- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:213.24-214.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》B卷第4章(999b8)中关于运动和生成必有界限的论证,通过补全“凡有界限者必有本原”这一被省略的前提,阐明了否定质料系列无限倒退的论证结构。
" Ἔτι δὲ καὶ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι." Ἡ ἐπιχείρησις καὶ αὕτη γίγνεται εἰς τὸ εἶναί τινα ἀρχὴν γενέσεως, ὅ ἐστι πρῶτον ὑποκείμενον ἀγέννητον, καὶ μὴ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου. ἔστι δὲ δυνάμει τοιαύτη. εἰ πάσης κινήσεως καὶ πάσης γενέσεώς ἐστι πέρας, ἔστιν αὐτῶν ἀρχή· οὗ γὰρ ἐστι πέρας, τούτου ἀνάγκη καὶ ἀρχὴν εἶναι· μὴ οὔσης γὰρ ἀρχῆς ἀλλ’ ἐπ’ ἄπειρον ἀνιούσης τῆς γενέσεως ἢ τῆς κινήσεως, οὐδ’ ἂν εἴη τέλος τι αὐτῶν. ἀλλὰ μὴν πάσης γενέσεως καὶ κινήσεως τέλος ἐστίν, ὃ ἔλαβε διὰ τοῦ οὔτε γὰρ ἄπειρός ἔστιν οὐδεμία κίνησις, ὃ ἐν ἄλλοις δέδεικται, διὰ τὸ πᾶσαν κίνησιν εἶναι πόθεν ποῖ· τό τε γὰρ αὐξανόμενον πέρας ἔχει τῆς αὐξήσεώς τι, ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ τὸ φθειρόμενον. ὥσπερ δὲ πάσης κινήσεώς ἐστι πέρας, οὕτω καὶ γενέσεως· οὐδὲν γὰρ ἀδύνατον γενέσθαι γίγνεται· καὶ γὰρ καὶ τοῦτο δέδεικται. ὃ γὰρ οὐχ οἷόν τε γενέσθαι οὐδὲ γίγνεται· οὐ γὰρ γίγνεται σύμμετρος ἡ διάμετρος, ὅτι οὐ δύναται γενέσθαι τε καὶ ἐπιτελεσθῆναι. ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γιγνόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίγνεται.1 πᾶν ἄρα τὸ γιγνόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἂν γένοιτο. ἀλλὰ μὴν τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν· τὸ γὰρ γεγονὸς ὅτε ἔστι πέπαυται γιγνόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Ζ τῆς Φυσικῆς ἀκροάσεως. εἰ δὲ ἔστιν ὅτε πρῶτον γέγονεν, ἔστι πέρας παντὸς τοῦ γιγνομένου· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐχρήσατο τῷ τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν. ἔστιν ἄρα καὶ ἀρχὴ παντὸς γιγνομένου τε καὶ κινουμένου. εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνεται. εἰ δὲ μὴ τοῦτο, ἔστι τι ἀΐδιον ἔσχατον ὑποκείμενον. ἀσαφὴς δὲ ἡ ἐπιχείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινήσεως καὶ γενέσεως πέρας.2 ἦν δὲ τὸ ὧν ἔστι πέρας, καὶ ἀρχὴν τούτων εἶναι. τοῦτο γὰρ ὡς γνωρίμως ἑπόμενον παραλιπών, μόνον ἔδειξεν ὅτι πάσης κινήσεως καὶ γενέσεως ἔστι πέρας. καὶ ἡ κυκλοφορητικὴ δὲ κίνησις πέρας ἔχει· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γίνεται, καὶ ἡ ἀπειρία ταύτης τῷ πάλιν τὴν αὐτὴν γίγνεσθαι κίνησιν, οὐ τῷ ἄλλοτε ἄλλην.
“此外,既然存在着生成与运动,就必然也存在着界限。” 这一个论证同样旨在表明生成存在着某种本原,即无生成的第一底层主体,而不是一个接一个无休止地生成。这一论证在潜能上是这样的:如果一切运动和一切生成都存在界限,那么它们就存在本原;因为凡有界限者,也必然有本原;因为如果不存在本原,而是生成或运动往上追溯至无穷,它们也就根本不会有任何终结。然而,一切生成和运动确实都有终结,这一前提他是通过“因为没有任何运动是无限的”这一表述来采纳的,正如他在其他地方所展示的那样,因为一切运动都是从某处到某处的;因为增长之物有其增长的某种界限,同样地受变异之物也是如此,消亡之物亦是如此。正如一切运动都存在界限一样,生成亦是如此;因为任何不可能生成之物都不会生成;因为这一点同样得到了证明。因为不能生成之物甚至根本不会生成;对角线不会成为可通约的,正因为它无法生成并得以完成。但是,没有生成的界限而是生成至无限之物是不可能生成的,因而它从一开始就根本不会生成。因此,凡生成之物都能生成,而能生成之物也确实可以生成。然而,已生成之物在最初生成之时必然存在;因为已生成之物在其存在时就已经停止生成了;因为这一点在《自然学》第六卷中已经展示过了。如果它在最初生成之时存在,那么凡生成之物就都有界限;因为为了采纳这一结论,他使用了“已生成之物在最初生成之时必然存在”这一命题。因此,凡生成之物与凡运动之物也都有本原。如果这是成立的,那么一个事物就不会由另一个事物无休止地生成。如果这〔无休止地生成〕不成立,就会存在某种永恒的最终底层主体。但是,这个论证之所以显得不清晰,是因为他省略了伴随着一切运动和生成都有界限而来的结论;这个结论就是:“凡有界限之物,这些事物也必定有本原”。因为他把这一结论当作显而易见的随从结论而省略了,仅仅表明了一切运动和生成都存在界限。而圆周运动同样有界限;因为它是由同一者向同一者进行的,它的无限性在于同一运动再次发生,而不在于不同时刻发生不同的运动。
- 3.44οὐδὲ τὴν ἀρχὴν γίγνεται
τὴν ἀρχήν 在此与否定词 οὐδέ 连用,作副词性宾格,意为“根本”、“从一开始”(at all / in the first place)。紧接前文“不可能生成”的结论,表达“从一开始就根本不会生成”的强否定语气。
- 3.44ἀσαφὴς δὲ ἡ ἐπιχείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινήσεως καὶ γενέσεως πέρας.
τῷ παραλιπεῖν 是表示原因的与格冠词不定式结构。宾格 αὐτόν(指亚里士多德)作不定式 παραλιπεῖν 的逻辑主语,其宾语为名词化分词 τὸ ἀκολουθοῦν。而 τῷ εἶναι 则是受 ἀκολουθοῦν 支配的与格冠词不定式(意为“伴随……而来的结果”)。整句话清晰地表达了“因为他省略了……伴随的结论,该论证显得晦涩”的因果关系。
