← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§217.26-218.17

数量上为一之本原的反驳与音节比喻

亚历山大注解了亚里士多德针对本原在数量上为一之假设的辩证反驳,该反驳借助字母与音节的比喻表明复合存在者无法超出元素的数量,并补明了亚里士多德行文中省略的相应结句。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.48

" Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν." Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ’ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἄγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν ὡς ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατ’ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ὡς γὰρ κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν ἄπειροι, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι1 κατ’ εἶδος ὄντα ταὐτά, γίγνονται, οὕτως, εἰ μὴ εἴη κατ’ ἀριθμὸν τὰ ἐξ αὐτῶν τούτων συντιθεμένων γενέσθαι μίαν, οὐδὲ ἔσται λαβεῖν πλείους συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστι τῷ ἀριθμῷ τὸ β, πλὴν τῆς βα· ὅλως γὰρ οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρχει, εἰ ἓν ὂν ἔστιν, ἢ ἐν τῇ βα συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ’ ἀριθμὸν τὰ στοιχεῖα (οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτω καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τί τὸ ἀριθμῷ ἕν ἐστιν, ὅτι τὸ καθ’ ἕκαστον, καὶ τί τὸ καθόλου ἐστίν, ὅτι τὸ ἐπὶ τοῖς καθ’ ἕκαστον κοινὸν λαμβανόμενον, τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων2 καὶ τοῦ ἀριθμοῦ τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ’ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστι μία τῷ ἀριθμῷ γῆ καὶ ἕκαστον τῶν τεσσάρων, ταῦτα δὲ εἴη ἐν τῷδέ τινι τῷ σώματι, ἀδύνατον ἐξ αὐτῶν δηλονότι ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ λογικῶς καὶ διαλεκτικῶς ἡ ἐπιχείρησις ἔχει.

“然而,如果诸本原之中的每一个在数量上为一且是单一的……” 在指出了如果诸本原被说成在形式上为一会有何种荒谬后果伴随之后,他现在反过来论证诸本原在数量上也不能具有一。他将论述再次引向那些被称为元素的本原——就像在元素的情形中一样,由这些本原通过结合而生成源自它们的事物——并且就如此被言及的本原表明,如果它们之中的每一个在数量上为一,那么存在者的数量就不会多于元素。因为,正如在形式上彼此相同而在数量上却无限的音节,之所以产生是由于构成它们的元素虽然在形式上相同却能在数量上被取作无限,同样地,如果[元素]在数量上不是[多数],以致由这些结合物所生成的事物是一,那么如果β在数量上是一,除了βα之外,就绝不可能取得包含β的更多音节;因为如果β作为一而存在,那么除了在音节βα之中以外,β决不再存在于任何其他事物之中。因此,正如在音节和元素的情形中,如果元素在数量上为一(音节中的元素不会更多,而仅仅与它们自身一样多),他说在存在者的情形中也将如此,如果它们的本原各个在数量上为一且是单一的。他也解释了何谓数量上的一,即个别事物,以及何谓普遍者,即在各个个别事物之上被共同把握的事物,而这就是形式与类。在说了“正如如果语音的元素在数量上是受限的,那么写出的字母也将与它们的元素一样多”之后,他并没有再补上相对应的结句:“在存在者及其数量上情况也将如此;因为除元素之外将不再有任何其他事物,即存在者不会多于元素”;而是由于推论是显而易见的,他便省略了将其附加上去。因为如果土在数量上为一,四个[元素]中的每一个也是如此,而这些元素存在于这某个特定的物体之中,那么显而易见不可能再有其他任何物体由它们产生。这一论证具有极强的逻辑性与辩证性。

语法注2 条
  1. 3.48τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι

    带冠词不定式的与格(τῷ δύνασθαι)充当主要动词 γίγνονται 的原因/依据(原因与格),其逻辑主语为宾格 τὰ στοιχεῖα。

  2. 3.48οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων

    动词 ἀνταπέδωκε(“相应地给出/补足”)带有一个由中性单数宾格冠词 τό 引导的引语作为宾语。亚历山大在此从句法上指出了亚里士多德原文(999b33–1000a1)中紧随 ὥσπερ 从句之后略去对应归结句(apodosis)的缺结现象(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:217.26-218.17