← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§214.19-215.29

质料的无生成性与形相的先在及分离之难

亚历山大注解了亚里士多德《形而上学》卷三第四章(999b12),阐明了底层质料若为无生成则其所接受的形相更应当预先存在且永恒的论证,并分析了该形相是否在所有生成物之外分离永恒存在这一难问(尤其指出其在人工物上的困难)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

" Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν." Δείξας ὅτι ἔστι τι ἔσχατον ἀΐδιον ὑποκείμενον (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι· ἀδύνατον γάρ, εἰ μὴ εἴη τι τοιοῦτον, γένεσιν εἶναι· καὶ γὰρ εἰ ἐπ’ ἄπειρον ἡ ὕλη προΐοι, οὐδὲν ἂν ἐκ τῆς ὕλης γίνοιτο τῷ μηδέποτε ἄλλην ἐξ ἄλλης γινομένην ὕλην παύεσθαι † ἐκλυούσης τῆς ὕλης τὰ ἐκ τῆς ἄλλης ἀλλ’ οὐκ ἐγγινομένης) δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι καὶ οὐκ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου, νῦν δείκνυσιν1 ὅτι καὶ τὸ εἶδος, ὃ γίγνεται ἐν τῇ ὕλῃ, εἶναι δεῖ ἀΐδιον, δεικνὺς διὰ τούτων καὶ κατασκευάζων ὅτι ἔσται τις οὐσία μοναδικὴ ἀΐδιος. εἰ γὰρ ἔστι φύσις τῆς ὕλης, εὐλογώτερον τὴν οὐσίαν εἶναι ταύτην, ἣν ἡ ὕλη δέχεται· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅ ποτε ἐκείνη γίγνεται. οὐσίαν δὲ τὸ εἶδος λέγει· καθ’ ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο οὐσία· ἡ γὰρ ὕλη δεξαμένη εἶδος παρέχεται τὸ γιγνόμενον ἐξ αὐτῆς γεγονός, τουτέστιν ὃ δέχεται τε καὶ γίνεται. ὅτι οὖν εὔλογον καὶ τὸ εἶδος προϋπάρχειν ἀΐδιον ὄν, ὃ ἡ ὕλη δέχεται, οὕτω δείκνυσιν. ὥσπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον ἦν γενέσθαι τι, οὕτω καὶ μὴ ὄντος τοῦ ὃ δέχεται τὸ ὑποκείμενον ἀδύνατον γένεσιν εἶναι· ὃ εἶπε διὰ τοῦ εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκεῖνο, οὐδὲν ἔσται τὸ παράπαν, ὃ ἴσον ἐστὶ τῷ εἰ γὰρ μὴ ἀμφότερα εἴη ἥ τε ὕλη καὶ τὸ εἶδος ἀΐδια, οὐδὲν ἂν τὸ παράπαν γένοιτο. ὅτι γὰρ τοῦτο λέγει, ἐδήλωσεν εἰπὼν ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον τὴν μορφὴν καὶ τὸ εἶδος, τὸ μὲν σύνολον λέγων τὸ γεγονός, τὸ συναμφότερον καὶ αἰσθητόν. δεῖν δὲ ἑκάτερον εἶναι λέγων, ἐξ ὧν εἶναι τὸ σύνολον, τήν τε ὕλην καὶ τὴν μορφὴν καὶ τὸ εἶδος, ὡς εἴπομεν (λέγει γάρ, εἰ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, λέγων τὸ εἶδος καὶ τὴν ὕλην, οὐθὲν ἔσται τὸ παράπαν), ἐπήνεγκεν εἰ δὲ τοῦτο ἀδύνατον, λέγων ἀδύνατον τὸ μηδὲν ἔσεσθαι, ἀνάγκη εἶναι παρὰ τὸ σύνολον, τουτέστι τὸ συναμφότερον, ὅ ἐστιν εἶδος ἐν ὕλῃ, τὴν μορφὴν καὶ τὸ εἶδος, ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀΐδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλῃ γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν,2 ὃ εἰ εἴη τῷ ποιουμένῳ ὅμοιον, εἴη ἂν προυπάρχον πως. λαβὼν δὲ ἐκ τῆς ἐπιχειρήσεως τὸ δεῖν καὶ τὸ εἶδος προυπάρχειν ὥσπερ καὶ τὴν ὕλην, ἵνα ἐξ αὐτῶν προϋπαρχόντων τὸ σύνολον καὶ συναμφότερον γένηται, ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ ἀρχόμενος τῆσδε τῆς ἀπορίας ἀπορήσειν προέθετο, εἰπὼν πότερον εἰ ἔστι παρὰ πάντα εἶναι δεῖ. εἰ γὰρ καὶ τὸ εἶδός τις θήσεται προυπάρχειν καὶ ἀΐδιον εἶναι τὸ γιγνόμενον ἐν τῇ ὕλῃ, ἐπὶ τίνων τῶν ὄντων τε καὶ γιγνομένων ἐρεῖ προϋπάρχειν τὸ εἶδος ἀΐδιον ὄν, καὶ ἐπὶ τίνων οὔ; οὐ γὰρ ἐπὶ πάντων τῶν γιγνομένων οἷόν τε τοῦτο λέγειν. καὶ παρατίθεται τὰ κατὰ τέχνην γιγνόμενα, ἐφ’ ὧν ἄτοπον λέγειν τὸ ὑπὸ τοῦ τεχνίτου εἶδος ἐγγινόμενον τῇ ὕλῃ προϋπάρχειν τε καὶ ἀΐδιον εἶναι. ταῦτα δὲ δύναται μὲν καὶ περὶ τῶν ἰδεῶν λέγεσθαι καὶ ἀπορεῖσθαι, δύναται δὲ καὶ ἁπλῶς περὶ τοῦ ἐνύλου εἴδους κατ’ ἀκολουθίαν τῆς ἀπορίας λέγεσθαι.

“此外,如果质料因其无生成而存在,那么实体存在就更为合理得多。” 在表明了存在着某种永恒的最终底层主体之后(因为他通过“此外,如果质料因其无生成而存在”表明了这一点;因为如果不曾有某种这样的东西存在,生成便是不可能的;因为如果质料向无穷推进,由于质料从一个向另一个生成绝不停止,也就不会有任何东西从质料中生成 †因质料释放出由另一个产生之物而不内在于其中†)——在表明了第一底层主体必须是无生成的,且不是一个接一个无休止地生成之后,他现在表明,在质料中生成的形相也必定是永恒的,通过这些展示并确立了将会有某种单一且永恒的实体存在。因为如果存在着质料的本性,那么质料所接受的这实体存在,就更为合理;因为他通过说“那[质料]无论何时生成的东西”表明了这一点。而他将形相称为实体;因为各事物依之而存在的东西,这便是实体;因为质料在接受了形相后,便提供出由它生成的已生成物,即它所接受并成为的东西。因此,质料所接受的形相作为永恒之物亦是预先存在的,这一点是合情理的,他是这样展示的。正如如果没有底层主体存在,就不可能有任何东西生成,同样地,如果底层主体所接受的东西不存在,生成也就不可能存在;他通过“因为如果既无此物又无彼物,就绝不会有任何东西存在”表达了这一点,这等同于“因为如果二者,即质料与形相,不是永恒的,就根本不会有任何东西生成”。因为他是在说这一点,他通过说“在总体之外必然存在着某种形式与形相”表明了这一点,他所说的总体是指已生成之物,即复合的且可感之物。在说了构成总体的各要素,即质料以及形式与形相都必须存在之后,正如我们所说的那样(因为他说,“如果既无此物又无彼物”,指的是形相与质料,“就绝不会有任何东西存在”),他又补充说“如果这是不可能的”,意即绝无任何东西存在是不可能的,“就必然在总体之外,即在质料中的形相这一复合体之外,存在着形式与形相”;他将正如质料一样也必须有某种永恒的形相这一点作为健全的前提采纳,然而并非在质料中生成的这个[形相]必须是如此的,而是那造作性的因,它若是与被造物相似,就会在某种方式上预先存在。但是在由论证中得出了形相也必须像质料一样预先存在,以便由它们预先存在而使总体与复合体得以生成之后,他针对这些提出了难问,这正是他在开始这一难问时打算提出的,当时他说“如果它〔离析〕存在,是否必须在所有事物之外存在”。因为即使有人设定在质料中生成的形相预先存在且是永恒的,那么在存在并生成的事物中,他将在哪些事物上主张形相作为永恒之物预先存在,而在哪些事物上不这样主张呢?因为不可能对一切生成之物都这样说。他列举了按技艺生成之物,在这些事物上,主张由工匠在质料中生成的形相预先存在且是永恒的,乃是荒谬的。这些论点既可以针对相论来表述并提出难问,也可以依难问的逻辑顺理成章地纯粹针对质料中的形相来表述。

语法注2 条
  1. 3.45Δείξας ὅτι ἔστι τι ἔσχατον ἀΐδιον ὑποκείμενον ... δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι ... νῦν δείκνυσιν

    在夹杂了长篇插入句之后,分词短语 Δείξας ὅτι... 经由 δείξας οὖν ὅτι...(复述性 οὖν)得以重述,最终连接至主要动词 νῦν δείκνυσιν。

  2. 3.45ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀΐδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλῃ γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν

    分词 λαμβάνων 的直接宾语是冠词不定式短语 τὸ δεῖν ... εἶναί τι καὶ εἶδος ἀΐδιον(“某种形相也必须是永恒的”),ὑγιές 作谓词性宾格(“采纳……为健全的”)。随后的 οὐ μὴν... ἀλλά... 阐明并限定了究竟是何种形相应当永恒(并非质料中生成的形相本身,而是造作因)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:214.19-215.29