- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:211.18-212.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了阿里斯托泰勒斯在《形而上学》B卷第4章(999a32)中提出的疑难,即除具体个别事物(结合体)之外是否存在分离的共通之物(形式或属),对引文“每当某种东西在质料之上被述说时”提供了两种解释路径,并梳理了若设定没有任何共通之物独立存在时所导致的认识与永恒性之不可能等荒谬后果。
" Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης." Τὸ μὲν σύνολον λέγει1 τὸ καθ’ ἕκαστον καὶ αἰσθητὸν καὶ συναμφότερον ἐξ ὕλης καὶ εἴδους· τοῦτο γὰρ μᾶλλον ἔθος αὐτῷ λέγειν τὸ καθ’ ἕκαστα καὶ συγκεχυμένον. τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλωτικόν ἐστι τοῦ ὅλου καὶ συνόλου (τότε γὰρ ὅλον τί ἐστιν, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἐν τῇ ὕλῃ ἐπιγένηται· τοῦτο δέ ἐστι τὸ εἶδος· εἶδος γὰρ ἡ ὕλη λαβοῦσα γίγνεται τὸ σῶμα), ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει, ὃ σύνολον εἶπεν, ὅταν κατηγορηθῇ [μέν] τι τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα καὶ ὡς ὗλαι ὑποκείμεναι τῷ κατηγορουμένῳ ἔστι [τι] τοῦτο, ὃ κατηγορηθῇ αὐτῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ καὶ δοθείη εἶναι τὸ καθόλου, τουτέστι τὰ γένη καὶ εἴδη (ταῦτα γὰρ τὰ κατηγορούμενα τῆς ὡς ὕλης οὐσίας, ἥτις ἐστὶν ἡ ἄτομος), παρὰ τὰ ὧν ἐστι γένη καὶ εἴδη ἀτόμων, πότερον παρὰ πάντα τὰ ἄτομά ἐστι ταῦτα τὰ καθόλου καὶ ἐπὶ πᾶσιν ἀτόμοις, εἴτε φυσικὰ εἴη εἴτε τεχνικά, εἶναί τι τὸ κοινὸν παρ’ ἐκεῖνα, ἢ παρὰ μὲν ἔνια ἄτομα ἔστι τι τὸ κοινόν, παρὰ δὲ ἔνια οὐδέν ἐστι κοινόν. εἰπὼν δὲ ταῦτα, ἃ εἵπετο τῇ ὑποθέσει, ἑξῆς ἐπήνεγκε τὸ ἢ παρ’ οὐθέν ἐστιν, ἀναιρετικὸν ὂν τῆς ὑποθέσεως. εἰ γὰρ παρὰ μηδὲν εὑρίσκοιτο τῶν καθ’ ἕκαστα δυνάμενον κοινὸν εἶναι * * χωριστόν. προσθεὶς δὲ ταῦτα, ἄρχεται ἀπὸ τοῦ τελευταίου τοῦ εἰ παρὰ μηδέν, καὶ δείκνυσι τίνα ἕπεται ἄτοπα, εἰ μηδ’ ὅλως εἴη παρὰ μηδὲν τῶν καθ’ ἕκαστα τὸ κοινόν· οὐδὲν γὰρ ἔσται τὸ νοητόν, ἀλλὰ πάντα τὰ ὄντα αἰσθητά· τοιοῦτον γὰρ τὰ ὅλα καὶ συναμφότερα, παρ’ ἃ κεῖται μηδὲν ἄλλο εἶναι. εἰ δὲ μή ἐστι νοητόν τι, οὐδὲ ἐπιστήμη οὐδενὸς ἔσται· κατὰ γὰρ τὰ κοινά, ἅ ἐστι νοητά, αἱ ἐπιστῆμαι, εἰ μὴ βούλοιτό τις λέγειν τὴν αἴσθησιν ἐπιστήμην· ἐπιστητὰ γὰρ πάντα ἔσται καὶ οὕτω γνωστὰ οὐ κατὰ τὴν κυρίως ἐπιστήμην λεγομένην. προστίθησι δὲ τούτοις ὅτι οὐδὲ ἀΐδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν, τουτέστιν ἐν ῥύσει· κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν, καὶ καθ’ οὓς ἐδόκει πάντα τὰ αἰσθητὰ γεννητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γὰρ εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὑτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι. ἄλλως δὲ καὶ εἵπετο φθαρτὸν αὐτὸν εἶναι, γεννητόν γε ὄντα, ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι·2 τὸ γὰρ κυκλοφορητικὸν σῶμα πᾶν ἀγένητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, ὡς ἔφην, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ· οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλα εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ.
“此外,即使在最高程度上存在着独立于结合体的某种东西,每当某种东西在质料之上被述说时,”他所说的“结合体”是指个别事物与感觉事物,即由质料和形式构成的复合体;因为他更习惯于将个别事物及混合之物称为结合体。而“每当某种东西在质料之上被述说时”这一短语,或者表明了整体和结合体(因为唯有在某种东西于质料之上被述说时,也就是说,当它在质料中生成时,某种整体才存在;而这就是形式;因为质料在接受了形式之后便成为物体),或者他现在所说的“质料”是指底层主体(他将其称为结合体),每当某种东西在感觉事物(它们是整体,并作为质料处于被述说者的底层)之上被述说时,[意即]存在着在它们之上被述说的这一东西。他的意思是这样的:即使承认普遍(即属与种,因为它们是在作为质料的实体即不可分实体之上被述说的东西)独立于它们作为其属和种的不可分事物而存在,这些普遍是独立于一切不可分事物并存在于一切不可分事物之上(无论它们是自然的还是人工的),从而有某种共通之物独立于它们而存在,还是独立于某些不可分事物存在着某种共通之物,而独立于另一些不可分事物则没有任何共通之物?在陈述了这些随假定而来的情况之后,他紧接着补充了“或者独立于任何事物都不存在”,这是对该假定的否定。因为如果在任何个别事物之外都不能发现能够成为共通的[…]分离的[…]。在补充了这些之后,他从最后的“如果独立于任何事物都不存在”出发,表明如果共通之物根本不独立于任何个别事物而存在,会随之引出哪些荒谬后果:因为将没有任何理智对象,而一切存在之物都将是感觉事物;因为整体与复合体正是这样的东西,而根据设定,除它们之外不存在任何别的东西。但如果没有理智对象,也就不会有关于任何事物的科学认识;因为科学认识关涉于作为理智对象的共通之物,除非有人愿意称感觉为科学认识;因为一切事物都将是[通过感觉而]可知的,并因而并非按照严格意义上所说的科学认识被认识。除这些之外,他还补充说,既没有任何永恒之物,也没有任何不动之物;因为所有感觉事物都会毁灭并且处于运动之中,即处于流变之中;他是按照通说的观点进行论辩的,是依照那些认为一切感觉事物皆是生成的且可毁灭的人的观点。这在柏拉图看来尤为如此;因为即使他假定宇宙不会毁灭,但他仍说就其自身本性而言它是可毁灭的。从另一方面说,既然它是生成的,它可毁灭这一结论也是随之成立的;然而对他〔阿里斯托泰勒斯〕自己而言,一切感觉事物虽然看似都在运动,但绝非都是可毁灭的;因为他认为整个圆周运动的天体是无生成且不灭的。但正如我所说,他现在是按照通说进行论辩;因为在那些认为一切感觉事物皆处于质料中且处于持续流变之中的人看来,它们也显得都是可毁灭的。
- 3.43τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλωτικόν ἐστι τοῦ ὅλου καὶ συνόλου ... ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει
在 ἤτοι ... ἢ ... 的并列结构中,前一个分支采用了表语形容词结构 δηλωτικόν ἐστι(“表明了……”)并支配属格,而后一个分支在句法上转变为限定动词 λέγει(“他指的是……”),其中 τῆς ὕλης 保留引文中的属格,解释语 τοῦ ὑποκειμένου 也随之同化为属格(破格/句法转变)。这种构造上的变换并列了对引文短语的两种不同解释。
- 3.43ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι
与格代词 αὐτῷ 指代的不是刚提到的柏拉图,而是阿里斯托泰勒斯本人。正如后一句解释他认为圆周运动的天体是无生成且不灭的所表明的那样,由 ἐπεί 引导的从句在此引入了阿里斯托泰勒斯自身的物理学立场,并与基于通说(ἔνδοξον)展开的论辩形成对比。
