- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:212.20-213.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对阿里斯托泰勒斯在999a32–b4中论证若在感觉事物之外无永恒之物则生成亦不可能,亚历山大通过底层质料的无限倒退和无中生有的不可能性证明了第一质料的永恒性,并阐释了该论证如何同样适用于永恒作动因的构架。
λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀΐδιον, εἰ μή τι εἴη παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον τὸ ἀλλὰ μὴν εἴ γε ἀΐδιον οὐδέν ἔστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται, καὶ τούτων τὸ ἔσχατον ἀγέννητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γίγνεσθαι ἀδύνατον, δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀΐδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητά, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά· ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι.1 ὅτι δὲ εἰ μή ἐστί τι ἀΐδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίγνεταί τι, ἀνάγκη εἶναί τι τό τε γιγνόμενον, τουτέστιν ὃ γίγνεται τὸ γιγνόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίγνεται· οἷον εἰ ἄνθρωπος γίγνεται, δεῖ εἶναι καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίγνεται ἄνθρωπος (ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἂν γένοιτο ἄνθρωπος), δεῖ οὖν εἶναί τι τὸν ἄνθρωπον ὃ λέγεται γίγνεσθαι, καὶ ἔτι τὸ ἐξ οὗ γίγνεται οὗτος· πᾶν γὰρ τὸ γιγνόμενον ἐξ οὐ τοιούτου· εἰ γὰρ ἦν τοῦτο, οὐκ ἂν ἐγίνετο· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ὕλη. τούτων ὑποκειμένων ἐξ ὧν γίγνεται τὰ γιγνόμενα (πλείω γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλο γὰρ ἄλλῳ τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον) τούτων δὴ τῶν ὑποκειμένων, φησίν, ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀΐδιον εἶναι. ἔσχατον δὲ ὑποκείμενόν ἐστιν ἡ πρώτη ὕλη· ἀναλύοντες γὰρ τὰς προσεχεῖς ὕλας τῶν γιγνομένων ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ἣν ἐσχάτην ὅτι ἀναγκαῖόν ἐστιν ἀΐδιον εἶναι, δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀΐδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι· ἀμφότερα δὲ ἀδύνατα. εἰ γὰρ πᾶν τὸ ληφθὲν ὑποκείμενον γέγονε, δεήσει αὐτὸ ἢ ἐξ ἄλλου ὑποκειμένου γεγονέναι ἢ ἐκ τοῦ μὴ ὄντος, εἰ γέγονε μέν, οὐκ ἐξ ὑποκειμένου δέ. ἀλλὰ μὴν ἀμφοτέρως ἀδύνατον. οὔτε γὰρ ἐκ μὴ ὄντος οἷόν τε γίγνεσθαι· κοινὴ γὰρ αὕτη δόξα τῶν περὶ φύσεως εἰπόντων τι, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, καὶ φανερῶς ἄτοπον καὶ ἀδύνατον τὸ οὕτω τι λέγειν γίγνεσθαι. ἀλλὰ μὴν οὐδὲ ἐπ’ ἄπειρον οἷόν τε ἄλλο ἄλλου αἴτιον εἶναι καὶ ἄλλο ἄλλῳ ὑποκεῖσθαι κατ’ εὐθυωρίαν, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν Α ὄντι πρὸ τούτου. εἰ τοίνυν μηδέτερον, ἢ οὐκ ἔσται γένεσις, ἢ τὸ πρῶτον ὑποκείμενον ἀΐδιον καὶ ἀγένητον ἔσται. ἕπεται ἄρα τῷ μηδὲν ἀΐδιον εἶναι τὸ μηδὲ γένεσιν εἶναι. δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης,2 ἥτις ἐστὶ τὸ ἐξ οὗ γίγνεται, ἀλλὰ καὶ ἐπὶ τοῦ γινομένου· δοκεῖ γὰρ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γίγνεσθαι· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὥστε εἰ γίγνεται ἄνθρωπός τις, δεῖ ἄνθρωπον εἶναι· τὸν γὰρ ποιοῦντα καὶ γεννῶντα. ἀναγκαῖον δὲ καὶ ἐπὶ τούτων εἶναι ποιητικὸν ἀΐδιον, καὶ αὐτὸς μετὰ τὸ περὶ τῆς ὕλης εἰπεῖν ἐπιχειρεῖ δεικνύναι ὅτι καὶ τὸ γινόμενον ἀΐδιον εἶναι δεῖ.
在假定了如果在感觉事物之外不存在任何东西,就没有任何永恒之物之后,他把以下观点作为随之而来的结论附加于此:“但是,如果没有任何永恒之物,生成也就不可能存在;因为必定有某种生成之物以及它由之生成的东西,且在这些之中,最末端之物必须是无生成的,如果确实有停顿并且从非存在中生成是不可能的话”,从而表明如果没有任何永恒之物,也就不会有生成;如果没有生成,也就不会有被生成之物;如果没有被生成之物,也就不会有感觉事物;由此得出的结论是:如果唯独有感觉事物存在,那么连感觉事物本身也不会存在。 至于如果没有任何永恒之物也就不会有生成,他是这样证明的:如果某种东西生成,就必定有某种生成之物,也就是说,被生成之物所生成为的那种东西,以及不同于此的另一物即它由之生成的东西;例如,如果一个人生成,这个生成为人者就必须存在且能够存在(因为在人根本不存在的情况下,连一个人也不会生成);因此,必定有被说成是生成的某物即人,此外还必须有这个人由之生成的某物;因为凡生成之物都是从并非此类之物中生成的;因为如果它本来就是这个,它就不会生成了;而这就是底层主体与质料。 当设定了被生成之物由之生成的这些底层主体时(因为直接的底层主体有多个;对于底层主体中的某一个而言,直接的底层主体是这一个,对于另一个而言则是另一个),他说,在这些底层主体中,最末端的底层主体必定是永恒的。而最末端的底层主体就是第一质料;因为在分析被生成之物的直接质料时,我们会在作为最末端的那一质料处停下来。至于这最末端的质料必定是永恒的,他是从以下方面表明的:如果不存在某种作为生成源泉的永恒的最末端底层主体,就会导致要么一个由另一个生成以致无穷,要么从非存在中生成;但这二者都是不可能的。 因为如果所选取的每一个底层主体都是生成的,那么它就必须要么是从另一个底层主体生成的,要么——如果是生成了却不是从底层主体生成的——是从非存在中生成的。但这两种方式都是不可能的。因为从非存在中生成是不可能的(凡是就自然发表过意见的人都有这样一个共同看法,即没有任何东西是从非存在中生成的,说某物以这种方式生成显然是荒谬且不可能的)。然而,按照直线系列一个事物作为另一个事物的原因、一个事物作为另一个事物的底层主体以致无穷,也是不可能的,正如他在本书之前的小阿尔法卷中所表明的那样。因此,如果二者都不是,那么要么就不会有生成,要么第一底层主体将是永恒且无生成的。因此,由没有任何永恒之物,便得出也没有生成。 而“且在这些之中”这句话,不仅可以理解为是指质料(即它由之生成的东西),而且也可以理解为是指生成之物本身;因为在按自然生成的事物中,同类之物似乎是由同类之物生成的;因为人生人,所以如果某个人生成,就必须有人存在,即制造并生育者。而在这些之中,也必须有永恒的作动因,并且他自己在讨论了质料之后,也试图表明生成之物本身也必定是永恒的。
- 3.43ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι
与格关系代名词 ᾧ 指代前句整条假言推论链(无永恒之物→无生成→无被生成之物→无感觉事物)。ἀκολουθεῖ 的主语是由定冠词 τό 引导的带条件句的不定词结构“εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι”,标示出归谬法的骨架:唯有感觉事物存在的设定最终会得出连感觉事物自身都不存在的矛盾结果。
- 3.43δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης
主语是由中性单数定冠词名词化的引语短语 τὸ καὶ τούτων(“且在这些之中”)。动词 δύναται 支配完成时被动态不定词 εἰρῆσθαι,意为“可被理解为是就……而说的”。介词短语 ἐπὶ τῆς ὕλης 与后面的 ἐπὶ τοῦ γινομένου 表示该短语适用的语义范围或论述对象。
