← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§215.30-216.11

同种个体之形相的单一性与多数性难题

亚历山大讨论了亚里士多德在Bekker 999b20中提出的难问,即如果形相预先存在,同种的所有个体其实体在数量上究竟是一还是多,并进一步阐述了质料接受形相以构成可感总体的具体方式所包含的困难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.46

" Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων· οὐ γὰρ ἓν ἅπαντα ὧν ἡ οὐσία μία." Καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἀπορεῖ, εἰ ἔστι καὶ τὰ εἴδη προϋπάρχοντα ὥσπερ ἡ ὕλη, πότερον ἓν εἶδος κατ’ ἀριθμόν ἐστι καὶ μία οὐσία κατὰ τὸν ἀριθμὸν πάντων τῶν ἀνθρώπων, ἢ πολλὰ καὶ τοσαῦτα ὅσοι οἱ ἄνθρωποι οἱ καθ’ ἕκαστα. εἰ μὲν γὰρ ἕν τις θήσεται κατὰ τὸν ἀριθμόν, εἷς ἄνθρωπος γενήσεται ἐκ τῆς ὕλης ἐκεῖνο δεξαμένης τὸ εἶδος· εἰ δὲ τοσαῦτα ὅσοι καὶ ἄνθρωποι καθ’ ἕκαστα, ἄλογον· τίνι γὰρ ἐκεῖνα τὰ χωρὶς ὕλης εἴδη τοῦ ἀνθρώπου λαμβανόμενα ἀλλήλων διοίσει; ὑλικαὶ γὰρ αἱ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφοραί. ἐπὶ τούτοις ἀπορεῖ καὶ πῶς ἡ ὕλη δέχεται ταῦτα τὰ προϋπάρχοντα † εἴδη ἢ ὁπωσοῦν τὰ εἴδη, καὶ πῶς γίνεται καὶ ἔστιν ἕκαστον τῶν αἰσθητῶν, ἃ ἔστιν ὅλα ἐξ ἀμφοτέρων τούτων, πότερον συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων;1 ἢ τίς ὁ τρόπος καθ’ ὃν ἡ ὕλη δεξαμένη τὰ εἴδη γίνεται ἃ γίνεται; ταῦτα δὲ καὶ ἐν ἄλλοις ἠπόρηκε, ζητῶν τί τὸ ἑνοῦν καὶ συνέχον τὸ εἶδος ἐν ὕλῃ, ἐν οἷς τὸ δυνάμει τῆς ὕλης φησὶν αἴτιον γίγνεσθαι τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν ἐν αὐτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο,2 δηλονότι ποιητικοῦ τινος προϋπάρχοντος αἰτίου.

“除这些之外,所有事物的实体,例如人的实体,是否将是单一的;因为实体为一的一切事物并非都是一体。” 在所论述的事物之外,他又提出了这一难问:如果形相亦如质料一样预先存在,那么对于所有的人而言,形相在数量上是一且实体在数量上是一,还是多数且与各个个别的人一样多?因为若有人设定其在数量上为一,那么由接受了该形相的质料便将生成单个的人;但若与各个个别的人一样多,则是无理的;因为若不带质料来把握人的那些形相,它们彼此之间将以何者为区别呢?因为各个个别人之间的相互差异是质料性的。在这些之外,他还提出难问:质料如何接受这些预先存在的†形相,抑或无论如何的形相†,以及整体由这两者所构成的各个可感事物,究竟是如何生成与存在的:是由于二者被结合、被融和、还是被混合?抑或质料接受形相而成为其所成之物的方式究竟是怎样的?他在别处亦曾对这些提出难问,探求究竟是什么在使质料中的形相统一并保持,在那些地方他说,质料的潜能成为质料自身接受它并在〔质料〕向其此前所能成为之物转化时〔形相〕留存于其中的原因,显然这是在某种造作之因预先存在的前提下。

语法注2 条
  1. 3.46συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων

    承接前文的 ἐξ ἀμφοτέρων τούτων(由这两者)而省略了作逻辑主语的属格代词 τούτων 的独立属格结构。它提出了两个组成部分(质料与形相)究竟是通过结合、融和还是混合的方式生成可感总体。

  2. 3.46τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν ἐν αὐτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο

    阴性单数宾格分词 μεταβάλλουσαν 与不定式 λαμβάνειν 之逻辑主语中被省略的宾格 ὕλην(质料)相一致。代词 αὐτό 则是指代 εἶδος(形相)的宾格宾语,同时也充当不及物不定式 μένειν 的逻辑主语。整个结构表明,质料接受形相,且在质料向其此前潜能所及之物转化时形相留存于其中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:215.30-216.11