所有在他之前的人所忽略;正如在本篇开头提出诸疑难时排在它前面的那些疑难一样,它也已经被论及,并且具体如下。他探讨可毁灭之物与不可毁灭之物的本原是否相同。因为如果相同,那么在万物皆出于相同本原的情况下,其中的一些是可毁灭的而另一些是不可毁灭的,其原因究竟是什么?在此他提到了赫西俄德和古代的神学学者,他们在假定万物皆出于相同的、永恒且不朽的诸本原时,仅仅讲出了关于一些事物不可毁灭而另一些事物可毁灭在他们看来似乎合理的话,却漠视了我们以及教导并说服我们的任务。因为他们假定诸本原是永恒且神圣的,一切存在之物皆源自它们并由此生成,于是宣称那些尝过了仙馔和仙酒的事物成了神,而凡未尝过的则是可毁灭的;首先,他们所说的作为使人成神之饮的仙馔和仙酒,或许对于他们自身是熟知的,但对于我们或任何其他人则绝非熟知。其次,关于这些饮品的摄取本身,他们也只是轻描淡写地提及,而绝非以可理解的方式说明:因为他们究竟为了何故而去品尝这些带给他们不朽的原因之物?因为如果他们是为了快乐而品尝它们,那么仙酒和仙馔就对他们的存在毫无补益,从而他们并不是因为品尝而获得了不朽;但如果品尝这些东西对他们的存在有所补益,显然这些就是他们的营养,而对于受到滋养的、若不得滋养便不会存在的事物,又怎能说它们是永恒的呢?在对赫西俄德和其他神学学者提及了这么多之后,一方面,他放弃了认真探究这些人的意见,因为这些人讲述神话,并通过神话来推导并构建虚妄之说(因为以神话的方式玩弄智巧,就等于通过神话来歪曲真理);另一方面,他转向了那些看似带着论证来探讨这些问题的人,并说必须从这些人那里考察其原因:为何在万物皆由相同的本原与元素生成的情况下,出于它们的事物中有些是永恒且不可毁灭的,而另一些则是可毁灭的。他说,因为如果他们既说不出这方面的原因,其见解在其他方面也没有任何合理之处,那么显而易见,万物的本原绝不可能相同。他说,甚至恩培多克勒[也没能摆脱这一疑难],尽管在其他自然哲学家中他看似说话最为一致无矛盾:因为他引入了一个元素作为生成和存在的原因(因为在他看来爱就是如此),而引入了另一个元素作为毁灭的原因(因为斗争就是如此);然而,在许多事物中,斗争在他看来也显现为生成的原因,而爱显现为毁灭的原因。并且他确实指出了,他在何种意义上看似说话前后一致,而在何种意义上并没有逃脱这一疑难。因为恩培多克勒在诸本原中也设立了斗争,这在他看来是毁灭的原因;因此按照他的看法,一切生成之物都会毁灭,而不是某些毁灭而某些不毁灭。因为这一点似乎是由他前后一致地说出的:所有由相同本原生成的事物同样全都毁灭,而不是某些毁灭而某些保持永恒。他仅仅假定各元素是不可毁灭的,而这些就是四种物体以及斗争与爱。在这一方面,他似乎为可毁灭之物的毁灭留下了一定的原因,并且通过将生成的原因与毁灭的原因分别归于不同者,看似说话能自圆其说。但是,就他说这个斗争自身也有所产生,即不仅成为毁灭的原因,而且成为生成的原因而言,正如爱也成为毁灭的原因而非生成的原因一样(因为从那经由爱而产生、被他称为神与球体的一之中,除了神之外,一切存在之物在他看来都是在斗争之下生成的;他所说的神即是指他也称为一的球体,正如通过他所引证的诗句表明的那样),在这一方面他就无法再自圆其说了;因为他将不再能够坚持毁灭的原因是一回事而生成的原因是另一回事,而这本是他的见解看似具有合理性的依据。

语法注4 条
  1. 3.49Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι

    先行词 ἀπορία 与关系代词 ἥν 一起被引入了关系从句内部(先行词的内引)。在句子结构上,ἣν ἀπορίαν ἀναγκαίαν οὖσαν κατευθυνθῆναι 作为不定式 παραλελεῖφθαι 的宾格主语,整体作主句动词 φησί 的宾语(“他指出这个亟须解决的疑难……”)。

  2. 3.49φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα

    主动词 φησί 所支配的“宾格加不定式”结构中省略了不定式;根据下文的语境(πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν),可补出如 ἐκφεύγειν τὴν ἀπορίαν(摆脱了疑难)之类的不定式,构成“他说甚至恩培多克勒[也没能免于这一疑难]”之意。

  3. 3.49τὰ ὃ σώματα

    写本中的文字 τὰ ὃ σώματα 源自对希腊数字符号 δ'(四)的抄误。结合恩培多克勒的语境,它指的是“四种物体”(四大元素:火、气、水、土),故据此解作“四种物体”。

  4. 3.49ᾗ δὲ λέγει

    文本中的 ἢ δὲ λέγει 实为关系副词 ᾗ(“在……方面/既然……”),与前文的 ταύτῃ μὲν δοκεῖ ... 形成对照,并与后文的主句 ταύτῃ δ’ οὐκέθ’ ὁμολογούμενα λέγοι ἄν 构成对应(“但就他谈及……而言,在这一方面他就无法再自圆其说了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:218.18-219.37