← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§20.4-21.36

作为第一原因的形式与追问归结于定义

针对亚里士多德将实体与本性(形式因)列为第一原因,亚历山大根据对“为什么”的追问最终归结为事物的定义这一事实对此进行了论证,并阐明了说明中的“最终者”与自然中的“第一者”之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Ὧν μίαν μὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι." Λέγει μὲν τὴν κατὰ τὸ εἶδος οὐσίαν, εἰκότως δὲ εἶπεν οὐσίαν ἑκάστου τὸ εἶδος· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. διὰ γὰρ τοῦτο καὶ οἱ ὁρισμοὶ κατὰ τοῦτο γίνονται τῶν ὁριστῶν· τί ἦν εἶναι γὰρ τὸν ὁρισμὸν καὶ τὸν λόγον λέγει. ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον, τουτέστι τὸν ὁρισμόν· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία· εἰς γὰρ τοῦτόν φησιν ἔσχατον ἀνάγεσθαι τὸ διὰ τί. ἔσχατον δέ, ὅτι κατὰ τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ οὐκέτι τὸ διὰ τί ἐξετάζομεν, ὡς μεμαθηκότες δηλονότι τὸ τοιοῦτον αἴτιον, περὶ οὗ ἡ ζήτησις ἡμῖν. διὰ τί γὰρ τὸ πῦρ θερμαίνει ζητοῦντες, ὅταν μάθωμεν ὅτι τὸ εἶναι αὐτῷ πυρὶ τὸ πρώτως εἶναι θερμῷ καὶ θερμαντικῷ ἐστιν,1 οὐκέτι ζητοῦμεν διὰ τί θερμαίνει, ὡς μεμαθηκότες ὃ ἐπιζητοῦμεν. πάλιν διὰ τί ἡ χιὼν διακριτικὴ ὄψεώς ἐστιν ὅταν ζητῇ τις, ἂν μὲν ἀκούσῃ ὅτι λευκή, οὐδέπω πέπαυται τοῦ τὸ διὰ τί πολυπραγμονεῖν· ἔτι γὰρ ἀπαιτεῖ διὰ τί δὲ τὸ λευκὸν διακρίνει τὴν ὄψιν, ὁ δὲ μετὰ τὴν ἀπόδοσίν τινος ἔτι τὸ διὰ τί ζητῶν οὐδέπω τὴν αἰτίαν ἀκήκοεν. ὅταν δὲ μάθῃ ὅτι τοῦτ’ ἔστι τὸ εἶναι αὐτῷ λευκῷ (ἔστι γὰρ λόγος καὶ ὁρισμὸς λευκοῦ τὸ διακριτικὸν ὄψεως), οὐκέτι τὴν τοῦ διακρίνειν τὴν ὄψιν τὸ λευκὸν αἰτίαν ζητεῖ· οὐ γάρ ἐστι μετὰ τὴν τοιαύτην ἀπόδοσιν ἔτι ὑπολειπομένη τοῦ διὰ τί οὕτως ζήτησις. εἰκότως ἄρα μίαν εἶπεν εἶναι αἰτίαν τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι ἑκάστου. τοῦ δὲ αἰτίαν εἶναι ταύτην δεικτικὸν παρέθετο τὸ ὅτι ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον· ἔσχατον δὲ εἶπεν· εἶεν γὰρ ἄν τινες καὶ ἄλλαι ἀποκρίσεις πρὸς τὴν τοῦ διὰ τί ἀπαίτησιν οὐδέπω τὸν λόγον καὶ τὸν ὁρισμὸν ἔχουσαι· διὸ οὐδέπω αἱ τοιαῦται ἀποδόσεις τῆς αἰτίας τῆς κατὰ τὸ εἶδός εἰσι διδασκαλικαί, οὐδὲ ὁ ζητῶν τὸ διὰ τί τῆς ζητήσεως ἤδη παύεται. οὐ γὰρ οἷόν τε ζητουμένου ἔτι τοῦ διὰ τί λέγειν ἀποδεδόσθαι τὴν αἰτίαν· ἡ γὰρ τοῦ διὰ τί ζήτησις αἰτίας ζήτησίς ἐστιν. ὃ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τὸ διὰ τί ζητήσεως, τοῦτο αἴτιον·2 παυόμεθα δὲ τὸν ὁρισμὸν καὶ τὸ εἶδος ἀκούσαντες τῆς διὰ τί ζητήσεως· αἴτιον ἄρα καὶ τοῦτο. εἰπὼν δὲ ἐπὶ ἔσχατον τὸν ὁρισμὸν τὸ διὰ τί ἀνάγεσθαι, πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον διὰ τοῦ ἑξῆς ἐδήλωσε· τὸ γὰρ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει καὶ αἴτιον· διὸ ἐπήνεγκεν αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον.3 τὸ μὲν γὰρ ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον κυρίως αἴτιον· τὸ δὲ οὕτως αἴτιον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων· τὸ ἄρα ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων ἐστίν. ᾧ εἰ προσληφθείη τὸ ὁ δὲ ὁρισμὸς ἔσχατον ἐν τῇ τοῦ διὰ τί ἀποδόσει, συνάγοιτο ἂν τὸ τὸν ὁρισμὸν πρῶτον αἴτιον εἶναι τῶν κατὰ τὸ εἶδος αἰτίων. τὸ τί ἦν εἶναι ἄρα καὶ ὁ ὁρισμὸς πρῶτον αἴτιον, τουτέστι τὸ εἶδος· κατὰ γὰρ τὸ εἶδος ἑκάστου τὸ τί ἦν εἶναι. ἢ τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον ὡς ἴσον εἴρηκε τῷ αἴτιον δὲ καὶ ἀρχὴ καὶ πρῶτον τὸ διὰ τί, τουτέστιν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπεὶ τὸ ἔσχατον ἀποδιδόμενον ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει πρῶτόν ἐστιν αἴτιον. ἢ τῶν πρὸ αὐτοῦ ἀποδοθέντων εἶπεν αἴτιον καὶ ἀρχὴν εἶναι τῶν ἐν τῇ τοῦ διὰ τί ἀποδόσει· τοῦτο γάρ ἐστι τὸ ἔσχατον ἀποδιδόμενον· τὸ γὰρ ἐν τῇ τοῦ διὰ τί ἀποδόσει ἔσχατον πρῶτόν ἐστιν αἴτιον καὶ ἀρχή. οὐκ εἶπε δὲ ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει, ἀλλὰ καὶ χωρὶς τοῦ τοῦτο εἰπεῖν τὸ ἑπόμενον αὐτοῦ εἰπών, τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον, ἀσαφῆ τὴν λέξιν ἐποίησε. διὰ γὰρ τοῦτο τὸ διὰ τί πρῶτον, ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει τοῦ διὰ τί τὸ πρῶτον τῇ φύσει [ἐν τῇ τοῦ διὰ τί ἀποδόσει] αἴτιόν τε καὶ ἀρχή. ὅτι δὲ ἡ τοῦ διὰ τί ἀπόδοσις ἡ ὑστάτη πρώτης αἰτίας ἐστὶ δηλωτική, πρόδηλον ἐκ τοῦ ἀρχῆς ἀπαίτησιν εἶναι τὸ διὰ τί· μεθ’ ἣν δὲ ἀπόδοσιν οὐκ ἐπιζητεῖται τὸ διὰ τί, τοῦτ’ ἂν εἴη ἡ κυρίως ἀρχή, ἡ δὲ ἀρχὴ πρῶτον.

“其中之一是实体和本性。” 他指的是循乎形式的实体,而他合乎情理地将形式称为每一事物的实体;因为循乎形式,每一事物才具有作为它所是的那种东西的存在。也正因如此,可被定义者的定义也是循乎形式而形成的;因为他所说的“本性”就是指定义和说明。因为“为什么”被归约到最终的说明,即定义;而这就是循乎形式的原因;因为他说“为什么”被归约到这作为最终者之物。之所以说是“最终的”,是因为在给出定义之后,我们便不再探究“为什么”,显然是因为我们已经知道了构成我们探求对象的这般原因。因为,当我们探究火为什么发热时,一旦我们了解到对火而言存在就在于原初地作为热的和使发热者而存在,我们便不再探究它为什么发热,犹如已经知晓了我们所寻求的事物。同样,当有人探究雪为什么能离析视线时,如果他听到回答说因为雪是白色的,他依然没有停止追究“为什么”;因为他还会进一步要求说明为什么白色会离析视线,而在给出某种说明之后仍旧探究“为什么”的人,还没有听到真正的原因。但是,当他了解到这正是对白色而言的存在时(因为视线的离析者就是白色的说明和定义),他便不再寻求白色离析视线的原因;因为在给出了这样的说明之后,如此这般的对“为什么”的探求就不复存在了。因此,他合乎情理地说,每一事物的实体与本性是[诸原因中]的一种。为了证明这是原因,他引出了“因为‘为什么’被归约到最终的说明”这一事实;他说“最终的”,是因为对于“为什么”的追问还可以有某些其他回答,但它们尚未包含说明与定义;因此,这类给出说明的方式尚未对循乎形式的原因具有教导作用,探求“为什么”的人也并未就此停止探究。因为在“为什么”仍在被探究时,不可能说原因已经被给出了;因为对“为什么”的探求就是对原因的探求。所以,我们在对“为什么”的探求中,听闻之后就使我们停止关于这方面的“为什么”之探求者,这便是原因;而我们在听闻了定义与形式之后就停止了对“为什么”的探求;因此这也是原因。在说过“为什么”被归约到作为最终者的定义之后,他通过接下来的话表明了这最终者如何是第一的和原因;因为在给出说明中被称为最终者的,在自然上是第一的和原因;因此他紧接着说:“而第一位的‘为什么’是原因和原理。”因为在对“为什么”的追问中作为最终者给出的,在严格意义上是原因;而以这种方式作为原因的,是此类原因之中的第一原因;因此,在对“为什么”的追问中作为最终者给出的,是此类原因之中的第一原因。如果在此补充上前提“定义是‘为什么’的给出说明中的最终者”,便可得出“定义是循乎形式的原因中的第一原因”。因此,本性与定义是第一原因,即形式是第一原因;因为每一事物的本性是循乎形式的。或者,他说“而第一位的‘为什么’是原因和原理”,等同于说“‘为什么’——即实体与本性——是原因、原理和第一位的”,既然在对“为什么”的追问中作为最终者给出的乃是第一原因。或者,他是说它是那些在“为什么”的说明中于它之前被给出的各项的原因和原理;因为这正是作为最终者被给出的;因为在“为什么”的说明中的最终者就是第一原因和原理。但他并未直说在说明中的最终者在自然上是第一的,而是甚至没有说出这一点,就说出了随之而来的结论“而第一位的‘为什么’是原因和原理”,从而使得文句变得晦涩。因为“为什么”之所以是第一位的,正由于在对“为什么”的说明中的最终者在自然上是第一的原因和原理。而对“为什么”的最后说明指示了第一原因,这从“为什么”乃是对原理的要求这一事实中显而易见;在给出说明之后不再被追问“为什么”的事物,就是严格意义上的原理,而原理就是第一者。

语法注3 条
  1. 1.15τὸ εἶναι αὐτῷ πυρὶ τὸ πρώτως εἶναι θερμῷ καὶ θερμαντικῷ ἐστιν

    主语是带有冠词的不定词短语 τὸ εἶναι αὐτῷ πυρί(“对火而言的存在”,即火的本质),表语是 τὸ πρώτως εἶναι θερμῷ καὶ θερμαντικῷ(“原初地作为热的和使发热者而存在”)。与 εἶναι 连用的与格(αὐτῷ πυρί 与 θερμῷ καὶ θερμαντικῷ)构成本质表达句式。

  2. 1.15ὃ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τὸ διὰ τί ζητήσεως, τοῦτο αἴτιον

    这是一种倒装关系从句结构:关系代词 ὃ 既作为分词 ἀκούσαντες 的宾语,同时又是主句中指示代词 τοῦτο 的先行词。句子的骨架为:“[凡我们听闻其(ὃ)便停止探求者],这(τοῦτο)便是原因”。

  3. 1.15αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον

    引用亚里士多德的原句(983a28-29)。亚历山大在此针对 πρῶτον 的搭配和涵义提出了两种(或三种维度的)解读:(1)在说明中作为最终者(ἔσχατον)的原因,在自然上是第一位的(πρῶτον)原因;(2)“第一位的‘为什么’”是对“实体与本性”本身的同义表述,或者是指对于此前给出的诸项而言的第一原理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:20.4-21.36