- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:216.12-217.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于本原在形式上为一还是在数量上为一的难问,详细推演了若假定本原仅在形式上为一所带来的荒谬后果,包括个别事物单一性的丧失、理念论的破灭以及普遍知识的不可能性。
" Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τοῦτο ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν." Ἡ ἀπορία ἀκόλουθος μέν ἐστι τῷ ἠπορημένῳ τῷ εἰ ἓν κατ’ ἀριθμὸν τὸ εἶδος ἢ πλείω, δύναται δὲ καὶ ἐπὶ τὰς ἰδέας τὴν ἀναφορὰν ἔχειν διὰ τὸ παρατίθεσθαι αὐτὸν τὸ αὐτοὲν καὶ αὐτοόν· ἢ δύναται κοινῶς ἀπορεῖσθαι περὶ τῶν ἀρχῶν· κυρίως γὰρ ὄντα αἱ ἀρχαί· διὸ καὶ τὸ αὐτὸ προστίθησιν αὐταῖς. κοινῶς οὖν ἀπορουμένη δύναται ἐφαρμόζειν καὶ τοῖς ὑποκειμένοις λεγομένοις. ἔστι δὲ ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν,1 οἷον εἰ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ εἰ τὸ εἶδος ἕν, ἀριθμῷ ἢ εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γιγνομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἂν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, δῆλον ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατ’ ἀριθμὸν ἓν ἔσεσθαι,2 ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο οἱ τὰς ἰδέας εἶναι λέγοντες ἀρχάς. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσίᾳ πάντα ἐστὶν ἕν, οὐδ’ ἂν τῶν ἄλλων τι ἓν κατ’ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει ὁμοιούμενα ὁμοίως ἂν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι· οὐδὲν ἄρα ἔσται ἓν κατ’ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατ’ ἀριθμὸν ἔσται, μήτε τὸ αὐτοὲν ἡ ἀρχή, ἀλλὰ μηδ’ ἄλλη τις τῶν ἀρχῶν. καὶ προστίθησι τούτῳ ὅτι οὐδ’ ἐπιστήμη ἔσται, εἰ μὴ εἴη ἕν τι κατὰ τὸν ἀριθμόν· αἱ γὰρ ἐπιστῆμαι γίνονται τῷ ἕν τι ἐπὶ πολλῶν λαμβάνεσθαι, ὡς εἴρηκε καὶ πρὸ βραχέος· κατὰ γὰρ τὸ κοινὸν αἱ ἐπιστῆμαι, ὃ κοινὸν ἓν κατ’ ἀριθμὸν ὂν δείκνυται· οὐ γὰρ δὴ ὥσπερ τὰ ὑπὸ τὸ κοινόν ἐστιν ἀλλήλοις ἓν τῷ εἴδει ἢ τῷ γένει, οὕτω δὲ καὶ τὸ κοινὸν τὸ εἶδος τὸ ἐπ’ ἐκείνοις ἢ τὸ γένος ἓν τῷ εἴδει ἢ τῷ γένει ἔσται. οὕτω γὰρ ἐπ’ ἄπειρον προελεύσεται· εἰ γὰρ τὸ ζῷον ἔσται ἓν κατὰ τὸ εἶδος κοινὸν τὸ εἶναι ἓν ἔχον, ὁμοίως πάλιν καὶ τὰ καθ’ ἃ τὰ ζῷα ἓν εἰ κατὰ τὸ εἶδός ἐστιν ἕν, κἀκεῖνα πολλὰ κατ’ ἀριθμὸν ἔσται, καὶ οὕτως εἰς ἄπειρον προελεύσεται. ἀλλ’ ἐστὶ τῶν κοινῶν ἕκαστον ἓν κατ’ ἀριθμόν. εἰ δὲ τούτων μὲν αἱ ἐπιστῆμαι, ἅ ἐστιν ἓν κατ’ ἀριθμόν, μηδὲν δέ ἐστιν ἓν κατὰ τὸν ἀριθμόν, εἰ αἱ ἀρχαὶ τῷ εἴδει ἔχοιεν τὸ ἕν, ἀναιροῖτο ἂν ἐπιστήμη. εἰ γάρ τις λέγοι ἓν κατ’ ἀριθμὸν εἶναι τὸ ἐπὶ ταῖς ἀρχαῖς, ἐπεὶ ἓν κατὰ τὸ εἶδος ὑπέκειτο εἶναι, λέγοι ἂν οὗτος οὐκέτι τῷ εἴδει τὸ ἓν ἔχειν τὰς ἀρχάς· τὸ γὰρ εἶδος ἐκεῖνο τὸ ἓν τῷ ἀριθμῷ ἀρχὴ μᾶλλον τῶν ὑπ’ αὐτό, καὶ οὐκέτι ἓν τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ. ἔτι οὐδὲ τῷ εἴδει ἕν τι δύναται εἶναι, ὧν μή ἐστί τι ἓν κατ’ ἀριθμὸν κοινὸν εἶδος·3 πολλὰ γὰρ ὄντα κατ’ ἀριθμὸν † ἔχοντα ἂν κοινωνίαν ἀλλήλοις, ἃ μή ἐστι τὰ κατ’ ἀριθμὸν ἕν, οὐδ’ ἂν ταῦτα ἔτι εἴη τὰ αὐτὰ τῷ εἴδει. δύναταί τις ἀκούειν τοῦ καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων; ὡς εἰρημένου πρὸς τοὺς τὰς ἰδέας τιθεμένους· ἔλεγον γὰρ ἐκεῖνοι μὴ ἄλλως ἐπιστήμην ἔσεσθαι, εἰ μὴ αἱ ἰδέαι εἶεν· τὰ μὲν γὰρ αἰσθητὰ ἄπειρά τε καὶ ἐν ῥύσει συνεχεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐπιστητά, παρὰ δὲ τὰ αἰσθητά γε καὶ καθ’ ἕκαστα ἡ ἰδέα μία τῷ ἀριθμῷ ἐπὶ πολλῶν λαμβανομένη ἀκίνητός τε καὶ ἀΐδιος αἰτία ἐπιστήμης γίνεται· ἀναιρεῖται δὲ τοῦτο, εἰ μηδὲ ἐκεῖναι τὸ κατ’ ἀριθμὸν ἔχοιεν ἕν.
“此外,关于本原人们也会提出这一难问:因为如果[诸本原]在形式上是一……” 这一难问承接着此前所提出的难问,即形式在数量上是一还是多数,但它也可以指向理念,因为他援引了“一自身”与“存在自身”;或者它也可以普遍地针对本原而提出;因为本原乃是本真意义上的存在者;这也是他给它们加上“自身”的原因。因此,在普遍提出的情况下,它也能适用于所论述的基底。而他关于本原所提出的难问是,无论人们设定本原是一还是多数,它们之中的每一个究竟是在形式上具有一,还是在数量上[具有一],例如如果质料是一,是在数量上为一还是在形式上为一,如果形式是一,是在数量上还是在形式上。因为他说,如果本原的每一个在形式上为一,而在数量上为多,那么在生成之物的诸本原之中,就没有任何东西在数量上是一;而如果诸本原中没有一个是数量上的一,那么由本原所组成的事物中也不会有任何一个在数量上是一。因为由非数量上而是在形式上为一的东西所组成的事物,是在形式上为一,而非在数量上。因为,如果由数量上为一的东西所组成的事物在数量上为一,显而易见,由形式上为一的东西获得其存在的事物,也将与那些事物类似地具有一。 作为伴随而来的荒谬后果,他指出,就连“一自身”和“存在自身”也不会在数量上是一,而那些主张理念即本原的人正是将它们自身置于本原之中的。然而,如果“一自身”不是在数量上为一,而所有事物因分有它而是一,那么在相对于该事物而具有存在的事物中,也就没有任何其他事物会在数量上是一;因为与在形式上为一者相类似的事物,也会与它一样具有一;因此,如果生成之物中既没有任何事物相对于某种在数量上为一者而存在,本原“一自身”也不是,而且诸本原中的其他任何一个也不是,那么就没有任何东西在数量上是一。并且他在此之外还补充说,如果不存在某种在数量上为一的事物,那么知识也不会存在;因为知识是由于在众多事物之上把握到某一个东西而生成的,正如他不久前所说的那样;因为知识关涉普遍者,而此普遍者被表明在数量上是一。因为绝不会像处于普遍者之下的事物彼此之间在形式或类上是一那样,在它们之上的形式或类这个普遍者也会在形式或类上是一。因为这样就会走向无限:因为如果动物作为具有同一存在的普遍者在形式上是一,同样,如果动物赖以合为一的事物在形式上是一,那些事物在数量上也将会是多的,如此便将推进至无限。相反,普遍者之中的每一个在数量上是一。 而如果知识所关涉的是这些在数量上为一的事物,但若诸本原在形式上具有一,则没有任何事物在数量上是一,那么知识就会被取消。因为如果有人主张诸本原之上者在数量上是一,既然它已被假定在形式上是一,此人就不会再说诸本原在形式上具有一;因为那在数量上为一的形式比起它之下的事物更是本原,并且已不再是在形式上而是在数量上为一。此外,凡是没有在数量上为一的共同形式的事物,在形式上也决不可能是一;因为在数量上为多而†彼此具有共同性†者,如果不是在数量上为一的事物,这些事物也就不可能在形式上是相同的。 人们也可以把“如果不存在贯穿一切的某种一,知晓又如何可能呢?”理解为针对那些设立理念的人所说的话;因为他们主张,除非理念存在,否则知识不可能以别的方式存在;因为可感事物既是无限的又处于连续的流变中,因此甚至不是可知之物,而在可感事物和个别事物之外,在众多事物之上被把握到的在数量上为一的理念,由于不动且永恒,成为知识的原因;但是,如果连那些理念也不具有数量上的一,这一点就会被取消。
- 3.47ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν
此处为主谓在意义上一致(constructio ad sensum)的语法破格,分配性单数主语 ἑκάστη αὐτῶν(它们中的每一个)搭配了复数谓语动词 ἔχουσιν。插入分句 εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς 强化了属格代词 αὐτῶν 及所指本原(τὰς ἀρχάς)的复数概念,致使动词采用了第三人称复数。
- 3.47ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατ’ ἀριθμὸν ἓν ἔσεσθαι
与格关系代词 ᾧ 以整个前述推论(若本原在形式上为一,则复合物亦仅在形式上为一)为先行词,表示“对此 / 随之”。冠词引导的不定词从句 τὸ μηδὲ ... ἔσεσθαι 作主要动词 ἐπήνεγκε 的直接宾语,而 ἄτοπον ἑπόμενον 则作其述语同位语(“作为随之而来的荒谬后果”)。
- 3.47ὧν μή ἐστί τι ἓν κατ’ ἀριθμὸν κοινὸν εἶδος
属格关系代词 ὧν 以主句中预设的受词/主语(众多具体事物)为先行词,作领属属格(“凡对于它们而言不存在……者”)。否定词 μή 表明该关系从句带有泛指或条件性含义(“若其没有……”)。
